Fragmenta in Psalmos Unit 1 opening
Unit 1.
Lemma-led open — ̓Εν τῇ καινῇ διαθήκῃ λέξεων ἀπὸ τῆς βίβλου τῶν ψαλμῶν παραληφθεισῶν μαρτυρίαι κεῖνται ὡς ὑ
Greek
Fragmenta in Psalmos Prologus 1 ̓Εν τῇ καινῇ διαθήκῃ λέξεων ἀπὸ τῆς βίβλου τῶν ψαλμῶν παραληφθεισῶν μαρτυρίαι κεῖνται ὡς ὑπὸ ἁγίου πνεύματος εἰρημέναι. Παῦλος ἐν τῇ πρὸς ̔Εβραίους ἐπιστολῇ ἀπὸ τοῦ ἐνενηκοστοῦ τετάρτου ψαλμοῦ κεφάλαιον λαβὼν ὑπὸ τοῦ ἁγίου πνεύματος ἀπηγγέλθαι αὐτὸ γράφει φήσας Καθὼς λέγει τὸ πνεῦμα τὸ α γιον· σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, καὶ τὰ ἑξῆς. πρὸς τούτῳ καὶ ὁ τῶν ἀποστόλων πρόκριτος Πέτρος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων σύμφωνα λέγει ο που μὲν Εδει πληρωθῆναι τὴν γραφήν, η ν προεῖπεν τὸ πνεῦμα τὸ α γιον διὰ στόματος ∆αυὶδ περὶ ̓Ιούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν ̓Ιησοῦν, καὶ τὰ ἑξῆς, οι ς ὀλίγα ἐπειπὼν ἐπήγαγεν Γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν· γενηθήτω ἡ ε παυλις αὐτοῦ ε ρημος καὶ μὴ ε στω ὁ κατοικῶν ἐν αὐτῇ, καί· τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ετερος. Οὐδὲν δὲ ξένον εἰ οἱ ἀπόστολοι ταῦτα γράφουσιν, αὐτοῦ μάλιστα τοῦ σωτῆρος ταῦτα ἐπισφραγιζομένου. μνήμης γὰρ γενομένης ἐν τῷ Εὐαγγελίῳ τῆς ἀρχῆς τοῦ ἑκατοστοῦ ἐννάτου ψαλμοῦ ω δε ἐχούσης· Ει πεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ε ως α ν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, ἐπύθετο τῶν Φαρισαίων, εἰ ∆αυὶδ ἐν πνεύματι ἁγίῳ τὸν Χριστὸν κύριον ει πεν, πῶς υἱὸς αὐτοῦ ἐστιν. Εἰ τοίνυν πνευματικὰ νοήματα περιέχουσιν οἱ ψαλμοί, οὐχ ὡς ε τυχεν ἐντευκτέον τῇ γραφῇ αὐτῶν. 2 Ps 1,1 Εστιν ἁμαρτωλῶν ὁδὸν τὸν διάβολον εἰπεῖν, ἐν ῃ ὁ γενόμενος μὴ ἐμμενέτω ἑπόμενος τῇ φασκούσῃ διδασκαλίᾳ ̓Αντίστητε τῷ διαβόλῳ καὶ φεύξεται ἀφ' ὑμῶν. ̔Ο μὴ στὰς ἐν ταύτῃ τῇ ὁδῷ ἐλεύσεται πρὸς τὸν εἰπόντα κύριον ̓Εγώ εἰμι ἡ ὁδός, ἐν ῃ γενόμενος κατὰ σκοπὸν δραμῶν τεύξεται τοῦ βραβείου. 