Fragmenta in Psalmos · §u02-rem-early

Unit 2 rem early

Rem early: Unit 2; lemma and argument toward the thesis.

Greek

οὐκ ὀλιγοχρόνιος οὐδὲ πρόσκαιρος· ο θεν Εἰς αἰῶνα ἀγαλλιάσονται, σοῦ κατασκηνοῦντος ἐν αὐτοῖς. πῶς γὰρ οὐκ ἀεὶ ἀγαλλίασιν ε ξει ῳ θεὸς πάρεστιν κατασκηνῶν ὡς ἐν ἰδίῳ ναῷ; ὡς γὰρ τὸ μακρύνεσθαι θεοῦ, αἰχμαλωτιζούσης τῆς ἁμαρτίας, θρήνων καὶ ὀλοφυρμῶν ἐπάξιον, ου τως οἰκεῖον ἀγαλλιᾶν τοῖς θεὸν ἐν ἑαυτοῖς ε χουσιν ἐνοικοῦντα καὶ ἐμπεριπατοῦντα. 30 Ps 5,12ab 30 ̔Ρηθείη τὰ προκείμενα καὶ περὶ τῆς τοῦ σωτῆρος ἐπιδημίας, εὐφρανθέντων πάντων τῶν καραδοκούντων αὐτοῦ τὴν ἐνανθρώπησιν· ἠλπίζετο γὰρ αυ τη τοῖς προφήταις καὶ τοῖς νοοῦσι τὰς προφητείας. ἐπεδήμησεν γὰρ ὁ θεὸς λόγος σὰρξ γεγονὼς προσλήψει σαρκός, ι να σκηνώσῃ ἐν τοῖς πιστεύουσιν αὐτῷ· ̔Ο λόγος γάρ φησιν σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. ου τω σκηνώσαντος αὐτοῦ Εἰς αἰῶνα ἀγαλλιάσονται οἱ ὑποδεξάμενοι αὐτὸν ἐν ἑαυτοῖς· ο ψονται γὰρ τοῦ σκηνώσαντος ἐν αὐτοῖς διὰ σαρκὸς λόγου τὴν ∆όξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας, οἱ τοῦ χρόνου τούτου εἰς αἰῶνα ἀγαλλιώμενοι ε ργῳ θεασάμενοι τὴν ὡς μονογενοῦς πατρὸς δόξαν, οι φασιν· Εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν, ε χοντες θεωρίαν τῆς δόξης αὐτοῦ καθ' η ν μονογενὴς παρὰ πατρός ἐστιν. Ps 5,13b Οπλον καὶ στέφανος ὁ σταυρός· ο πλον διὰ τοὺς πολεμοῦντας, στέφανος διὰ τοὺς νικῶντας. καὶ πάλιν· ο πλον διὰ τοὺς στρατιῶτας, στέφανος διὰ τοὺς βασιλεύοντας. 31 Ps 6,1 Θειοτέραν δὲ νόησιν ε χων ἐν υ μνοις ἐμπεριέχεται καὶ αὐτὸς τοιοῦτος· ᾳ δεται δὲ καὶ ου τος Εἰς τὸ τέλος τῷ τελεώτατα ει ναι τὰ περὶ τῆς ὀγδοῆς θεωρήματα. θεωρητέον δὲ τίς ἡ πνευματικὴ περιτομὴ η ν ὁ ε χων θεῷ περιτέμνεται, τοῦ κατὰ σάρκα περιτεμνομένου οὐ πάντως τοῦτο ε χοντος. φησὶ γοῦν ὁ προφήτης πρὸς τοὺς σπουδάζοντας περὶ τὴν κατὰ σάρκα μόνον Περιτμήθητε τῷ θεῷ ὑμῶν καὶ μὴ περιτέμνεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν· καὶ ε τι ὁ αὐτὸς προφήτης· Πάντα τὰ ε θνη ἀπερίτμητα σαρκί, ὁ δὲ οικος ̓Ισραὴλ ἀπερίτμητοι καρδίας αὐτῶν. 