Unit 14 rem mid
Rem mid: Unit 14; lemma continues; reading with the letter.
Greek
τοῦ οι κου κυρίου, ὁ ταύτην ποθῶν θεωρεῖν ευ χεται ἐν τῷ οι κῳ γενέσθαι, ι ν' ἐγγὺς αὐτῆς τυγχάνων γνησίως προβάλλων ἀλλὰ καὶ ὑπεραναβὰς ἐπισκέψηται τουτέστιν περιαθρήσῃ τὸν ναὸν αὐτοῦ, τάχα οὐδὲ ἀναχωρῆσαι αὐτοῦ ε τι θελήσας μιμούμενος 59 τὸν Σαμουήλ. καὶ ὁ μὲν ἁπλῶς περὶ τῶν ὑποβεβηκότων δογμάτων τῆς ἐκκλησίας διειληφὼς θεωρεῖ τὴν τερπνότητα κυρίου, προσβάλλων δέ τις τοῖς περὶ τῆς τριάδος περιαθρήσει τὸν ναὸν αὐτοῦ. 238 Ps 26,5.6 Πολλάκις η δη διαφορὰν σκηνῆς καὶ οι κου ο τε α μα ὀνομάζονται εἰρήκαμεν, ὡς τῆς μὲν προκοπὴν δηλούσης, τοῦ δὲ τελειότητα. ο τε τοίνυν ἐνέστηκέν τινι ε τι ἡ τῶν κακῶν ἡμέρα, οὐκ ἐν τῷ οι κῳ τοῦ θεοῦ ει ναι δύναται, ἀλλ' ἐν τῇ σκιᾷ κρύπτεται ὑπὸ κυρίου τῷ τὴν προκοπὴν σκεπάζειν τὸν κακίας ἀπαλλαττόμενον· οὐ γὰρ ὁ α ρτι μετανοῶν ἐπὶ τελειότητα ἰέναι οι ός τε. Τάχα δὲ τὸ ο νομα τῶν κακῶν σημαίνειν τὰ περιστατικὰ καὶ ἐνταῦθα δύναται. ̓Εσκέπασέν με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ, τῆς παιδεύσεως καθ' η ν προκόπτομεν. τὰ μέν ἐστι προφανῆ, τὰ δὲ ἀπόκρυφα καὶ ἀνακεχωρηκότα οι α τὰ μυστικά. ἐν τῷ προκόπτειν ου ν σκεπάζει ὁ θεὸς οὐκ ἐν τοῖς ἐπιπολαίοις ἀλλ' ̓Εν τῷ ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ. πρόσκειται δὲ τὸ Αὐτοῦ πρὸς παράστασιν τοῦ μὴ πᾶσαν σκηνὴν τουτέστι προκοπὴν κατὰ θεὸν ει ναι. ̓Εν πέτρᾳ υ ψωσέν με, μετὰ τὴν προκοπὴν φθάσαντά με ἐπὶ τὸν στερρότατον καὶ ἀρραγῆ τῆς τελειώσεως λόγον πέτραν ἀλληγορικώτερον ὀνομαζόμενον· αὐτὸς ὁ κύριος υ ψωσέν με. κατάλληλον τῇ προκοπῇ τὸ Εκρυψεν, τῇ τελειότητι τὸ Υψωσεν. δυνατὸν δὲ καὶ τὴν διὰ νόμου καὶ προφητῶν ἀγωγὴν σκηνὴν λέγειν η ς ἐν τῷ ἀποκρύφῳ τουτέστιν ἐν τῷ μυστικῷ νῷ κρύπτει τὸν παιδευόμενον ὁ θεός, ὑψῶν αὐτὸν ἐν πέτρᾳ πνευματικῇ οὐκ α λλῃ τοῦ Χριστοῦ τυγχανούσῃ. Καὶ νῦν μετὰ τὸ διαβῆναι τὴν προκοπὴν καὶ ἐπὶ τὸ τέρμα τῆς ἀληθείας ἐφθακέναι ὑψοῖ τὴν κεφαλήν, η τοι νοῦν τὸν ἐμὸν η Χριστὸν α ρχοντα νοῦ γεγενημένον, ἐπὶ τοὺς ἐχθρούς μου, ο πως ὑπὸ πόδας καὶ ὑποτεταγμένους αὐτοὺς ε χω. ̓Εκύκλωσα καὶ ε θυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν αἰνέσεως. Κατάλληλον τῷ Εκρυψέν με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου