Unit 14 rem early
Rem early: Unit 14; lemma and argument toward the thesis.
Greek
ἐλπίζων οὐ μὴ ἀσθενήσω· ο σον περιέχομαι τῆς πρὸς θεὸν ἐλπίδος, ὑπ' αὐτῆς ἐνδυναμούμενος οὐκ ἀσθενήσω. φέρεται γραφὴ λέγουσα· Οὐ μὴ σαλευθῶ. καὶ διὰ ταύτης ου ν δηλοῦται· ἐπεὶ ἡ ἐλπὶς ἡ πρὸς θεὸν ε δραν μοι βεβαίαν καὶ ἀμετακίνητον παρέχει, ̓Ελπίζων ἐπὶ τῷ κυρίῳ οὐ μὴ σαλευθῶ. 231 Ps 25,2 ̓Επεὶ οὐχ ὁ ἑαυτὸν συνιστάνων δόκιμός ἐστιν ἀλλ' ο ν ὁ κύριος συνίστησιν, μαρτυρήσας ἑαυτῷ τὸ ἐν ἀκακίᾳ πεπορεῦσθαι καὶ τὸ μὴ ἀσθενῆσαι βούλεται ὑπὸ κυρίου δοκιμασθῆναι καὶ πειρασθῆναι μὲν δι' ἀγώνων, ι να ἀναφανῇ δίκαιος, πειρασθῇ δὲ ο πως πεῖραν δεδωκὼς καρτερίας ε χῃ τὸ δόκιμον. Καὶ πρότερον η δη ὡς ἀναλογίαν ἐχόντων τῶν νεφρῶν πρὸς τὴν καρδίαν ει ρηται. πυρωθῆναι ου ν ἑκάτερα ταῦτα ἀξιοῖ δι' ἐπιπόνου ἀγωγῆς, ι να ὡς χρυσὸς δόκιμος ἀναδειχθῇ. 232 Ps 25,3 Οὐκ α ν ἠξίωσα παθεῖν τὰ προειρημένα ἐπίπονα, εἰ μὴ κατανενοήκειν τὸν ε λεόν σου 58 συμβαλούμενόν μοι εἰς τὸ ἐνεγκεῖν αὐτά. ὁ ε λεος σοῦ ὁ τεθεωρημένος μοι τῷ κατέναντι τῶν ὀφθαλμῶν μου ει ναι συνεργεῖ πρὸς τὸ εὐαρεστῆσαι ἐν τῇ ἀληθείᾳ σου· κατὰ ἀλήθειαν γὰρ καὶ οὐκ ἐπιπλάστως εὐαρεστεῖν ποιεῖ ἡ τοῦ θεοῦ ἐλεημοσύνη. 233 Ps 25,6.7 Τὰς πρακτικὰς τῆς ψυχῆς δυνάμεις χεῖρας τροπικῶς καλουμένας ἐν ἀθῴοις νίπτεταί τις οὐδὲν φαῦλον ἀλλ' ει τι σπουδαῖον ἐνεργῶν ἐν αὐταῖς. τάχα δὲ καὶ ὁ μολύνας αὐτὰς ἐν ἐργασίᾳ πονηρῶν νίπτεται καὶ ἀποπλύνει αὐτὰς ἀνθ' υ δατος χρώμενος τῇ ἀγαθοεργίᾳ. ̔Ο πάντων τῶν προειρημένων βλαβερῶν ἐκτὸς γεγονὼς καὶ νιψάμενος ἐν ἀθῴοις τὰς χεῖρας δίκην ἀθῴου ἱερέως κυκλώσει τὸ πνευματικὸν θυσιαστήριον τοῦ κυρίου, ἐφ' ο τὰς πνευματικὰς θυσίας τις ἀναβιβάζει η τοι τὰς καθαρὰς εὐχὰς η τὰς νομίμους πράξεις. Τοῦ ἀκοῦσαι τῶν αἰνούντων σε ἀγγέλων καὶ ψυχῶν καὶ πνευμάτων δικαίων φωνὴν η περικύκλῳ τοῦ θυσιαστηρίου γεγένημαι η ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου καὶ πάντων τῶν προαγόντων ἀπεσχόμην, ἀλλὰ καὶ τοῦ ∆ιηγήσασθαι πάντα τὰ θαυμάσιά σου α τεραστίως καὶ παραδόξως ἐπιτελεῖς. 