Fragmenta in Psalmos · §u15-rem-early

Unit 15 rem early

Rem early: Unit 15; lemma and argument toward the thesis.

Greek

28,8b.9a Γέγονεν ου ν ἐξ ἐρήμου οἰκουμένη. ̔Η προειρημένη τοῦ κυρίου φωνὴ καταρτίζει τὰς ἀλληγορικῶς καλουμένας ἐλάφους. ψυχαὶ δέ εἰσιν αυ ται, πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦσαι καὶ πνεύματι διὰ χειλέων κατὰ μίμησιν θεοῦ ἀναιροῦσαι τὸν ἀσεβῆ ο φιν. 258 Ps 28,9b ̓Εργάσεται δὲ αυ τη ἡ τοῦ κυρίου φωνὴ καὶ δρυμῶν ἀποκάλυψιν, ο πως φανερὰ γένωνται τὰ ἐν αὐτοῖς φωλεύοντα θηρία α ἀνειμῶνται ε λαφοι. δρυμὸς δέ ἐστιν σύμφυτος τόπος ξύλων ἀκάρπων· ἀποκαλύπτεται δὲ δρυμός, τῶν ἐν αὐτῷ ξύλων ἀκάρπων ἐκκοπτομένων ὑπὸ τῆς ἀξίνης τοῦ λόγου καὶ εἰς πῦρ βαλλομένων. 259 Ps 28,9c Οτ' α ν τὰ ἐπισκιάζοντα τῇ τῶν ἀνθρώπων προκοπῇ περιαιρεθῇ, τὸ τηνικάδε πᾶς τις τὴν πολύθεον πλάνην ἐάσας δόξαν ἐρεῖ ἐν τῷ ναῷ τοῦ θεοῦ. 260 Ps 28,10b Τὸ καθῆσθαι τὸν θεὸν σημαίνει τὴν ι δρυσιν αὐτοῦ α τρεπτον καὶ ἀναλλοίωτον μένειν ἀεί. διαστέλλει γοῦν αὐτὴν τοῖς διὰ τοῦ τρέπεσθαι ἀπολλυμένοις φάσκων· Σὺ καθήμενος τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα. καὶ ἐνταῦθα ου ν τὸ μόνιμον τῆς βασιλείας αὐτοῦ παρίσταται. διὰ τοῦτο Καὶ καθιεῖται κύριος βασιλεὺς εἰς τὸν αἰῶνα, τέλος οὐκ ἐχούσης τῆς βασιλείας αὐτοῦ. 261 Ps 29,1 ̔Ο μέντοι τῇ ἱστορίᾳ συναγορεύων ἐρεῖ ο τι ∆αυὶδ ὁ βασιλεὺς οι κον αἰσθητὸν κυρίῳ οἰκοδομῆσαι προθυμηθεὶς κεκώλυται τοῦ θεοῦ εἰπόντος πρὸς αὐτόν· Οὐ σὺ οἰκοδομήσεις μοι οι κον διὰ τὸ ἀνὴρ πολεμιστὴς ει ναι ἐκ νεότητός σου, ἀλλ' ὁ ἐξερχόμενος ἐκ τῆς ὀσφύος σου ου τος οἰκοδομήσει μοι οι κον. πεισθεὶς τῷ χρησμῷ ∆αυὶδ τοῦ μὲν οἰκοδομῆσαι ἐπαύσατο, τῶν δὲ πρὸς τὴν οἰκοδομὴν ὑλῶν προενοήσατο. ω σπερ ου ν, φησίν, τὰς υ λας προητοίμασεν, ου τω καὶ τὸν ψαλμὸν ποιήσας ὡς ε ν τι τῶν ἀναγκαίων καταλέλοιπεν, καὶ ο πως οἰκοδομηθέντος καὶ ἐγκαινισθέντος τοῦ οι κου ὑπὸ τῶν εἰς τοῦτο τεταγμένων ἀνακρουσθῇ μετ' εὐχαριστείας ψαλλόντων καὶ ᾀδόντων. 262 Ps 29,4 Σεσῶσθαι δέ φησιν η τοι μὴ ἐάσαντος αὐτὸν τοῦ θεοῦ καταβῆναι εἰς αὐτὸν η μετὰ τὸ κατελθεῖν ἀναγαγόντος. ῥηθείη δὲ ταῦτα οἰκονομικῶς καὶ ὡς ἐκ προσώπου τοῦ Χριστοῦ τοῦ ἐληλυθότος τὴν ψυχὴν αὐτοῦ θεῖναι ὑπὲρ ἡμῶν καὶ δόντος γε αὐτὴν καὶ ἀναστάντος ἐκ νεκρῶν εὐδοκίᾳ τοῦ θεοῦ καὶ πατρός, πρὸς ο ν καὶ ἀνθρωπίνως φησίν· ἐπειδὴ Οὐκ ἐγκατέλιπες τὴν ψυχήν μου εἰς τὸν ᾳ δην, λάκκον ὀνομαζόμενον, θαρρῶν λέγω· Εσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς τὸν λάκκον. 