Fragmenta in Psalmos · §u01-rem-early

Unit 1 rem early

Rem early: Unit 1; lemma and argument toward the thesis.

Greek

κυβείᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ. 6 Ps 1,5 ̓Αναστήσονται μὲν οἱ ἀσεβεῖς, ἀλλ' οὐ κριθήσονται τῷ αὐτοκατάκριτοι ει ναι. ̔Ο γὰρ μὴ πιστεύων εἰς ἐμέ, φησίν, η δη κέκριται, κατάκριτος ἐκ τῆς ἑαυτοῦ ἀπιστίας ἀναδειχθείς. Ps 1,6a Οἰκειοῦται τὰς τῶν δικαίων πράξεις· τούτῳ γὰρ ἐνταῦθα τὸ Γινώσκει. 7 Ps 1,6b ∆ειχθέντος ὡς οἱ ἀσεβεῖς ἐν κρίσει οὐκ ἐγείρονται, πεφανέρωται πῶς Πολλοὶ τῶν καθευδόντων ἐν χώματι γῆς, οἱ μὲν εἰς ζωὴς αἰώνιον, οἱ δὲ εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον ἐγείρονται. πῶς γὰρ οὐκ εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον ἀνίστανται οἱ ἐπὶ τὸ κριθῆναι ἐγειρόμενοι, αὐτῆς τῆς κρίσεως τὰ ἁμαρτήματα αὐτῶν φανερούσης; εἰ δὴ τοῦτο σαφὲς γέγονεν, διὰ τί μὴ ει ρηται Πάντας ἐγείρεσθαι τοὺς καθεύδοντας ἐν γῆς χώματι, τοὺς μὲν εἰς ζωὴν αἰώνιον, τοὺς δὲ εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον; ταῦτα γὰρ γέγραπται περὶ μόνων τῶν εἰς κρίσιν ἁμαρτωλῶν ἐρχομένων καὶ εἰς ζωὴν αἰώνιον ἐγειρομένων δικαίων, τῶν ἀσεβῶν οὐκ ει ς τι τούτων ἐγειρομένων, οὐκ ἐσομένης ἐξετάσεως αὐτῶν μετὰ ἀνάστασιν. 8 Ps 2,8 Πάντων ἀνθρώπων προαιρετικῶς κινουμένων (αὐτεξούσιοι γάρ), οὐδεὶς κατ' οὐσίαν ἀγαθὸς η κακός ἐστιν· καὶ ἐπεὶ ὁ ἀρετῆς μετέχων οἰκειοῦται θεῷ μόνος, καὶ πᾶς ὁ τοιοῦτος κληρονομία θεοῦ τυγχάνει. ο τε ου ν ὁ ̓Ισραὴλ ἀγαθὸς ὑπῆρχεν, ἐλέγετο περὶ αὐτοῦ ̓Εγενήθη μέρις κυρίου ̓Ιακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ ̓Ισραήλ. παρίσταται ὡς οὐκ ἀποκληρωτικῶς μόνον τὸ ε θνος τοῦτο, ἀλλὰ διὰ καλοκἀγαθίαν ου τως ἐχρημάτισεν ἐκ τοῦ περὶ θεοῦ λεγομένου ὑπὸ τῶν ἁγίων ἀνδρῶν ̓Εξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν ̓Ιακὼβ η ν ἠγάπησεν. εἰ δὲ τηρήσει ἐντολῶν καὶ πίστει τῇ εἰς θεὸν κληρονομία τις γίνεται θεοῦ, ὁ παραβαίνων τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τῆς εἰς αὐτὸν πίστεως μεταπίπτων ἐκβάλλεται τῆς τοιαύτης τιμῆς, ὡς αυ ὁ ἐκκλίνας ἀπὸ τοῦ κακοῦ καὶ τὸ ἀγαθὸν ποιῶν γίνεται θεοῦ κλῆρος καίπερ οὐκ ω ν πρότερον. ταύτης μενούσης τῆς ἀκολουθίας, ὁ πάλαι διὰ θεοσέβειαν ω ν κληρονόμος θεοῦ ̓Ισραήλ, ἀποστάτης θεοῦ γενόμενος μετέπεσεν, οὐ δεξάμενος τὸν ἐπ' εὐεργεσίᾳ προηγουμένως αὐτοῦ, ει τα καὶ τῶν α λλων ἀνθρώπων, ἐληλυθότα σωτῆρα. ε δει τοίνυν ἀντεισαχθῆναι