234 Ps 25,8.9 ̔Ο τὸν κύριον ἐξ ο λης ψυχῆς ἀγαπῶν καὶ τὰ τοῦ θεοῦ πάντα, ω ν ε ν καὶ ἡ εὐπρέπεια τοῦ οι κου αὐτοῦ τυγχάνει, ἀγαπᾷ· εὐπρέπεια δὲ τοῦ οι κου τοῦ θεοῦ ἡ τῶν δογμάτων ἀλήθεια καὶ ἡ διαταγὴ τῶν κανόνων τῆς ἐκκλησίας οι κου νοουμένης. πρὸς τούτοις δὲ καὶ τὸ σκήνωμα τῆς δόξης τοῦ οι κου τοῦ θεοῦ ἀγαπᾶν φησιν. καὶ τάχα μὲν ἡ σκηνὴ τοῦ μαρτυρίου η ν Μωυσῆς κατεσκεύασεν ἐν τῇ ἐρήμῳ τὸ σκήνωμα τῆς δόξης τοῦ θεοῦ ἐστιν· σύμβολον δὲ προκοπῆς τοῦτο. ο ν δὲ ᾠκοδόμησεν Σολομῶν μετὰ τὴν ὁδοιπορίαν εἰς τὴν ̔Ιερουσαλὴμ οι κός ἐστιν ου τὴν εὐπρέπειαν ἀγαπᾷ τελειότητος τύπον φέρων. Ευ χεται δὲ μὴ ὡσαύτως τοῖς ἀσεβέσι διαθεῖναι, ι να μὴ συναπόληται αὐτοῖς ἡ ψυχὴ αὐτοῦ· εὐσεβῆ γάρ τις γνώμην ε χων οὐ πείσεται τοῦτο. παρακαλεῖ δὲ μηδὲ φονικὸς γενέσθαι, ο πως ἡ ζωὴ αὐτοῦ ἀνδράσιν αἱμάτων μὴ συναπόληται· ἐν πράξεσιν γὰρ τούτων ἀδικία ἐστὶν ἡ καθόλου κακία. 235 Ps 25,11b Εἰ καὶ τὰ κάλλιστα συνειδὼς αὐτῷ τὰ προειρημένα ει πεν, εὐλαβούμενος μὴ οὐκ ἐν τούτῳ δεδικαίωται λανθανόντων πολλάκις τῶν ἐν κρυπτῷ ἁμαρτημάτων, λυτρωθῆναι καὶ ἐλεηθῆναι ἀξιοῖ. 236 Ps 26,1bc Σωτὴρ ἡμῶν ὁ θεός ἐστιν ῥυόμενος ἡμᾶς ἐξ ἁμαρτιῶν καὶ τοῦ θανάτου, φωτισμὸς δὲ λύων τὴν ἀχλὺν τῆς κακίας καὶ τῆς ἀγνοίας καὶ ἐναυγάζων τῷ φωτὶ τῆς γνώσεως. ὁ ου τως ου ν ἑνωθεὶς καὶ πεφωτισμένος ὑπὸ κυρίου, Τίνα φοβηθήσεται; οὐδεὶς γὰρ οι ός τέ ἐστι βλάψαι τὸν ἀγαθῶν τοιούτων καὶ ἀσφαλείας τετυχηκότα. Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω; θεοῦ τῇ ἑαυτοῦ ζωῇ ὑπερμαχοῦντος τῆς ζωῆς ̓Απὸ τίνος δειλιάσω; τὸ ̓Απὸ τίνος ἐξευτελισμὸν δηλοῖ τοῦ ἐπανιστανομένου κατ' αὐτοῦ τοῦ ὑπὸ θεοῦ φρουρουμένου· Εἰ γὰρ ὁ θεὸς ὑπὲρ ἡμῶν, τίς ὁ καθ' ἡμῶν; 237 Ps 26,3.4 ̔Ρηθείη ταῦτα καὶ περὶ αἰσθητῶν ἐχθρῶν καὶ περὶ φάλαγγος ἀοράτων πολεμίων· ̓Εὰν γάρ φησιν ἐπαναστῇ ἐπ' ἐμὲ πόλεμος, ἐν ταύτῃ τῇ μὴ φοβουμένῃ αὐτοὺς καρδίᾳ μου ἐλπίζω, ὑπέρμαχον θεὸν ε χειν θαρρήσας. Εστιν ο αἰτεῖται καὶ ἐκζητεῖ τὸ Κατοικεῖν ἐν οι κῳ κυρίου, τουτέστιν τῇ ἐκκλησίᾳ διὰ τοῦ φρονεῖν τὰ ἐκκλησιαστικὰ πάσας τὰς ἡμέρας τῆς πεφωτισμένης ζωῆς ἑαυτοῦ. δύναται δὲ τὸ Μίαν ᾐτησάμην ου τως ἀκουσθῆναι· ἐπὶ γῆς τέως διατρίβων, εἰ καὶ πολλῶν ἀγαθῶν τυχεῖν παρακαλῶ, πρὸ πάντων ταύτην ᾐτησάμην τὴν αι τησιν, τὸ ̓Εν οι κῳ κυρίου κατοικεῖν τῷ κατὰ τάξιν καὶ μὴ ἀθρόως ἐν πᾶσιν τοῖς ἀγαθοῖς οι όν τε γενέσθαι· η τάχα προσυπακουστέον τῷ Μίαν ᾐτησάμην τὸ ἐξαίρετον η μεγάλην. ̓Επεὶ καὶ ἐν τοῖς ε μπροσθέν φησιν ἠγαπηκέναι τὴν εὐπρέπειαν
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.