Unit 13 rem mid
Rem mid: Unit 13; lemma continues; reading with the letter.
Greek
εἰς τόπον α γιον αὐτοῦ ἡ ἐρώτησις γέγονεν, οὐδὲ ἡ ἀπόκρισις περὶ ἑνὸς ἀλλὰ περὶ παντὸς ἀθῴου χερσὶν καὶ καθαροῦ τῇ καρδίᾳ. διὸ καὶ ἐπιφέρει τὸ Αυ τη ἡ γενεὰ ζητούντων αὐτὸν ἀντὶ τοῦ Πάντες οἱ τοιοῦτοι καὶ τὴν ἐκ τῶν προειρημένων ἀρετὴν ἐσχηκότες γενεὰ ζητοῦντές εἰσι τὸν κύριον· ζητοῦντες δὲ ἐπὶ τῷ εὑρεῖν τὸ πρόσωπον τοῦ θεοῦ ̓Ιακώβ, ο ν θεωρῆσαι θέλουσιν ι να βελτιωθέντες ἐκ τῆς κατανοήσεως καὶ ἐκλάμψεως αὐτοῦ ει πωσιν· ̓Εσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε. 215 Ps 23,8–10 Προτρέχοντες θεῖοι α γγελοι προσεφώνουν τοῖς ἐφεστηκόσιν ταῖς οὐρανίαις πύλαις· Αρατε πύλας, οἱ α ρχοντες ὑμῶν, τὰς ὑμετέρας ω ν ἡγεῖσθε καὶ φύλακές ἐστε. ὡς γὰρ κατιών, κλίνας οὐρανὸν καὶ οὐκ ἀνοίξας κατῆλθεν, ου τως ἀναληφθείς, οὐκ ἀνοιχθεισῶν πυλῶν, εἰσῆλθεν, ἀλλὰ αἰρομένων. ει τα ἐπεὶ αυ ται αἱ πύλαι καὶ λογικαὶ τυγχάνουσιν, καὶ πρὸς αὐτὰς οἱ α γγελοί φασιν· ̓Επάρθητε, πύλαι αἰώνιοι. αυ ται δὲ αἱ πνευματικαὶ πύλαι οὐ πρόσκαιροι, ἐπεὶ μὴ σωματικαί, ἀλλ' αἰώνιοι διὰ τὸ α ϋλον καὶ ἀκήρατον· πλὴν φάσκοντες ἀρθῆναι καὶ ἐπαρθῆναι τὰς πύλας, οὐχ ε να τῶν ἐπιδόξων εἰσελεύσεσθαι ἀλλὰ τὸν Βασιλέα τῆς δόξης φασίν. Βασιλεὺς δὲ δόξης ὁ σωτὴρ τῷ α ρχειν πάντων τῶν ἐπιδόξων κατὰ θεὸν ει ρηται καὶ ὡς τὴν παρὰ πάντων κομιζόμενος δόξαν καὶ τὴν ἀληθῆ καὶ μόνιμον ε χων βασιλείαν. ταύτην δὲ παρέχων τοῖς ἀξίοις, καὶ κύριος αὐτῆς ει ρηται κατὰ τὸ Εἰ γὰρ ε γνωσαν, οὐκ α ν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. ἀλλ' ἐπεὶ μὴ μόνος ὁ θεὸς λόγος ἀνῆλθεν ἀλλ' ἐπιφερόμενος η ν ἀνείληφεν σάρκα ἐψυχωμένην ψυχῇ νοερᾷ, ξενιζόμεναι αἱ α νω δυνάμεις ἐπυνθάνοντο Τίς ἐστιν ου τος ὁ βασιλεὺς τῆς δόξης; σάρκα γὰρ περικείμενον τὸν λεχθέντα Βασιλέα τῆς δόξης ἰδοῦσαι, ἐθαύμαζον. Πάλιν 55 δὲ οἱ προτρέχοντες, Κύριος, ε λεγον, κραταιὸς καὶ δυνατός, α ντικρυς τοῦτο βοῶντες· ο ν ι στε παμβασιλέα καὶ τῶν ο λων δεσπότην κραταιὸν καὶ δυνατόν, ου τός ἐστιν σῶμα περικείμενος, ἀριστεύσας κατὰ τῶν ἀφ' ἡμῶν πεσόντων καὶ τυραννικὴν ε ξιν ἀναλαβόντων, Κύριος ω ν δυνατὸς ἐν πολέμῳ, ὀφθεὶς τῷ πάντας καταλελυκέναι ἀντιδοξῆσαι καὶ ἀνθίστασθαι θελήσαντας. Ταῦτα ἀκούσαντες οἱ α ρχοντες μετὰ καὶ τῶν