Unit 12 rem mid
Rem mid: Unit 12; lemma continues; reading with the letter.
Greek
σταυρὸν σημαίνεσθαι ἀπὸ τῆς προκειμένης λέξεως κέρατος σχῆμα φέροντα. 192 Ps 21,23 Καὶ ταύτην τὴν λέξιν ἐκ προσώπου Χριστοῦ εἰρῆσθαι ἡ πρὸς ̔Εβραίους ̓Επιστολή φησιν, ἀναφθεγγομένου πρὸς τὸν πατέρα· Ω πάτερ, τὸ σὸν ο νομα, τουτέστιν τὴν σὴν ἰδιότητα καὶ οἰκειότητα, τὴν ε ννοιάν σου διηγήσομαι, φανερὰν αὐτὴν ποιῶν τοῖς γεναμένοις μου ἀδελφοῖς οι ς τὸ ἐμὸν πνεῦμα κατέπεμψας· πρὸς ου ς ῥηθείη α ν ο τι ̓Εστὲ υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ ἐν ταῖς καρδίαις ὑμῶν. ου τοι δέ εἰσιν οἱ τὸ πνεῦμα τῆς υἱοθεσίας ἐκ θεοῦ λαβόντες, ι να τοῦ θεοῦ μὲν υἱοί, ἀδελφοὶ δὲ τοῦ μονογενοῦς ω σιν. καὶ ἐκ νεκρῶν γοῦν ἀναστάς, ἐπιφανεὶς ταῖς γυναιξίν, Πορευθεῖσαι, ε φη, ει πατε τοῖς ἀδελφοῖς μου ο τι ἠγέρθην. ἐν μέσῳ δὲ τῆς ἐκ τούτων συναγομένης ἐκκλησίας ὑμνήσει τὸν πατέρα, αι νους καὶ παιᾶνας θεολογικοὺς ἀναπέμπων. 193 Ps 21,24 Κατὰ πλείονας τρόπους τοῦ ̓Ιακὼβ ὀνομαζομένου (σημαίνει γὰρ ἡ προσηγορία αυ τη ὁτὲ μὲν τὸν θεῖον α νδρα, υἱὸν μὲν ̓Ισαάκ, πατέρα δὲ τῶν δώδεκα πατριαρχῶν, ὁτὲ δὲ τὸν ἐκ τούτου προελθόντα δωδεκάφυλον λαόν, ὁτὲ δὲ τὰς δέκα φυλὰς μόνας ἀποσχισθείσας τοῦ οι κου ∆αυὶδ καὶ ἀκολουθησάσας τῷ ̔Ιεροβοάμ, ὁτὲ δὲ τὸν σωτῆρα αὐτὸν κατὰ τὸ ̓Ιακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· ̓Ισραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου· ταύτην γὰρ τὴν προφητείαν περὶ τοῦ σωτῆρος ὁ Ματθαῖος εἰρημένην ε γραψεν) ζητητέον κατὰ τί τῶν σημαινομένων ει ρηται τὸ Απαν τὸ σπέρμα ̓Ιακώβ, δοξάσατε αὐτόν. καὶ ὁ μὲν πολὺς ἐρεῖ· τοῦ πατριάρχου ̓Ιακὼβ τὸ σπέρμα τὸ δωδεκάφυλον ἐντραφὲν τῇ ἀναγνώσει τοῦ νόμου καὶ τῶν προφητῶν δοξάσαι βούλεται τὸν θεὸν καὶ διὰ νοημάτων καὶ λόγων καὶ ε ργων ἀγαθῶν. τάχα δέ, ἐπεὶ ψεῦδος ει η τοῦτο πολλῶν ἐκ τοῦ ̓Ιακὼβ γεγενημένων ἀπίστων καὶ προδοτῶν ̓Ιησοῦ, λέξει τις ο τι τοῦ ̓Ιακὼβ τοῦ πτερνιστοῦ καὶ καταπαλαίσαντος τὸν θάνατον καὶ τὴν ἀντικειμένην δύναμιν ( ̓Ιησοῦς δέ ἐστιν ου τος) τὸ σπέρμα αὐτοῦ τὸ γενόμενον ἐκ διδασκαλίας δοξάσαι τὸν θεὸν α παν δυνήσεται. ἐπειδὴ δὲ καὶ ̓Ισραήλ ἐστιν ο ν προσεδέξατο ἡ ψυχὴ τοῦ θεοῦ ἐκλεκτὸν ο ντα σπέρμα αὐτοῦ, ῃ ̓Ισραήλ ἐστιν φοβηθήσεται τὸν θεόν. καὶ ε καστος δὲ τῶν μιμητῶν ̓Ιησοῦ, εἰ μὲν ε χει τὴν πάλην πρὸς ἀρχὰς καὶ ἐξουσίας καὶ κοσμοκράτορας τοῦ σκότους τούτου, ̓Ιακώβ ἐστιν πτερνίζων τοὺς ἀντιπάλους· εἰ δὲ καρδίαν ε χει καθαρὰν καὶ νοῦν διαυγῆ, ο ψεται τὸν θεόν, ̓Ισραὴλ κατὰ τοῦτο τυγχάνων. παντὸς ου ν τοῦ τοιούτου τὸ σπέρμα θεὸν φοβηθήσεται. 