Fragmenta in Psalmos Unit 3 opening
Unit 3.
Lemma-led open — σωματικοῖς καλουμένας. παρίσταται τοῦτο ἐκ πλειόνων γραφῶν, ω ν μία ἐστὶν ἡ ̓Εγγὺς ει τοῦ
Greek
σωματικοῖς καλουμένας. παρίσταται τοῦτο ἐκ πλειόνων γραφῶν, ω ν μία ἐστὶν ἡ ̓Εγγὺς ει τοῦ στόματος αὐτῶν, πόρρω δὲ ἀπὸ τῶν νεφρῶν. ει ρηται τοῦτο περὶ φαύλων ἀνθρώπων, λόγῳ μὲν ὁμολογούντων θεὸν ει ναι, οὐκ ἐχόντων δὲ αὐτὸν ἐν διανοήσει. ∆ικαία ἡ βοήθειά μου παρὰ τοῦ θεοῦ τοῦ σῴζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. δυνάμει τοῦτο διδάσκει, εἰ τοὺς εὐθεῖς τῇ καρδίᾳ σῴζει. ἀπαιτῶ δὲ δικαίαν βοήθειαν 9 παρ' αὐτοῦ ἐφ' ῃ σωθήσομαι· εὐθείαν καρδίαν ε χω ἐκτὸς ου σαν παντὸς δόλου· διὸ καὶ ἐπὶ τῇ ἀκακίᾳ μου κριθῆναι δέομαι. 44 Ps 7,12–14 ∆έησιν προσενέγκας ἐπὶ τῷ συντελεσθῆναι τὴν πονηρίαν τῶν ἁμαρτωλῶν καὶ ὑψωθῆναι τὸν κύριον ἐπὶ τοῖς πέρασι τῶν ἐχθρῶν ἀναστάντα ἐν ὀργῇ δι' ἀγάπην τὴν πρὸς τοὺς πλησίον, οὐδένα βούλεται ἀκουσίως παθεῖν τὴν συντέλειαν τῆς πονηρίας ἀλλὰ γνώσει προαιρετικῇ γνόντας τὸν θεὸν κριτὴν τυγχάνοντα. εἰ δὲ κριτὴς δίκαιος ὁ θεός, φοβητέον τὸ ἁμαρτάνειν· ε χομεν γὰρ τὸν λόγον πρὸς κριτὴν τὸ κρυπτὸν ὁρῶντα καὶ μηδὲν τῶν δρωμένων ἀγνοοῦντα. Ωσπερ δὲ κριτής, ου τω καὶ δίκαιός ἐστιν κατ' ἀξίαν ἐπάγων τὸ κρίμα τοῖς ὑπ' αὐτοῦ δικαζομένοις. κριτὴς δὲ ω ν δίκαιος καὶ ἰσχὺν ε χει ω στ' ἀμελλητὶ δύνασθαι κολάζειν τοὺς πταίοντας. ει ποτ' ου ν τις μὴ παρ' αὐτὰ δίκας εἰσπράττεται τῶν ἀσεβουμένων καὶ ἁμαρτανομένων, μακροθυμίᾳ τῇ ἐξ ἀγαθότητος τοῦ κριτοῦ γίνεται ὑπέρθεσις τῆς ἀνταποδόσεως· εἰ γὰρ δίκαιος κριτὴς καὶ ἰσχυρὸς η ν μόνον, α ρδην τὸ πᾶν ἀπώλλυτο, τῆς διανοίας τῶν ἀνθρώπων ἐπιρρεπῶς ἐχούσης πρὸς τὸ ἁμαρτάνειν, τῷ δὲ ε χειν πρὸς τοῖς εἰρημένοις καὶ τὸ μακροθυμεῖν. ἀγαθὸς γὰρ οὐ καθ' ἑκάστην ἡμέραν ὀργὴν ἐπάγει, καίτοι ἑκάστοτε ἀσεβείας ου σης καὶ ἁμαρτημάτων γινομένων. μακροθυμεῖ δὲ οὐχ ι να ἐπιμένωμεν τῇ κακίᾳ ἀλλ' ι να καιρὸν καὶ τόπον μετανοίας ε χωμεν· βούλεται γὰρ τὴν μετάνοιαν τοῦ ἁμαρτωλοῦ ι να