αἰωνίων πυλῶν αὐτῶν οὐκ ἠρκέσθησαν τὸ προσταχθὲν μόνον ποιῆσαι, ἀλλὰ καὶ ταῖς ὑπερτέρω δυνάμεσιν ἐπιστατούσαις καὶ αὐταῖς ταῖς πύλαις τῶν ἀνωτέρων οὐρανῶν α περ η κουσαν ἀνήγγειλαν, κηρύττουσαι τὸ Αρατε πύλας, οἱ α ρχοντες ὑμῶν, καὶ τὰ ἑξῆς. καὶ πυθομέναις πάλιν αὐταῖς ἀπεκρίναντο η ν ε σχον καὶ αυ ται ἀπόκρισιν, Κύριος δυνάμεων εἰποῦσαι Αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. ∆υνάμεων δὲ κύριον αὐτὸν ει πον ὡς α ρχοντα στρατοπέδων. σημειωτέον δὲ ο τι οἱ τὰ ̔Εβραίων ἠκριβωκότες φασὶν τὴν Σαβαὼθ φωνὴν ἐν τῷ ̔Εβραικῷ κειμένην. εἰς ̔Ελλάδα φωνὴν οἱ ἑβδομήκοντα μεταλαμβάνοντες ὁτὲ μὲν τὸ Κύριος τῶν δυνάμεων, ὁτὲ δὲ Κύριος στρατιῶν, ὁτὲ δὲ τὸ Παντοκράτωρ ε ταξαν. λέγουσι γοῦν καὶ ἐν τῷ τόπῳ τούτῳ κειμένου τοῦ Σαβαώθ, μετάληψις εἰς τὸ Κύριος τῶν δυνάμεων γέγονεν. εἰ δὲ τὸ Σαβαὼθ ἐπὶ τοῦ σωτῆρος κεῖται, ἑρμηνεύεται δὲ καὶ εἰς τὸ Παντοκράτωρ, εἰκότως ἡ Παντοκράτωρ φωνὴ τοῦ σωτῆρος κατηγορηθείη· εἰ γὰρ Πάντα δι' αὐτοῦ γέγονεν καὶ Αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν, κρατεῖ δὲ προνοητικῶς τῶν δι' αὐτοῦ πάντων γεγενημένων καὶ πρὸ πάντων ἐστὶν τῶν ἐν αὐτῷ συστάντων, ἀκολούθως Παντοκράτωρ λέγεται. αὐτοῦ γοῦν ἐστι πρόσωπον λέγον ἐν Ζαχαρίᾳ Ου τω λέγει κύριος παντοκράτωρ ̓Οπίσω δόξης ἀπέστειλέν με, καὶ Γνώσῃ ο τι κύριος παντοκράτωρ ἀπέστειλέν με πρός σε. παντοκράτωρ γὰρ ὑπὸ παντοκράτορος ἀποστελλόμενος ὁ υἱός ἐστιν, ὑπὸ τοῦ πατρὸς πεμπόμενος. ἀριδηλότατα δὲ ἐν τῇ ̓Ιωάννου ̓Αποκαλύψει παντοκράτωρ ὁ σωτὴρ λέγεται· Τάδε γὰρ λέγει κύριος, ὁ μαρτὺς ὁ πιστὸς καὶ ἀληθινός, ὁ η ν καὶ ὁ ω ν καὶ ὁ ἐρχόμενος, κύριος ὁ θεὸς ὁ παντοκράτωρ. ἀναμφισβητήτως γὰρ ταῦτα περὶ τοῦ υἱοῦ ει ρηται. 216 Ps 24,1b–3a Οι δα μὴ καταισχυνθησόμενον ἐμαυτόν, ω σπερ καταισχύνονται οἱ ἐπ' α λλοις τισὶ πεποιθότες· ̔Ο πεποιθὼς γὰρ ἐπὶ πλούτῳ ου τος πεσεῖται. συνεκδοχικῶς δὲ περὶ πάντων τῶν προσκαίρων τοῦτο λεκτέον. τὴν γὰρ πρὸς σὲ πεποίθησιν ε χων ευ χομαι μὴ διαμαρτεῖν τῶν σπουδαζομένων, ο πως μὴ ὀφλήσω παρὰ τοῖς ἐχθροῖς γέλωτα· ἐχθροί μου δὲ διάβολος καὶ αἱ α λλαι πονηραὶ δυνάμεις καὶ α νθρωποι θεοσεβείας ἐκτός. τεθάρσηκα γὰρ καθ' ο λου τοῦτο μαθών, οὐ καταισχυνθήσεσθαι πάντας τοὺς
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.