3 Ps 1,3 ab Πῶς γὰρ οὐκ ε δει τῇ σοφίᾳ ὁμοιοῦσθαι τὸν ἐκ τῶν εἰρημένων μαρτυρούμενον ὡς ει η σοφός; ὁμοιοῦται γάρ τις τῷ ποιότητα τοιάνδε χαριζομένῳ, η οὐχ ο μοιος δικαιοσύνῃ ὁ δίκαιος καὶ ὁ αγιος ἁγιότητι· εἰ δὴ τοῦτο, καὶ τῇ σοφίᾳ ὁ σοφός. προσελθὼν σπάσας ἀπ' αὐτῆς τὸ ειναι, σοφὸς ὁμοιοῦται αὐτῇ, κατὰ τὸ λεχθὲν ὑπὸ τοῦ σωτῆρος ̓Αρκετὸν τῷ μαθητῇ ινα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. ̔Ο δὲ ὁμοιούμενος τῷ τῆς ζωῆς ξύλῳ γίνεται μὲν ἐν τῷ παραδείσῳ, ι να σὺν αὐτῷ φυτευθῇ· ου τως ἀκουστέον τοῦ ἐν ̔Ησαΐᾳ γεγραμμένου ἐκ προσώπου τοῦ θεοῦ Κατὰ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ε σονται αἱ ἡμέραι τοῦ λαοῦ μου. τούτου ἀληθοῦς ο ντος, ἐπεὶ ἀΐδιον τὸ τῆς ζωῆς ξύλον, συναιωνίζει καὶ συναπαθανατίζεται αὐτόν· αυ τη ἡ ὁμοιότης συμφυεῖς ἡμᾶς ποιεῖ ἐν τῷ ξύλῳ, ω στε κλάδους αὐτοῦ καὶ κλήματα χρηματίσαι ἐπὶ τῷ θεῖον καρπὸν ἀγαγεῖν. αμπελος γὰρ ἀληθινὴ τὸ ξύλον τῆς ζωῆς τυγχάνον φησὶ πρὸς τοὺς μιμητὰς διὰ καλοκἀγαθίας γινομένους ̓Εγώ εἰμι ἡ αμπελος ἡ ἀληθινή· ̔Υμεῖς τὰ κλήματα· ̔Ο πατήρ μου ὁ γεωργός· Πᾶν κλῆμα ἐν ἐμοὶ μένον, καθαίρει αὐτό, ι να καρπὸν πλείονα φέρῃ. 4 Ps 1,3 cd ̓Αλλὰ καὶ τοῦ ξύλου τοῦ πεφυτευμένου παρὰ τὰς διεξόδους τῶν ὑδάτων (τοῦτο δέ ἐστιν ἡ τοῦ θεοῦ σοφία) καρπὸς μέν ἐστιν ἡ μυστικὴ καὶ πνευματικὴ τῶν γραφῶν διάνοια, φύλλα δὲ σκέποντα τὸν εἰρημένον καρπὸν αἱ πρόχειροι λέξεις εἰσὶν αι πρὸς τῷ ποιεῖν τὸ ι διον ε ργον ἐν τῷ φυλάττειν τοὺς καρποὺς καὶ τροφὴ γίνονται τῶν ἀκεραιοτέρων ἀνθρώπων τῶν δι' ἁπλότητα κτηνῶν λεγομένων κατὰ τὸ ̓Ανθρώπους καὶ κτήνη σώσεις, κύριε. 5 Ps 1,4 ̓Αμέλει γοῦν δι' η ν ε σχον ἐκ τοῦ ἀσεβεῖν εὐτέλειαν χνοῦς θελήσαντες ει ναι καὶ τὴν εἰκόνα τοῦ χοϊκοῦ φέρειν, παραπλησίως εὐτελεστάτῳ χνῷ ἐκριπτοῦνται ἀπὸ προσώπου τῆς γῆς, ἀνέμου αὐτοὺς ἀναρριπίσαντος πονηροῦ καὶ τῇδε κἀκεῖσε διαρριπτοῦντος. νοήσεις δὲ α νεμον 1 ἐκριπτοῦντα αὐτοὺς καὶ τὸν τιμωροῦντα αὐτοὺς α γγελον καὶ τὴν ὁρμὴν τῆς πλανησάσης αὐτοὺς διδασκαλίας Περιφερομένους παντὶ ἀνέμῳ διδασκαλίας ἐν τῇ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.