Fragmenta in Psalmos · §u02-rem-mid

Unit 2 rem mid

Rem mid: Unit 2; lemma continues; reading with the letter.

Greek

ἑκούσιον ἐχούσης τῆς διὰ λόγου προσαγωγῆς ἐλέγχου καὶ παιδεύσεως. Τὰ πάντα, φησίν, ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται, γράφει Παῦλος. ὁ διὰ φωτὸς ε λεγχος φανέρωσίς ἐστιν ἀποδείξεως τρόπῳ γινομένη οὐχ ἁμαρτωλῶν μόνων ἀλλὰ καὶ δικαίων, φωτίζοντος τοῦ θεοῦ τὰ κρυπτὰ τῶν ἁμαρτωλῶν (δι' α γνοιαν καὶ κακίαν σκότος ὠνομασμένων) καὶ φανεροῦντος τὰς βουλὰς τῶν καρδιῶν τῶν δικαίων. πλὴν εἰ καὶ ἐπίπονα ἐπάγει ὁ θυμὸς καὶ ἡ ὀργὴ τοῦ θεοῦ, ἀλλὰ προθέσει ἀγαθῇ ἐπὶ τῷ κωλῦσαι κακίαν καὶ ἀσέβειαν γίνεται. ἀμέλει ὁ τοῦ χρησίμου τῆς ὀργῆς καὶ τοῦ θυμοῦ πειραθεὶς εὐχαριστεῖ λέγων· Εὐλογήσω σε, κύριε, ο τι ὠργίσθης μοι εἰς σωτηρίαν· ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με. καὶ αὐτὸς ὁ θεὸς φανερῶν τὴν ἐγκεκρυμμένην ἀγαθότητα ἐν τῇ ὀργῇ αὐτοῦ φησὶν Οτ' α ν ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι· ἐπιφέρει γὰρ αὐτὴν οὐκ ἐπὶ τῷ βλάψαι ἀνθρώπους, ἀλλ' ἀφανίσαι α προαιρετικῶς ε σχον κακά. εἰ γὰρ καὶ ̓Αποκαλύπτεται ὀργὴ θεοῦ ἀπ' οὐρανοῦ ἀλλά γε ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων ἐπάγεται, ι να ἀφανισθῇ ἀπ' αὐτῶν ἀδικία καὶ ἀσέβεια α ς ε σχον πρὶν πειραθῆναι ὀργῆς. Οτι δὲ οὐ πάθος θεοῦ ἐκ τούτων τῶν λέξεων παρίσταται, μανθάνομεν καὶ ἐκ τῶν Μωϋσέως πρὸς τὸν θεὸν λόγων φερομένων ου τως· ̓Απέστειλας τὴν ὀργήν σου καὶ κατέφαγεν αὐτοὺς ὡσεὶ καλάμην. ει ρηται δὲ τὰ ἐπίπονα τὰ καθαπτόμενα τῶν πονηρῶν ἐν τούτοις ὀργῇ θεοῦ κρίσει αὐτοῦ εἰς τοὺς ἀξίους ἐρχόμενα. οὐδὲ γὰρ ἡ 7 ὀργὴ τὸ πάθος τῶν ἐξαποστελλομένων ἐστίν· ε χει γὰρ τὸ ει ναι ἐν μόνῃ τῇ θυμικῇ τῆς ψυχῆς δυνάμει, η ς ε ξω γενομένη οὐδ' ο λως ὑφίσταται· ε στι γὰρ τῶν ἐν α λλοις τὸ ει ναι ἐχόντων. 33 Ps 6,3–4a Ιασις δὲ ἀσθενείας ψυχῆς ἡ ἐκ θεοῦ δύναμις, ὡς λέγειν τὸν ταύτης τυχόντα Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντι με Χριστῷ. Οτι δὲ οὐκ ει που τῆς γραφῆς ει ρηται ̓Οστᾶ, οὐ πάντως περὶ τῶν αἰσθητῶν ἐστιν τὸ δηλούμενον, ἐπιστατέον τῷ Πάντα τὰ ὀστᾶ μου ἐροῦσιν Κύριε κύριε, τίς ο μοιός σοι; καὶ τῷ ∆ιεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾳ δην. 34 Ps 6,5a Τὸ ̓Επίστρεψον διττῶς νοεῖται. δηλοῦται γὰρ ὁτὲ μὲν νόησις τοιαύτη· ἐπεὶ ἀπέστρεψας τὸ πρόσωπόν σου