Fragmenta in Psalmos · §u03-rem-early

Unit 3 rem early

Rem early: Unit 3; lemma and argument toward the thesis.

Greek

ῥομφαίᾳ ἀλλὰ στιλβώσαντος αὐτήν. καὶ τὸ τόξον δὲ ἐνέτεινεν καὶ ἡτοίμασεν ἐπὶ τῷ βαλεῖν τὰ τῆς κολάσεως βέλη, ἀλλ' οὐκ ἀπέλυσέν πω τὰ βέλη καίτοι ἐξεργασάμενος αὐτὰ καὶ ἑτοίμως ε χων πρὸς τὸ βαλεῖν. δυνατὸν ἐν τόξῳ σκεύη θανάτου ἡτοιμάσθαι εἰπεῖν τοὺς ὑπηρετοῦντας ταῖς κολάσεσιν σκεύη ὀργῆς πολλαχοῦ ὀνομαζομένους· ου τοι δέ εἰσιν οἱ πονηροὶ α γγελοι δι' ω ν ὀργὴ καὶ θυμὸς καὶ θλῖψις ἐπὶ τοὺς ἀξίους ἐκπέμπεται. εἰ δὲ καὶ τὰ ἐξειργασμένα τοῖς καιομένοις βέλη πληρωθέντα τοῦ δηλητηρίου φαρμάκου εἰσὶ τὰ σκεύη τοῦ θανάτου, ἐπιστατέον. 45 Ps 7,15–17 ̔Ο 10 ὠδινήσας ἀνομίαν συνέλαβεν πόνον ἐπὶ τῷ τεκεῖν ἀδικίαν. ταῦτα τὰ γεννήματα ο λεθρον τῷ κυήσαντι προξενεῖ, κολασθησομένῳ δι' ἀνομίαν καὶ ἀδικίαν α ἐποίησεν, οι ς καταλλήλως καὶ πόνον τὸν ἐν τῇ κολάσει συλλήψεται η πόνον τὸν ἐπὶ τῷ ἁμαρτάνειν. βαρυτάτη γὰρ καὶ ἐπαχθὴς ἡ τῆς ἀνομίας ἐργασία, παραβαλλομένη ταλάντῳ μολίβου· οὐδὲν γὰρ κατωφερέστερον τῆς κακίας ἀεὶ κάτω φερούσης τὸν κατ' αὐτὴν ποιωθέντα. Ει ρηταί τισιν ὡς, διὰ τὸ α τακτον τῆς κακίας, πρὸ τῆς συλλήψεως τῆς ὠδινήσεως λεχθείσης. ἐπὶ γὰρ τῶν κυουσῶν μετὰ τὴν σύλληψιν ἡ ὠδὶν μεθ' η ν τὸ τεκεῖν, ἐνταῦθα δὲ πρὸ τῆς συλλήψεως ἡ ὠδὶν ὠνόμασται τῷ μηδὲν τῶν ἐν κακίᾳ εἱρμὸν καὶ τάξιν ε χειν. ευ δὲ καὶ τὸ προτετάχθαι τῆς ἀδικίας τὴν ἀνομίαν. ἐκ ταύτης γὰρ α νομος γεγονώς τις, οὐκ ε τι ὑπὸ τὸν νόμον ἐστὶν τῆς δικαιοσύνης, ὡς λοιπὸν καὶ κατὰ τῶν α λλων ἀνθρώπων ἐπιτίθεσθαι ἐπὶ τῷ ἀδικεῖν αὐτούς. εὑρίσκεται τοῦτο μάλιστα περὶ τὸν Κάϊν· πρότερον γὰρ α νομος γεγονὼς τῷ μὴ ὀρθῶς διαιρεῖν α ε δει θεῷ θύειν, υ στερον καὶ ἀδικίαν ε τεκεν φονικῶς ἐπιθέμενος τῷ ἀδελφῷ. μάλιστα δὲ τῷ διαβόλῳ προσοικειοῦνται αἱ φωναὶ αυ ται ἀρχεκάκῳ ο ντι διὰ τὸ πρὸ πάντων ἠνομηκέναι καὶ ἠδικηκέναι. καὶ πᾶς δὲ ἁμαρτάνων πρῶτον ἑαυτόν, ει τα α λλον η α λλους βλάπτει· ἐπιζήμιον γὰρ καὶ βλαπτικὸν ο ν τὸ κακόν, πρὸ πάντων τὸν μετέχοντα αὐτὸν ζημιοῖ καὶ βλάπτει· ̓Αφροσύνη γὰρ ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ, ο θεν προσφυῶς ει ρηται τὸ ̔Αμαρτάνοντας καταδιώξεται κακά. Τίς δὲ ὁ λάκκος ο ν ω ρυξεν ὁ ψεγόμενος η η ν ἐποίησεν κακίαν; γέγραπται γὰρ περὶ ἁμαρτανούσης ψυχῆς ̔Ως ψύχει λάκκος υ δωρ, ου τως ψύχει κακία αὐτῆς. βόθρος δὲ πολλαχοῦ τῆς γραφῆς ἀντὶ κακίας λαμβάνεται ὡς τὸ Τυφλὸς τυφλὸν ἐὰν ὁδηγεῖ, ἀμφότεροι ἐμπεσοῦνται εἰς βόθρον· καὶ ἐνταῦθα γὰρ τοὺς ὑπ' ἀγνοίας καὶ α λλης κακίας τυφλοὺς διδασκάλους καὶ μαθητὰς ἐκληπτέον. 