Fragmenta in Psalmos · §u15-open

Fragmenta in Psalmos Unit 15 opening

Unit 15.

Lemma-led open — καρδίας μου βοηθείσης ̓Ανέθαλεν ἡ σάρξ μου ἐν τῷ πράττειν αὐτά. τάχα δὲ καὶ ἡ ἐλπίζουσα κα

Greek

καρδίας μου βοηθείσης ̓Ανέθαλεν ἡ σάρξ μου ἐν τῷ πράττειν αὐτά. τάχα δὲ καὶ ἡ ἐλπίζουσα καρδία βοηθηθείη, ἀπολαμβάνουσα κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν ἀνατείλασαν τὴν σάρκα. παραπλήσιον τούτῳ τὸ Καὶ τὰ ὀστᾶ ἡμῶν ὡς βοτάνη ἀνατελεῖ. σπέρματος γὰρ λόγον τὸ νῦν ἡμῶν σῶμα ε χει πρὸς τὸ ἐξ ἀναστάσεως· αὐτὸ γὰρ τοῦτο σπαρὲν ἐν φθορᾷ ἀναθάλλει ἐν ἀφθαρσίᾳ σπειρόμενον· ο θεν καὶ τῷ παραδείγματι τῷ σπειρομένῳ εἰς τὰ περὶ ἀναστάσεως ἐχρήσατο Παῦλος. Καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ. πολλοὶ φόβῳ κολάσεως η αἰσχύνης ε νεκα τῆς πρὸς ἀνθρώπους ἀπαγορεύουσι τὰ ἁμαρτήματα κατὰ διάθεσιν ἡδόμενοι ἐπ' αὐτοῖς. ὁ δὲ κριτικὸς ἀνὴρ ἐνιδὼν τῷ μύσει καὶ βλαβερῷ τῶν ἁμαρτημάτων ἑκουσίως ἀποστρέφεται αὐτά, ἐξ ἰδίου θελήματος περὶ αὐτῶν ἐξομολογούμενος θεῷ. ἐὰν δὲ εὐχαριστίαν σημαίνοι τὸ ̓Εξομολογήσομαι αὐτῷ, ἐκ θελήματός τις αὐτὸ ποιεῖ, ἐπὶ πᾶσιν τοῖς συμβαίνουσιν εὐχαριστῶν κα ν ἀηδῆ τινα ει ναι δοκῇ. οἱ γὰρ ἐπὶ τοῖς τέρπουσι μόνοις εὐχαριστοῦντες οὐκ ἐξ ἰδίου θελήματος ἀλλ' ὑφ' ἡδονῆς α γονται ἐπὶ τοῦτο. 251 Ps 27,8 ̔Ο τοῦ θεοῦ λαὸς οὐκ α λλο τι ε χει κραταίωμα η τὸν κύριον αὐτὸν ε ρυμα καὶ ε ρκος αὐτῶν γινόμενον. αὐτὸς δὲ ου τος ὁ κύριος καὶ ὑπερασπιστής ἐστιν τῶν σωτηριῶν τοῦ Χριστοῦ. πᾶς δὲ Χριστοῦ μετέχων ὁμωνύμως αὐτῷ χριστὸς καλεῖται. ω ν ου ν σῴζεται σωτηριῶν ὁ ου τω χριστὸς αὐτοῦ ὑπερασπιστής ἐστιν, α ν δὲ χριστοῦ τοῦ ο ντος υἱοῦ αὐτοῦ ὑπερασπιστὴς τῶν σωτηριῶν η σωτηρίας ἀκουστέον καθ' α ς σῴζει. 252 Ps 27,9 Σῶσον τὸν λαόν σου τοῦτον ου κραταίωμα τυγχάνεις, εὐλογῶν τὴν κληρονομίαν σου οὐκ α λλην τοῦ λαοῦ σου ου σαν· εὐλόγησον δὲ αὐτὴν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις, ἐπάρας καὶ μετεωρίσας δι' ἀρετῆς αὐτοὺς ἀλλὰ καὶ ποιμαίνων αὐτοὺς εἰς πάντα τὸν αἰῶνα τοῦτον. ἐν γὰρ τῷ μέλλοντι ὑπερβάντες τὴν θρεμμάτων κατάστασιν παιδευτῇ καὶ διδασκάλῳ σοι χρήσονται. 