ζῇ ὑπὲρ τὸν θάνατον ο ν δέχεται ἐπιμένων τῷ ἁμαρτάνειν, τὸ λεγόμενον ἀγνοῶν ο τι Τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε α γει. Πλὴν εἰ καὶ μὴ ὀργὴν ἐπάγει καθ' ἑκάστην ἡμέραν δι' ὑπερβάλλουσαν ἀγαθότητά τε καὶ μακροθυμίαν, ἀλλά γε τοῖς ἐμμένουσι τῇ κακίᾳ διὰ βίου ἐπαχθήσεται ὀργὴ ἐν ἡμέρᾳ ὀργῆς τουτέστιν ἐν ἡμέρᾳ κρίσεως. ̓Εὰν γὰρ μὴ ἐπιστραφῆτε, φησίν, ἡδόμενοι τῷ ἐμμένειν τῇ ἁμαρτίᾳ, στιλβώσει τὴν ῥομφαίαν αὐτοῦ (ἀντὶ τοῦ ἀκονήσει). σὺν αὐτῇ δὲ καὶ τὸ τόξον αὐτοῦ εὐτρεπίσει, ἑτοιμάζων ἐν αὐτῇ σκεύη θανάτου, ἐξεργασάμενος η δη τὰ τῶν κολάσεων βέλη κατὰ τῶν καιομένων ἐκ τῆς πυρώσεως τῶν παθῶν. πολλαχοῦ τῶν θείων παιδευμάτων εὑρίσκεται δηλουμένη ἡ κόλασις τῷ τῆς ῥομφαίας ὀνόματι. τὸ γὰρ ἐν Αμως τῷ προφήτῃ ου τως ε χον ̓Εν ῥομφαίᾳ τελευτήσουσιν πάντες ἁμαρτωλοὶ λαοῦ, οὐκ αἰσθητὴν μάχαιραν σημαίνει· οὐ γὰρ ἐξ α παντος πάντες οἱ ἁμαρτωλοὶ σφαγῇ προχείρως νοουμένῃ ἀναιροῦνται· ου μὴ ο ντος ἀναγκαίου παρίσταται πάντας τοὺς ἁμαρτωλοὺς κολάσει τελευτᾶν παραδοθέντας ψυχῇ καὶ σώματι ἀπολέσθαι ἐν γεέννῃ. τὸ αὐτὸ δηλοῦται καὶ ἐν τῷ προφήτῃ Σοφονίᾳ, λέγοντος τοῦ θεοῦ· Καὶ ὑμεῖς, Αἰθίοπες, τραυματίαι ῥομφαίας μού ἐστε, τῇ σαφηνισθείσῃ θεοῦ ῥομφαίᾳ παντὸς διὰ σκοτασμὸν τὸν ἐξ ἀγνοίας καὶ κακίας Αἰθίοπος προσαγορευομένου. φανερώτατα δ' ἐν ̓Εξόδῳ ἀντὶ ὠμοτάτης τιμωρίας ἡ ῥομφαία παρελήφθη· ε νθα οἱ γραμματεῖς τῶν υἱῶν ̓Ισραὴλ οἱ ἐπὶ τῶν ε ργων τοῦ τυράννου, ὑπ' αὐτοῦ χειροτονηθέντες, πικροτάτῃ ἀπειλῇ καὶ θλίψει ὑποπεσόντες συντυχόντες Μωυσεῖ καὶ ̓Ααρὼν ε λεγον ἐπαρώμενοι· Ιδοι ὁ θεὸς ὑμᾶς καὶ κρίναι· ἐβδελύξασθε γὰρ τὴν ὀσμὴν ἡμῶν ἐναντίον Φαραὼ δοῦναι ῥομφαίαν εἰς τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι ἡμᾶς. οὐ γὰρ τὴν ἐκ σιδήρου μάχαιραν ὑπειδόμενοι, ἀλλὰ τὴν ὠμότητα τοῦ α ρχοντος ταῦτ' εἰρήκασιν. Παρίσταται καὶ ἐκ τούτων τῶν λέξεων ἡ τοῦ θεοῦ μακροθυμία οὐκ ἀποτόμως χρησαμένου κατὰ τῶν μὴ μετανοούντων τῇ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.