263 Ps 29,6cδ Οι ς ἡμέρα ε ληξεν η ν κατασκευάζει τὸ φῶς τὸ ἀληθινόν, κλαίουσιν ἐν ἑσπέρᾳ, τουτέστιν ἐν ἀρχῇ νυκτὸς γεγενημένοι, ἀγαλλιώντων οι ς ἡμέρας ἀρχὴ συνυπέστη ἀνατείλαντος αὐτοῖς τοῦ ἡλίου τῆς δικαιοσύνης. ἁρμόσει τοῦτο ἀμφοτέροις τοῖς λόγοις, τοῦ μὲν ἐκ περιτομῆς κλαίοντος ο τε ε δυ αὐτοῖς ὁ η λιος τῆς δικαιοσύνης, τοῦ δὲ πρωὶ τῶν ἐθνῶν ἀγαλλιωμένων ἐπιλάμψαντος αὐτοῖς τοῦ σωτηρίου λόγου. 264 Ps 29,7 Εὐθηνίαν ἀκούειν δεῖ ἐπὶ πολυκαρπίᾳ πνευματικῇ, ο τ' α ν ὁ σπόρος ̓Ιησοῦ ἑκατονταπλάσιος γένηται καὶ τα λλα γενήματα τῆς ἀρετῆς πληθυνθείη. ἐν ταύτῃ ου ν τῇ εὐθηνίᾳ γεγονὼς δι' αὐτῶν τῶν πραγμάτων ἐρῶ, βέβαιος καὶ ἀμετακίνητος μένων, τὸ Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. στικτέον δὲ καὶ ου τως· Ει πα ἐν τῇ εὐθηνίᾳ 63 μου Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα· τοῖς γὰρ ε ργοις βοῶ ο τι, εἰ γενοίμην ἐν τῇ προειρημένῃ εὐθηνίᾳ, ἀκλόνητος ε σομαι μὴ περιτρεπόμενος ὑπὸ τοῦ ἀνταγωνιζομένου. 265 Ps 29,8a Τὸ σωματικὸν κάλλος ἐμφαίνεται ἐπὶ συμμετρίᾳ καὶ ἀναλογίᾳ μελῶν συγκείμενον, τὸ δὲ τῆς ψυχῆς ἐν ἁρμονίᾳ καὶ συμφωνίᾳ τῶν κατορθουμένων ἀρετῶν πασῶν τῶν κατὰ λόγον ἐνεργειῶν συμμετρίαν καὶ ἀναλογίαν ἐχουσῶν η καὶ τῶν τῆς ψυχῆς δυνάμεων ἁρμονίως ἀναλογουσῶν. τοῦτ' ου ν τὸ κάλλος σύ μου, ω κύριε, τῷ σῷ θελήματι παράσχου. ποιήσας γάρ σου τὸ θέλημα καὶ τοῦ ἐν οὐρανοῖς πατρὸς ἀνέλαβον αὐτό, ἐπεὶ πᾶς ὁ σύμμορφος γεγονὼς τῆς εἰκόνος τοῦ υἱοῦ τοῦ θεοῦ κάλλος θεόθεν ε σχεν ἑνωθεὶς τῷ κυριακῷ θελήματι. 266 Ps 29,10cδ ̔Ο διὰ τοῦ τὰ ὑλικὰ πράττειν καὶ φρονεῖν τὰ ἐπίγεια χοῦς γεγονὼς καὶ ἐπιμένων τῇ ἁμαρτίᾳ οὐδ' ἐξομολογήσεται τῷ θεῷ, η ἀναγγελεῖ αὐτοῦ τὴν ἀλήθειαν καὶ δι' ἠθῶν καὶ γνώσεως ἐσφαλμένος. 267 Ps 29,11b–13 Σημειωτέον ο τι τὸ ̓Εγενήθη οὐκ ἀεὶ οὐσίωσιν σημαίνει ἀλλ' ε σθ' ο τε καὶ τὴν πρός τινα σχέσιν. ει ποτε ου ν καὶ ἐπὶ τοῦ σωτῆρος τοιαύτη γένοιτο φωνή, σχέσιν τὴν πρός τι καὶ οὐχὶ οὐσίωσιν σημαίνει. Εστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί. ἡ κοπετὸς φωνὴ τὴν συναίσθησιν σημαίνει, ὡς καὶ αὐτὴ ἡ πρᾶξις παρίστησιν τῶν χειρῶν τὸ στῆθος

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.