194 Ps 21,25 ̓Επεὶ οὐκ ἐξουδένωσεν ἐμοῦ τοῦ πτωχοῦ τὴν δέησιν οὐδὲ προσώχθισεν μυχθίζων αὐτήν, τούτου χάριν εὐχάριστοι γινόμενοι ἐπὶ τῷ ἐπηκοῦσθαι ὑπὸ κυρίου τὴν δέησιν ὑπὲρ ἡμῶν γινομένην αἰνέσατε καὶ δοξάσατε καὶ φοβήθητε αὐτόν. εἰ γὰρ καὶ ὡς πτωχὸς πρὸς αὐτὸν προσηυξάμην, ἀλλ' εἰδέναι ὀφείλετε ο τι ἐγὼ πλούσιος ω ν, θησαυρὸς ω ν τοῦ πληρώματος τῶν ἀγαθῶν, δι' ὑμᾶς ἐπτώχευσα ι να διὰ τῆς ἐμῆς πτωχείας πλουσίους ὑμᾶς ποιήσω· οὐ γὰρ οι οί τε η τε σάρκα περικείμενοι δέξασθέ μου τὸν πλοῦτον τέως ἐκ μέρους γινώσκοντες καὶ προφητεύοντες. πτωχεύσας ου ν δι' ὑμᾶς, 51 ὑπὲρ ὑμῶν πρὸς κύριον ἐκέκραξα, καὶ ὑπήκουσέν μου δοὺς ὑμῖν ἐκεῖνα ἐφ' οι ς πλούσιοι ἀπεφάνθητε. ου τω γάρ μου περὶ ὑμῶν πρεσβευομένου, Οὐκ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ' ἐμοῦ, ἀλλ' ε τι μᾶλλον ἐπέλαμψέν μοι αὐτό· διὸ καὶ τὴν κραυγήν μου προσήκατο. 195 Ps 21,26a 195 Ανθρωποι μὲν ἐπὶ φανεροῖς ε ργοις καὶ ἐπιτηδεύμασιν ἐπαινοῦσιν, θεὸς δὲ τὸ κρυπτὸν ὁρῶν ἐπὶ τελείᾳ ἀρετῇ καὶ γνώσει ὑπερβαλλούσῃ ἐπαινεῖ. μεγάλου τινὸς ου ν ἐστιν μετὰ παρρησίας εἰπεῖν· Παρὰ σοῦ, ω θεέ, ὁ ε παινός μου, οὐκ ἐπὶ τῶν τυχόντων ἀλλ' ἐπ' ἐκκλησίας μεγάλης· μεγάλη δὲ ἐκκλησία ἡ ἐκ τῶν καθ' ε καστον μεγάλων συναγομένη, ὡς ἐκκλησία πολλὴ ἡ ἐκ πολλῶν συλλεγομένη. 196 Ps 21,26b Εὐχή ἐστιν ὁμολογία γινομένη εὐχαριστίας, εἰ τῶνδέ τινων θεόθεν τεύξοιτο. 197 Ps 21,27 ∆ιττοῦ πλούτου κατὰ τὰς γραφὰς λεγομένου, ὡς τοὺς μὲν πλουτεῖν ἐν ε ργοις ἀγαθοῖς καὶ παντὶ λόγῳ καὶ πάσῃ γνώσει, τοὺς δὲ πλουσίους ει ναι ἐκ ψευδοδόξων δογμάτων καὶ πράξεων δυσαρέστων, ἀκόλουθον ἑκατέρῳ πλούτῳ ἐναντίαν ει ναι πενίαν. καὶ ὁ τὸν μὲν θεῖον πλοῦτον ε χων, τοῦ φαύλου στερούμενος, ε χοι α ν τὴν ἐναντίαν αὐτῷ πενίαν ὡς α μα πλούσιον καὶ πένητα ἐπαινετῶς αὐτὸν ει ναι· ὡς αυ ὁ τὸν μοχθηρὸν πλοῦτον ε χων ε χοι α ν καὶ τὴν ψεκτὴν πενίαν ἀντικειμένην τῷ πλούτῳ τῷ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.