Unit 12 rem early
Rem early: Unit 12; lemma and argument toward the thesis.
Greek
τοῦτο ου ν τὸ σῶμα τὸ ἐκ τῆς παρθένου ἐμβὰς ὁ σωτὴρ Εἰς χοῦν, ε φη, θανάτου κατήγαγές με. τάχα καὶ εἰς η ν κατῆλθεν νεκρότητα καὶ τὸν ᾳ δην δι' ἡμᾶς χοῦς ἐστιν θανάτου· γέγονε γὰρ ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. 187 Ps 21,17c–19 ̔Η Ωρυξαν χεῖράς μου καὶ πόδας λέξις τὸν διὰ σταυροῦ σημαίνει θάνατον τῶν ἐπὶ τοῦτο ἐρχομένων, ἐξορυττομένων τὰς χεῖρας καὶ τοὺς πόδας διὰ τῆς τρυπήσεως τῶν η λων. ̓Εξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. ἐξαριθμεῖσθαι πάντα τὰ ὀστᾶ τοῦ σώματος δύναται, ο τ' α ν γυμνωθῇ τῶν συμπεπαρμένων σαρκῶν· καὶ τοῦ Χριστοῦ σώματος μὲν ὀστᾶ προαποδέδονται οἱ ἀποστόλοι, σάρκες δὲ αὐτοῦ ῥηθεῖεν οἱ ἐπιπολαιότερον καὶ σωματικώτερον πεπιστευκότες. ο τε ου ν ἐπὶ τὸ αὐτό ἐστιν τὸ σῶμα, τὰ μὲν ὀστᾶ διακρατεῖ τὰς σάρκας, αἱ δὲ σάρκες περὶ τὰ ὀστᾶ τυγχάνουσιν καλύπτουσαι αὐτά. ο τ' α ν ου ν φόβος τις ἐκταράξῃ φευγόντων τῶν ἐπιπολαιότερον πεπιστευκότων, καταλείπονται μόνοι οἱ στερροὶ καὶ ευ τονοι ζηλωταὶ ὡς ἐξαριθμεῖσθαι αὐτοὺς γυμνωθέντας πεφευγότος τοῦ πλήθους. Αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με· καίτοι οὐκ αὐτῶν περιγεναμένων μου (ἐγὼ γὰρ ἑκουσίως αὐτὰ ἀνειλόμην), ∆ιεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ε βαλον κλῆρον. Πρὸς τῇ ἱστορίᾳ ἀλληγορικώτερον ̔Ιμάτια καὶ ̔Ιματισμὸς ̓Ιησοῦ ει ναιδύνανται αἱ πρόχειροι τῶν γραφῶν λέξεις· ταύτας γὰρ ἀμφίσκεται καὶ περιβάλλεται ὁ θεὸς λόγος ὑφεστὼς κατὰ τὰ πνευματικὰ νοήματα. οἱ ου ν ἑτερόδοξοι δήμιοι καὶ πνεύματα κυριοκτόνα τὰ ἱμάτια τοῦ σωτῆρος μερίζονται τὰς τῶν γραφῶν λέξεις. ε καστος γὰρ αὐτῶν τὰς μὲν δέχεται τῶν γραφῶν, τὰς δὲ ου , καίτοι τοῦ χιτῶνος ̓Ιησοῦ ἀσχίστου τυγχάνοντος διὰ τὸ ει ναι α ρραφον· οὐ γὰρ βεβιασμένην ε νωσιν ἀλλὰ συμφυῆ ε χει. ε στιν δὲ καὶ α νωθεν διὰ τὸ θεόπνευστος ει ναι ὑφαντὸς δι' ο λου· διὰ πάσης γὰρ δυνάμεως ἡ γραφὴ α νωθέν ἐστιν. ̔Η δὲ ἐκκλησία οὐ μερίζεται τὰ ἱμάτια οὐδὲ κλῆρον βάλλει ἐπ' αὐτοῖς· ο λα γὰρ ε χει καὶ ἐνδέδυται παραστᾶσα ἐκ δεξιῶν ̓Ιησοῦ οι α Βασιλὶς ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη πεποικιλμένη. ὑπεραναβᾶσα δὲ ταῦτα τὰ ἱμάτια καὶ αὐτὸν ̓Ιησοῦν ἐνδύσεται ο ντα σοφίαν καὶ δύναμιν πατρός, σοφὴ καὶ δυνατὴ γινομένη. 