6 ω σπερ τοίνυν ὁ αἰσθητῶς περιτεμνόμενος περιαιρεῖ τι τοῦ ὑπηρετοῦντος γενέσει μέλους, ου τως ὁ πάντα λογισμὸν φίλον γενέσει τῆς νοήσεως ἐκβαλὼν τὴν καρδίαν περιτέτμηται. ταύτην τὴν περιτομὴν ε χουσιν οἱ γνησίως ἀγαμίαν προτεθειμένοι μεριμνῶντες τὰ τοῦ κυρίου, ι να αὐτῷ ἀρέσωσιν. Αυ τη ἡ περιτομὴ ὀγδόῃ ἡμέρᾳ κατορθοῦται· ὑπερβῆναι γὰρ δεῖ τῷ περιτεμνομένῳ τὸν ἐν ε ξ ἡμέραις κόσμον γεγενημένον, καὶ τοῦτό ἐστιν τὸ ἐν ἑβδόμῃ ἡμέρᾳ γενέσθαι ου σῃ ἀληθινῷ σαββάτῳ ἁγίῳ καὶ τρυφερῷ. καὶ ἐπεὶ οὐκ ἐπαρκεῖ πρὸς τελείαν μακαριότητα τὸ ἀργῆσαι τῶν κοσμικῶς γινομένων, δεῖ προσλαβεῖν τὴν μετὰ τὴν ἐν τῷ σαββάτῳ διαγωγὴν ὑπερκόσμιον κατάστασιν ου σαν ὀγδόην. ὁ πειραθῆναι ταύτης ε χων πόθον οὐκ ἀγαπήσει τὸν κόσμον οὐδὲ τὰ ἐν αὐτῷ. Εἰς ταύτην τὴν πνευματικὴν νόησιν χειραγωγεῖ ἡμᾶς καὶ τὸ καταμιχθὲν τῇ προστάξει τῆς αἰσθητῆς περιτομῆς οὐ σῷζον τὸ ευ λογον ἐπὶ ἱστορίας ψιλῆς μενόντων· Πᾶν, φησίν, α ρσεν τῇ ὀγδόῃ ἡμέρᾳ περιτμηθήσεται. ἐπὶ παραβάσει τῶν ου τω προσταχθέντων ὁρίζεται ἀπειλὴ ἐξολοθρεύσεως κατὰ τοῦ μὴ περιτμηθέντος τῇ ὀγδόῃ ἡμέρᾳ παιδίου ἀλλ' οὐ κατὰ τῶν γονέων η τοῦ ἑτέρως ἀνατρέφοντος τὸ παιδίον· ἐδόκει γὰρ ευ λογος ει ναι ἡ ἀπειλή, εἰ κατά τινος τούτων ἐφέρετο, οὐκ ε τι σῴζουσα τὸ ἀκόλουθον ἐπὶ ὀκταημέρου παιδίου ου πω τέως ε χοντος τὸ πράττειν καὶ μάλιστα προθέσει τοῦ τηρεῖν ἐντολὴν θεοῦ. 32 Ps 6,2 ̓Ελέγχεται θυμῷ, ου τὰ ἁμαρτήματα φανεροῦται, ἐπαχθείσης αὐτῷ κατὰ ἀνταπόδοσιν πικρᾶς καὶ ἐπιπόνου ἀγωγῆς, ὡς αυ ὁ ὑποπεσὼν τοῖς ὀργῇ θεοῦ ἐπαγομένοις συναίσθησιν λαμβάνων τῆς αἰτίας γενομένης κακίας τοῦ ταῦτα παθεῖν ἐν ὀργῇ παιδεύεται. ταύτῃ τῇ διανοίᾳ ει ρηται πρὸς τοῦ εἰς αι σθησιν ἀχθέντος ̓Οργὴν κυρίου ὑποίσω ο τι η μαρτον αὐτῷ, ε ως ου δικαιῶσαι τὴν κρίσιν μου καὶ ἀποίσει τὸ κρίμα μου καὶ ἐξάξει με εἰς τὸ φῶς. ο τ' α ν γὰρ εἰς κατάστασιν ἀχθεὶς τοιαύτην γνῷ θεραπείας τρόπῳ ἐπῆχθαι αὐτῷ θεόθεν τὴν ὀργὴν, οὐκ ἀπαρέσκεται τέως ὑποκεῖσθαι αὐτῇ, ε ως δικαιωθῇ ἡ κρίσις τοῦ βοηθείας χάριν κρίναντος ου τως. οι δεν γὰρ ο τι ἀνυσάσης τῆς ὀργῆς κατὰ τὴν πρόθεσιν τοῦ ἐπαγαγόντος ἐξαχθήσεται εἰς τὸ φῶς ὑπὸ θεοῦ, ἀποισθέντος ὑπ' αὐτοῦ τοῦ κρίματος. Εἰ τοίνυν τῶν ἐλεγχομένων καὶ παιδευομένων οἱ μὲν διὰ θυμοῦ καὶ ὀργῆς, οἱ δὲ λογικῇ διδασκαλίᾳ ὑφίστανται, ταῦτα περαιτητέα τὰ μετὰ πόνου εἰς ε λεγχον καὶ παίδευσιν α γονται. οὐ γὰρ ε τι πάντῃ ἑκούσιον ἡ ἐπὶ τούτοις μετάγνωσις, πολὺ τὸ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.