ε τερον συμπληρούμενον ἐκ πλειόνων ἐθνῶν καὶ προσερχόμενον τῷ εὐαγγελίῳ. Τὸ ου ν Αι τησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἡμῶν ε νεκα ἀλλ' οὐ τοῦ υἱοῦ ει ρηται· δηλοῖ γὰρ ὡς οὐκ αὐτῷ προστίθεταί τι ἀλλὰ τοῖς δεομένοις αὐτοῦ· ὡς γὰρ ἰατρῷ καὶ διδασκάλῳ δίδονται, ινα ὑγιαίνοντες καὶ ἐπιστήμονες ἐξ αὐτοῦ γένωνται. ἀλλὰ καὶ τὸ Τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς ἁπλούστερον νοηθείη ου τως· μέχρι τῶν ἐσχάτων τῆς γῆς ἡ σὴ κρατήσει διδασκαλία, κηρυττομένου τοῦ εὐαγγελίου ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν. εἰ δυνατὸν πέρατα τῆς γῆς καλεῖσθαι ἐνταῦθα τοὺς βίῳ καὶ φρονήματι περάσαντας τὴν γῆν, ἐπίστησον. 9 Ps 2,10 Κα ν νῦν σύνεσιν λάβετε ἀναστάντος ἐκ νεκρῶν τοῦ σταυρωθέντος, καὶ ὑμεῖς δὲ οἱ α ρχοντες παιδεύθητε γνόντες, ο τι, ο ν ἐδόξατε περιβαλεῖν θανάτῳ, ἀνέστη λύσας τὴν νεκρότητα· τοῦτο γὰρ προτρέψεται δουλεῦσαι ὑμᾶς ἐν φόβῳ τῷ ἐπιβουλευθέντι πρὸς ὑμῖν γνοῦσιν, ο τι θεός ἐστιν, καθ' ου συνεληλύθειτε. αυ τη ἡ ἐν φόβῳ δουλεία πεπαύσεται προκοπῆς γεγενημένης, ὡς θείαν ἀγαλλίασιν μετὰ τρόμου ἐγγενέσθαι ὑμῖν· εἰ γὰρ καὶ χαρά τις εὐλόγως γινομένη, τυγχάνει ἡ ἀγαλλίασις· ἀλλ' ου ν ἐπὶ θεῷ σὺν τρόμῳ γίνεται. τούτῳ συνᾴδει τὸ ̓Αλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, ο τι κύριος υ ψιστος φοβερός· ὑψίστου γὰρ φοβεροῦ ο ντος τοῦ ἐφ' ῳ ἡ ἀγαλλίασις, μετὰ τρόμου ε χειν αὐτὴν δεῖ. 10 Ps 2,12a–c Τὸ ̓Εν τάχει τῷ ∆ράξασθε παιδείας ἀποδοτέον καθ' ὑπερβατὸν εἰρημένον, ὡς ει ναι τὸ ἀκόλουθον τῆς φράσεως ου τως· 2 ∆ράξασθε παιδείας ἐν τάχει καὶ ε τι ἐν τῷ βίῳ τούτῳ τυγχάνοντες, μήποτε, ῥαθυμούντων ὑμῶν, ὀργισθῇ κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας. 11 Ps 3,4 ̓Επειδὴ δ' ἐλέχθη ὡς ἐκ προσώπου κυρίου ὁ ψαλμὸς ἀπαγγέλλεται, ῥητέον ὡς καὶ αὐτοῦ ὑψοῦται ἡ κεφαλή, ὁ θεὸς ου σα, ο τ' α ν ἡ θεότης αὐτοῦ φανερὰ δι' ἀποδείξεως τοῖς πιστοῖς γίνεται. σημαίνει τὸ τῆς κεφαλῆς ο νομα ἐν τούτοις α ρχοντα· διὸ τῶν ἀνδρῶν α ρχων ὁ Χριστὸς ἁγίων ο ντων βασιλεὺς αὐτῶν εἰκότως ἐστίν, καὶ ταύτῃ κεφαλὴ αὐτῶν χρηματίζει. 12 Ps 3,5 ̔Η ὑπερφυὴς γνῶσις αὐτοῦ δύναται ο ρος α γιον ει ναι θεοῦ, ἐξ ου εἰσακούει τῶν εὐχομένων θεός, ὁ μονογενὴς υἱὸς αὐτοῦ, περὶ ου ει ρηται Εσται ἐμφανὲς τὸ ορος κυρίου ἐπ' ἐσχάτου τῶν ἡμερῶν, δηλούσης τῆς λέξεως ταύτης τὴν γενομένην αὐτοῦ φανέρωσιν κατὰ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.