188 Ps 21,20 Ταῦτα δὲ ποιούντων ἐκείνων, Μὴ μακρύνῃς τὴν βοήθειάν μου· σοῦ γὰρ βοηθοῦντος καὶ εἰς τὴν ἀντίληψίν μου προσέχοντος, τριταῖος ἀναστὰς ἐκ νεκρῶν ματαίαν τὴν κατ' ἐμοῦ ἐπιβουλὴν ἀναδείξω. 189 Ps 21,21a ̓Επεὶ οἱ περικυκλώσαντές με ἐχθροὶ κατ' ἐμοῦ φονῶντες μάχαιραν ε χουσιν οὐ σῶμα ἀλλὰ ψυχὴν τρῶσαι δυνατήν, ̔Ρῦσαι ἀπὸ τῆς τούτων ῥομφαίας τὴν ψυχήν μου, ἀβλαβῆ αὐτὴν ἀπὸ ταράχου καὶ δειλίας φυλάττων. εἰ γὰρ καὶ ἱκανῶς παρεσκεύασται ἡ ἡμετέρα ψυχή, ἀλλά γε θεωροῦσα τὸν διάβολον μετὰ πάσης τῆς τῶν δαιμόνων φάλαγγος καὶ τοῦ στίφους τῶν ἀντικειμένων ἐνεργειῶν καὶ πονηρῶν ἀνθρώπων, ὑπ' αὐτῶν ἐνεργουμένων ταραχθεῖσα (τρεπτῆς γάρ ἐστι φύσεως) σύμμαχον ε χειν παρακαλεῖ τὸν δυνάμενον ῥύσασθαι ἀπὸ τῆς ῥομφαίας τῶν πολεμίων. Τάχα δὲ καὶ αὐτὸς ὁ διάβολος ἀλληγορικῶς ῥομφαία λέγοιτο, ἐπεὶ τολμᾷ κατὰ πάσης ψυχῆς τρῶσαι αὐτὴν προαιρούμενος· καὶ ἐκ ταύτης τοίνυν τῆς ῥομφαίας ῥυσθῆναι παρακαλεῖ. 190 Ps 21,21b Ου ς πρότερον πληθυντικῶς περικυκλώσαντας αὐτὸν κύνας ει πεν, νῦν ἑνικῶς διὰ τὸ γένος καλεῖ. μονογενῆ δὲ αὐτοῦ τὴν ψυχὴν ει πεν διὰ τὸ μεμονῶσθαι καὶ κεχωρίσθαι τῶν α λλων ψυχῶν. πᾶσαι μὲν γὰρ ἐκεῖναι ε γνωσαν ἁμαρτίαν, αυ τη δὲ ου . κἀκείναις μὲν ἐκ διαλειμμάτων ἐπιφοιτᾷ καὶ σύνεστιν ὁ θεὸς λόγος, ταύτῃ δὲ ἀχωρίστως καὶ ἀδιαστάτως μέχρι τέλους ἀδιάζευκτος διαμενεῖ. ταῦτ' ου ν τὰ 50 ἐξαίρετα αὐτῇ συνόντα μονογενὴς ει ναι αὐτοῦ λέγεται. Τάχα δὲ καὶ ἡ παραστᾶσα αὐτῷ ε νδοξος ἐκκλησία, οὐκ ε χουσα σπῖλον η ῥυτίδα, συμπληρουμένη ἐκ τῶν ἀμώμως τελείων, μονογενὴς αὐτοῦ τυγχάνει, ω ν προκοπτόντων εἰς τάγματα πολλὰ διῃρημένων διὰ τὴν ἐκ τῆς προκοπῆς διαφοράν· ἑξήκοντα γοῦν οὐσῶν βασιλίδων καὶ ὀγδοήκοντα παλλακῶν καὶ νεανίδων ω ν οὐκ ε στιν ἀριθμός, μία αυ τη ὑπὲρ πάσας ἐστὶν περιστερὰ τελεία μονογενὴς ου σα τῇ μητρὶ αὐτῆς τῇ α νω ̔Ιερουσαλήμ. 191 Ps 21,22 ̓Απὸ τοῦ μικρῷ πρόσθεν εἰρημένου λέοντος διαβόλου νῦν σωθῆναι παρακαλεῖ, ἀλλὰ καὶ τὴν ταπείνωσιν ἑαυτοῦ καθ' η ν ̓Εταπείνωσεν ἑαυτὸν ὑπήκοος γενόμενος τῷ πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. σωθῆναι δὲ βούλεται καὶ ἀπὸ κεράτων μονοκερώτων, α λλου ει δους ἀντικειμένης δυνάμεως βασιλείαν ἐπαγγελλομένης· βασιλείας γὰρ σύμβολον τὸ κέρας. εἰσὶν δὲ οἱ νομίζοντες τὸν
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.