Fragmenta in Psalmos · §u13-rem-early

Unit 13 rem early

Rem early: Unit 13; lemma and argument toward the thesis.

Greek

τὸν οι νον, καταμίξασα τὰ θεῖα θεωρήματα λέξεσιν ἀνθρωπίναις. ἐκ τούτου τοῦ κρατῆρος μερίζουσα ἑκάστῳ δίδωσι ποτήριον, ο περ ποτήριον κράτιστον ο ν, τουτέστι τίμιον καὶ ἐξαίρετον τοῦ λαβόντος, λέγεται ὡς καὶ τὸ πνεῦμα τὸ α γιον χρηματίζει· τοῦ εἰληφότος αὐτό φησιν Καὶ τὸ ποτήριόν μου. εἰ δὲ φέροιτο τὸ Ποτήριόν σου τοιαύτην ε χον διάνοιαν, σοῦ τοῦ κυρίου τὸ ποτήριόν ἐστιν, ο περ ι να πίω δέδωκας. οὐ γὰρ ἀνθρώπινον τὸ προειρημένον κρᾶμα τὸ πρὸς τῆς σοφίας προτεινόμενον. 208 Ps 22,6a Οὐ τοσοῦτον ἐξ ε ργων τις καρποῦται σωτηρίαν, ο σον ἐκ χάριτος θεοῦ ἐλεήμονος ο ντος. ̔Ο γὰρ θεὸς πλούσιος ω ν ἐν ἐλέει διὰ πολλὴν προσοῦσαν αὐτῷ πρὸς ἀνθρώπους ἀγάπην Χριστῷ συνεζωοποίησεν τοὺς νεκροὺς δι' ἁμαρτήματα καὶ τὰ παραπτώματα γεγενημένους· ο θεν καὶ ὁ α γιός φησιν· Καὶ τὸ ε λεός σου καταδιώξεται, ἀεὶ ἐπερχόμενον καὶ ἐπιχεόμενόν μοι. οὐ γὰρ ποτὲ μὲν ποτὲ δὲ ου , ἀλλὰ Πάσας τὰς ἡμέρας τῆς ζωῆς μου καταδιώκει με. πᾶσαι δὲ αἱ ἡμέραι τῆς ζωῆς η τοι οἱ διάφοροι φωτισμοὶ τῆς ἀληθείας καθ' ου ς ζωοποιούμεθα τυγχάνουσιν, η ὁ διὰ βίου παρὼν ἡμῖν Χριστός. 209 Ps 22,6b Εἰς τόπον μὲν χλόης κατασκηνοῖ, ἐν οι κῳ δὲ κυρίου κατοικεῖ, οὐκ ἐπί τινα καιρὸν ἀλλὰ πάσας τὰς ἡμέρας τῆς ζωῆς τῆς ἀθανάτου, ἀδιαστάτως καὶ ἐπαλλήλως φωτιζόμενος. 210 Ps 23,1b–2 Μυστικώτερον δὲ τοῦ κυρίου γέγονεν ἡ γῆ, ὁπηνίκα κατελθὼν ἠλευθέρωσεν αὐτὴν τῶν τυραννικῶς κρατούντων αὐτὴν δαιμόνων, καταλύσας πάντα τὰ ἐπ' αὐτῆς ἀπατηλῶς ἐπιτελούμενα, μαγείαν, φαρμακείαν, τὰ χρηστήρια τῶν ἐπὶ γῆς δαιμόνων σὺν τοῖς περὶ ἀγαλμάτων καὶ θυσιῶν νόμοις. ἀλλὰ καὶ τὸ πλήρωμα αὐτῆς τοῦ κυρίου ἐστίν, η τοι τὰ πάντα ἐπ' αὐτῆς ε θνη οἰκοῦντα· τὸ πλήρωμα τῶν ἀγαθῶν ο ἐπέβαλεν αὐτῇ κατὰ τὸ Τοῦ ἐλέους κυρίου πλήρης ἡ γῆ, Καὶ αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ. ἀλλὰ καὶ ἡ οἰκουμένη· αυ τη δέ ἐστιν ἡ ὑφ' ἡλίῳ ἐκκλησία αὐτοῦ α μα τοῖς κατοικοῦσιν αὐτήν. κατοικοῦσι δὲ ταύτην τὴν οἰκουμένην οἱ ἐκκλησιαστικῶς φρονοῦντές τε καὶ βιοῦντες. Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν, θαλασσῶν δὲ νοουμένων τῶν κατὰ τοὺς πειρασμοὺς περιστάσεων πολλὴν τρικυμίαν καὶ ἁλμυρίδα ἐχόντων. τότε γὰρ θεμελίωσιν καὶ ε δραν ἀμετακίνητον ἡ ἐκκλησία λαμβάνει, ο τ' α ν τρικυμιῶν προσβαλλουσῶν α σειστος κατὰ τὴν πίστιν διαμένῃ. Καὶ ἐπὶ ποταμῶν 54 ἡτοίμασεν αὐτήν. εὐτρεπῆ τὴν προειρημένην οἰκουμένην καὶ γῆν κατεστήσατο διὰ τῆς δοθείσης νομοθεσίας πρὸς τὸ δέξασθαι τὸ α γιον πνεῦμα, ἀφ' ου ὡς ἀπὸ πηγῆς τὰ ποικίλα χαρίσματα ῥέουσιν ποταμοὶ υ δατος ζῶντος. ἐπὶ τῷ γὰρ ε χειν τούτους τοὺς ποταμοὺς ἡτοίμασεν αὐτήν, θεμελιώσας αὐτήν, ὡς προείρηται, ἐπὶ θαλασσῶν. 211 Ps 23,4a ̓Απόκρισις φέρεται πρὸς τὸν ἐρωτήσαντα ἑρμηνεύουσα ὁποῖός ἐστιν ου τος. ἀθῷος δὲ χερσίν ἐστιν ὁ ἀμέμπτους καὶ ἀθῴους πράξεις ε χων, καθαρὰν δὲ καρδίαν ε χει ὁ βελτίστην ε ξιν ἀναλαβὼν καὶ θεωρητικὸς ω ν τῆς ἀληθείας. 212 Ps 23,4b ̓Επὶ ματαίῳ τὴν ψυχήν ἐστιν λαβεῖν, ο τ' α ν τις λογικὴν ψυχὴν ε χων γινώσκουσαν τί τὸ ὠφέλιμον καὶ βλαβερὸν μὴ χρῷτο τῇ γνώσει ταύτῃ, ω στε φεύγειν τὸ βλαβερὸν καὶ αἱρεῖσθαι τὸ ὠφέλιμον· ὡς καὶ νόμον ἐπὶ ματαίῳ εἰληφέναι φαμὲν τὸν ἀπ' αὐτοῦ μαθόντα τὰ ὑπαγορευόμενα καὶ ἐναλλὰξ χρώμενον ἐν τῷ ποιεῖν τὰ ἀπηγορευμένα. ὁ ου ν ἑπόμενος ταῖς κρίσεσιν τῆς ψυχῆς ταῖς περὶ ἀγαθῶν καὶ κακῶν ὡς ἀναχωρῆσαι τῶν φαύλων μεταποιεῖσθαι δὲ τῶν ἀγαθῶν, ου τος Οὐκ ε λαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ. Τάχα δὲ καὶ λαβών τις ψυχὴν λογικήν, δεκτικὴν ἀρετῶν καὶ ἐπιστημῶν, καὶ μὴ δεξάμενος ταῦτα ω ν ἐστιν δεκτικός, ἀλλ' ἀπάτῃ τοῦ βίου καὶ μερίμνῃ βιωτικῇ καταξανθεὶς ἡδοναῖς καὶ πάθεσιν, ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ ει ληφεν. ὁ δ' ἐναντίως τούτῳ διακείμενος οὐκ ἐπὶ ματαίῳ αὐτὴν ε λαβεν. καὶ ο λος ματαιότης ματαιοτήτων ὁ τῶν πολλῶν βίος ἐστίν. 213 Ps 23,4c.5 Πρόσεστι τῷ περὶ ου ὁ λόγος καὶ εὐορκεῖν καὶ τὸ μὴ ἐπὶ δόλῳ πανούργως ὀμνύειν τῷ πλησίον. ὀμνύει δὲ α νευ δόλου μόνος καὶ πᾶς ὁ φυλάττων τὸ Ναὶ ναὶ καὶ τὸ Ου ου . α θλον δὲ ε ξει παρὰ θεοῦ σωτῆρος αὐτοῦ εὐλογίαν η τις φθάννει ἐπὶ κεφαλὴν δικαίου. πνευματικὴ δὲ πάντως αυ τη, οὐ χοϊκή. σὺν ταύτῃ δὲ τῇ εὐλογίᾳ καὶ ἐλεημοσύνην λήψεται παρὰ θεοῦ τοῦ σῴζοντος αὐτὸν ἐλέῳ καὶ χάριτι, διὰ τοῦτο καὶ μακάριος ἐσόμενος ο τι ἐλεητικὸς καὶ κοινωνητικὸς γεγενημένος ἐλεηθήσεται. Μακάριοι γὰρ οἱ ἐλεήμονες, ο τι αὐτοὶ ἐλεηθήσονται. 214 Ps 23,6 ̓Επεὶ μὴ περὶ ἑνός τινος ἀναβαίνοντος εἰς τὸ ο ρος τοῦ κυρίου καὶ ἱσταμένου

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.