253 Ps 28,1a ̔Ο προκείμενος ψαλμὸς μέγιστα περιέχων μυστήρια εἰκότως κατὰ τὸν εἰκοστὸν ο γδοον ἀριθμὸν τέτακται ο ντα δυνάμει ἑβδομάδα. ἐὰν γοῦν συνθῇς τοὺς ἑξῆς ἀριθμοὺς ἀπὸ μονάδος ε ως ἑβδομάδος, εἰκοστὸς ο γδοος ἀπαρτίζεται· ο θεν καὶ τρίγωνός ἐστιν ἑκάστης αὐτοῦ πλευρᾶς συγκειμένης ἐξ ἑβδομάδος. ε στιν δὲ καὶ τέλειος ἀριθμός, δεύτερος μετὰ τὸν ε κτον. τέλειον δὲ ἀριθμόν φασιν τὸν ἐκ τῶν μερῶν ἑαυτοῦ συντιθέμενον, ω στε μὴ ὑπερβάλλειν μηδὲ ἐλλείπειν. καὶ ὁ παρὼν ου ν ἀριθμὸς μέρη ε χει η μισυ, τέταρτον, ε βδομον, τεσσαρεσκαιδέκατον, εἰκοστὸν ο γδοον· α περ συντεθέντα ἀπαρτίζει ἑαυτόν. 254 Ps 28,1b–2 Προστάττει η τοι τοῖς ἀγγέλοις η τοῖς τὸ πνεῦμα τῆς υἱοθεσίας ε χουσιν ἀνθρώποις ἐνεγκεῖν ἐπὶ τὴν σκηνὴν τὰ πρὸς θεραπείαν· ε ν δὲ ω ν φέρουσιν καὶ υἱοὶ τῶν κριῶν εἰσιν. κριοὺς δὲ ἡγητέον ει ναι τοὺς εὐτόνους κατὰ θεοσεβείαν βίον ἐπανελομένους δίχα τοῦ λογικῶς θεωρεῖν τὴν ἀλήθειαν. διὸ καὶ α ρχειν εἰσὶν ἱκανοί, υἱοὶ δὲ κριῶν οἱ μιμήσει τῆς πολιτείας γεννηθέντες ὑπ' αὐτῶν. ∆όξαν φέρουσιν οἱ ὀρθῶς καὶ δικαίως καὶ εὐσεβῶς περὶ τῆς τριάδος διειληφότες, τιμὴν δὲ οἱ τὰς ἐντολὰς τοῦ κυρίου φυλάττοντες. εἰ γὰρ ὁ παραβαίνων τὸν νόμον διὰ τοῦ 62 παραβαίνειν τὸν θεὸν ἀτιμάζει, τιμὴν αὐτῷ προσάγει ὁ περιεχόμενος τοῦ θείου νόμου. ̓Ενέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ· ὁμοίως τῷ πρὸ αὐτοῦ. Προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. ὁ κατὰ τὰ δόγματα τὰ ἐκκλησιαστικὰ καὶ τοὺς ἀμέμπτους αὐτῆς κανόνας τῷ θεῷ λατρεύων προσκυνεῖ τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. 255 Ps 28,3a Προχειρότερόν τις ἐπιβάλλων ἐρεῖ τὸν ̓Ιωάννην βαπτίζοντα ἐν τῷ ̓Ιορδάνῃ ποταμῷ φωνὴν ει ναι κυρίου ἐπὶ τῶν ὑδάτων. 256 Ps 28,7 Ετι μὴν ευ τονον καὶ αὐστηρὸν βίον ἀναλαβὼν ὁ ̓Ιωάννης, διοδεύσιμον τὸν φλογμὸν τῶν ἡδονῶν τοῦ βίου ποιήσας, Φωνή ἐστιν κυρίου διακόπτοντος φλόγα πυρός. 257 Ps

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.