καὶ τὸ προκείμενον· τότε γὰρ θυσίαν ἀλαλαγμοῦ μετὰ νίκην ἐπιτελουμένην θύσει, κυκλώσας ἐν τῇ σκηνῇ αὐτοῦ. ἀλαλάξαι δέ ἐστιν τὸ ἀθρόως ἐπὶ ἡττηθεῖσιν ἐχθροῖς βοῆσαι. ὁ ου ν τῶν ἐχθρῶν περιγινόμενος τὴν ἐπὶ νίκῃ χαριστήριον θυσίαν εἰκότως ἐν τῇ σκηνῇ, τουτέστιν ἐν τῇ προκοπῇ, προσάγει. Αισω καὶ ψαλῶ τῷ κυρίῳ. Οὐ μόνον θεωρήσω τὰ τῆς ἀληθείας ο περ δηλοῦται διὰ τοῦ Αισω, ἀλλὰ καὶ κατ' ἀρετὴν ἐνεργήσω ο παρίσταται διὰ τοῦ Ψαλῶ, ἀρεσκόντως θεῷ ποιῶν ἀμφότερα. τοῦτο γὰρ σημαίνει τὸ Αισομαι καὶ ψαλῶ τῷ κυρίῳ. 239 Ps 26,7–9a ̓Επιστάμενος ὁ ταῦτα λέγων εὐχαῖς δικαίων ἐπακούοντα τὸν θεόν, ἀπὸ τῆς αὐτῆς διαθέσεως τοῖς δικαίοις κεκραγὼς εἰσακουσθήσεσθαι ἀξιοῖ. Εἰ τὸ κατ' ἀξίαν σκοπήσοις, κύριε, οὐκ εἰσακούσῃ θνητοῦ τινος· οὐδεὶς γὰρ τηλικαύτην κραυγὴν ἀναπέμψει ὡς φθάσαι πρὸς σέ. εἰς τὴν σὴν ου ν ἀγαθότητα ἀποβλέψας ̓Ελέησόν με· ου τω γὰρ καὶ Εἰσακούσῃ μου. ἀμφότερα δὲ τότε ἐλεηθῆναι καὶ εἰσακουσθῆναι οὐκ ἐξ ἐπιπολῆς χειλέων ἀλλ' ἀπ' αὐτῆς καρδίας ει πον πρὸς σέ. διὰ τούτου παρίσταται ο τι οὐ πάντως τῆς προφορικῆς φωνῆς ἀλλὰ μάλιστα τῆς φωνῆς τῆς καρδίας εἰσακούει θεός. ̓Εξεζήτησέν σε τὸ πρόσωπόν μου· καὶ τοῦτο δὲ ει πέν σοι ἡ καρδία μου, τὸ ἐμοῦ τῆς καρδίας πρόσωπον οὐκ α λλο τυγχάνον τοῦ νοῦ ἐκζητήσει σε. τεύξομαι δὲ τῆς μετὰ τὴν ἐκζήτησιν εὑρέσεως πρόσωπον πρὸς πρόσωπον προσβάλλων σοι, καταργηθέντος τοῦ δι' ἐσόπτρου καὶ ἐν αἰνίγματι. ̓Επιστήσας ε γνων τὸ πρόσωπον τοῦ ε σω ἀνθρώπου κατ' εἰκόνα καὶ ὁμοίωσιν τὴν σὴν τετυπωμένον· ο θεν ζητῶ ἰδεῖν σου τὸ πρόσωπον. κατανοήσας γὰρ αὐτὸ φωτισμὸν πλείονα ε ξω. τότε δὲ ζητεῖν δύναμαι, ο τ' α ν σὺ ἐπιφάνῃς τὸ πρόσωπόν σου· εἰ μὴ γὰρ τοῦτο γένηται, προσβάλλειν αὐτῷ οὐ δυνήσομαι. διό φημι· Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ. 240 Ps 26,11 Νομοθέτησόν με, ι να τοιοῦτον νόμον παρὰ σοῦ λαβὼν ὁδεύσω τὸν εἰπόντα· ̓Εγώ εἰμι ἡ ὁδός. Καὶ ὁδήγησόν με τῇ εὐθείᾳ καὶ ἀκαμπεῖ ὁδῷ σου ε νεκα τῶν ἐπικειμένων ἐχθρῶν, σκάνδαλα ἐχόμενα τρίβου τιθέντων μοι. ε τι μὴν τῆς ἀρετῆς μεσότητος 60 ου σης ὑπερβολῆς καὶ ἐλλείψεως τοῦ τηρεῖν τὸ σύμμετρον, σὺ δέσποτα, ὁδήγησον, φέρων με εἰς τὸ τέλος αὐτῆς ε νεκα τῶν ἐχθρῶν μου τῶν ἐνεργούντων τὴν κακίαν.
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.