46 Ps 7,18 ̓Απὸ τοῦ ἐλπίζειν ἐπὶ κύριον τὸν θεὸν αὐτοῦ ἀρξάμενος τοῦ ψαλμοῦ, εἰς εὐχαριστίαν καταπαύει, ὡς εἰκός, τυχὼν τῶν αἰτηθέντων η πιστῶς προσδοκῶν αὐτά· εὐχαριστίαν γὰρ δηλοῖ ἐνταῦθα τὸ ̓Εξομολογήσομαι· διὸ καὶ συνέζευκται αὐτῷ τὸ Ψαλῶ. ἐξομολογεῖται δὲ οὐχ ὡς ε τυχεν, ἀλλὰ Κατὰ τὴν δικαιοσύνην τοῦ θεοῦ· καὶ ψάλλει οὐ παρέργως, ἀλλὰ Τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου, ὡς η δη σχῶν ἐπικεκλημένον ἑαυτῷ αὐτό. διὸ καὶ ὑψηλὸς κατὰ ἁγιότητα καὶ ἀρετήν ἐστιν· οὐδεὶς γὰρ ταπεινὸς ἀλλὰ μόνος ὁ ὑπὲρ εὐσεβείας μετεωριζόμενος μετέσχει τῆς τοῦ ὑψίστου προσηγορίας. 47 Ps 8,1 ̔Ο γὰρ ἑκάστου ἀνθρώπου βίος ἀμπελὼν κατὰ τὰς γραφὰς καλεῖται. περὶ τοῦ τοιούτου Ναβουθαὶ ὁ δίκαιος ἀντέστη τῷ τυραννικῶς ἀπαιτοῦντι, αἱρούμενος τεθνᾶναι μᾶλλον η δοῦναι τὸν ἀμπελῶνα αὐτοῦ τῷ θέλοντι αὐτὸν ποιῆσαι κῆπον λαχάνων. μεγαλόψυχος γὰρ ὁ ἀνὴρ καὶ ὁ ἀμπελὼν περιμάχητος, βίος ω ν α ριστος, πρακτικὸς α μα καὶ θεωρητικός. τοῦτον οἱ πονηροὶ λαμβάνειν ἐθέλουσιν οὐκ ἐπὶ τῷ καρποφορεῖν κατ' αὐτόν, ἀλλὰ κατασπᾶν εἰς πρόσκαιρα καὶ ταχὺ μαραινόμενα πράγματα, λάχανα εἰκότως ὀνομαζόμενα· ̔Ωσεὶ λάχανα γάρ φησι ταχὺ ἀποπεσοῦνται. περὶ τῶν προσκαίρους σπουδὰς ἐχόντων ει ρηται τοῦτο. τούτῳ τῷ ἀμπελῶνι παραπλήσιοι καὶ οἱ ἐν τῷ Αισματι τῶν ᾀσμάτων εἰσὶν ὀνομαζόμενοι ἐν τῷ Υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί, ε θεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα. Παρειλήφαμεν δὲ τὰ νῦν ταύτην τὴν λέξιν μόνον τοῦ δεῖξαι χάριν ο τι τὸ ο νομα τοῦ ἀμπελῶνος σημαίνει βίον. ὁ κατὰ τὸν τοιοῦτον ἀμπελῶνα καρποφορῶν βότρυας ἀληθείας καὶ σταφυλὴν φέρει. τὰ ου τω γενήματα τῆς ἀμπέλου καιρὸν ε χοντα τοῦ τρυγηθῆναι δρέψασθαι προσήκει καὶ εἰς ληνοὺς ἀπαγαγεῖν, ι ν' ἐκθλιβέντα οι νον ποιήσωσι τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου. καὶ ἐπεὶ πρακτικὸς καὶ θεωρητικὸς ὁ βίος τυγχάνει, οἱ μὲν θεωρήματα τῆς ἀληθείας, 11 ὁ δὲ ε ργα ἐπαινετὰ καρποφορήσει. οὐ μία δέ ἐστιν ἡ ληνὸς ἐφ' η ν φέρονται οἱ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.