ἐπ' ἐμοῦ, διὰ τί μοι χρήσιμον παρακαλῶ, ο πως ἐπιστρέψῃς καὶ ἐπιφάνῃς μοι αὐτό. ὁτὲ δὲ παρίσταται θεωρία τοιαύτη· ἐπεὶ ἡ ψυχή μου ἁμαρτάνουσα ἀπεστράφησεν ἐπὶ κακῷ τῷ ἑαυτῆς, ἐπιστρέψας αὐτὴν πρὸς ἑαυτὸν ἀνακαλούμενος κατὰ τὸ ̓Επιστράφητε, υἱοὶ ἀφεστηκότες, λυτρῶσαι αὐτὴν ἀπὸ τῶν μακρυνάντων ἁμαρτημάτων καὶ τῶν ἐνεργουσῶν αὐτὰ πονηρῶν δυνάμεων. 35 Ps 6,6–7 Οἱ περὶ τοῦ κοινοῦ θανάτου ὑπονοοῦντες εἰρῆσθαι τὰ προκείμενα σφάλλονται, μᾶλλον δὲ ἀσεβοῦσιν. οἱ γὰρ α γιοι α νδρες οὐ τότε μόνον μνήμην ε χουσι θεοῦ, ο τε τὴν κοινὴν ζωὴν ε χουσιν, ἀλλὰ πολλῷ μᾶλλον, ο τε χωρίζονται τοῦ φθαρτοῦ σώματος. τί ου ν φησιν; ἐπεὶ οὐδεὶς μεμνημένος σου ἐν θανάτῳ γίνεται ο ν ἡ ἁμαρτία ἀποτίκτει (ου τος δέ ἐστιν ὁ χωρίζων ἐναρέτου ζωῆς τὴν ἁμαρτάνουσαν ψυχήν), ποθῶ δὲ μνήμην σου ε χειν· εἰς τοῦτ' αὐτὸ ῥέψας τὴν ἀγαθότητά σου· σῶσόν με, ι να μὴ ἰσχυσάσης κατ' ἐμοῦ τῆς προσούσης ἀσθενείας καὶ ταραχῆς καταποθῶ ὑπὸ τοῦ θανάτου. οὐ γὰρ ει ρηται Οὐ μέμνηται θεοῦ ὁ ἐν θανάτῳ, ἀλλ' ̔Ο μνημονεύων αὐτοῦ οὐκ ε στιν ἐν θανάτῳ, περὶ ου φησιν ὁ σωτὴρ ̔Ο τὸν λόγον μου ἀκούων θάνατον οὐ θεωρεῖ εἰς τὸν αἰῶνα. 36 Ps 6,8b Ορα εἰ δύναται τὸ ̓Επαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου καὶ ἑτέραν νόησιν ε χειν. ο τε σὺν δικαιοσύνῃ ε ζων, ἐνέαζον ἀεὶ ζῶν κατὰ τὴν καινότητα τοῦ πνεύματος καὶ τὴν καινὴν διαθήκην· ἐπειδὴ δὲ ἐξ ἀπροσεξίας ἡμετέρας μετέστην τοῦ ἐπαινετῶς ζῆν παρὰ τοῖς ἐχθροῖς γενάμενος, πεπαλαίωμαι κατὰ τὴν τοῦ ἀνθρώπου ἐκείνου παλαιότητα, ο ν ἐκδύσασθαι Παῦλος παραινεῖ (φαῦλος δὲ βίος ου τος), ι ν' ̓Ενδυσώμεθα τὸν νέον α νθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν ὁσιότητι καὶ γνώσει τῆς ἀληθείας, ου τος δέ ἐστιν ὁ βίος ὁ ἀκηλίδωτος. 37 Ps 6,9 Νοήσεις δὲ ταῦτα λέγεσθαι καὶ πρὸς τοὺς τὴν συσκευὴν αὐτῷ κατεργασαμένους ἀοράτους ἐχθροὺς καὶ πονηρὰς δυνάμεις τὰς διαφθονουμένας τῇ κατὰ θεὸν αὐτοῦ προκοπῇ καὶ μετὰ τὴν ἁμαρτίαν ἐπιχαιρησικάκως λεγούσας Οὐκ ε στιν σωτηρία αὐτῷ ἐν τῷ θεῷ αὐτοῦ. 38 Ps 6,11 ̓Αγαθῆ προθέσει ευ χεται ὑπὲρ τῶν ἐχθρῶν· θέλει γὰρ αὐτοὺς αἰσχυνθῆναι ἐφ' οι ς ε πραττον, δι' α καὶ ἐχθροὶ τῶν δικαίων καὶ τοῦ θεοῦ η σαν. ε σται δὲ τοῦτ' αὐτοῖς ἐπωφελές· ὁ γὰρ ἐξ αἰσθήσεως αἰσχυνθεὶς καὶ ταραχθεὶς ἐπὶ τῇ ἐνεργουμένῃ ὑπ' αὐτοῦ κακίᾳ, καταγνοὺς αὐτῆς,

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.