Unit 15 rem close
Rem CLOSEOUT: Unit 15 CLOSEOUT.
Greek
κλέος τὸ ἐκ τῶν περιστατικῶν, ἐρῶ· Εστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. 273 Ps 30,11c Οὐ πάντως ὁ πτωχεύων ἀσθενεῖ (πολλοὶ γὰρ πτωχοὶ ἰσχυροί) οὐδὲ ὁ ἰσχύος λειπόμενος πτωχός· ἐν δὲ τοῖς πνευματικοῖς, ἐπεὶ ταὐτὸν ἡ ἰσχὺς πλούτῳ, ὁ πλουτῶν ἐν ε ργοις ἀγαθοῖς ἰσχὺν ε χει. ο ου ν βούλεται λέγειν ε στιν τοιοῦτον· ἐπεὶ ἐπτώχευσα τὸν βλέποντα πλοῦτον ἀποστραφείς (ου τος δέ ἐστιν ὁ θεῖος), ̔Η ἰσχύς μου ἠσθένησεν. Σημειωτέον ο τι τὴν ε ξιν ἀντὶ τοῦ ε χοντος ει πεν· οὐ γὰρ ἡ ἰσχὺς ἀσθενεῖ ἀλλ' ὁ ε χων αὐτήν, ω σπερ οὐδὲ τὴν ἐπιστήμην ἀγνοεῖν ἀλλὰ τὸν ἐσχηκότα φαμέν. τούτοις ὁμόλογον τὸ παρὰ Παύλῳ εἰρημένον περὶ Χριστοῦ· Ινα δικαιοσύνη γενώμεθα θεοῦ ἐν αὐτῷ. καὶ ἐν τούτοις γὰρ τοὺς δικαιοσύνην ε χοντας δικαιοσύνην ἐκάλεσεν. 274 Ps 30,12–14a Οἱ ἐχθροὶ φιλήδονοι μᾶλλον η φιλόθεοι τυγχάνοντες οὐ μόνον οὐκ αἰσχύνονται οὐδ' ο νειδος ε χειν δοκοῦσιν ἐφ' οι ς πράττουσιν κακῶς, ἀλλ' ἐκ τοῦ ἐναντίου σεμνύνονται, ὡς λεχθῆναι περὶ αὐτῶν· Ων ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν. καυχῶνται δὲ ἐφ' οι ς ὀνειδιστέοι γίνονται· Αἰσχύνθητε γοῦν ἀπὸ καυχήσεως ὑμῶν καὶ ὀνειδισμοῦ ἐναντίον κυρίου· ο θεν καὶ ἀναστήσονται ου τοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον. ̔Ο δὲ αἰσθόμενος ἐν τῇ προειρημένῃ πτωχείᾳ ἑαυτὸν γεγονέναι ὁμολογεῖ ὀνειδιστέος ει ναι. διό φησιν· Παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ο νειδος, ἀλλὰ καὶ παρὰ πᾶσιν τοῖς πλησιάζουσίν μοι κατὰ τὴν οι κησιν τουτέστιν τοῖς ὁμοδοξοῦσιν. Οἱ μετ' ἐπιστάσεως προσβάλλοντές μοι, αἰσθόμενοι ἐξ οι ου πλούτου εἰς πτωχείαν ε πεσον, εὐλαβούμενοι μὴ τὰ αὐτὰ πάθωσιν, ε ξω τῆς ἐμῆς καταστάσεως ε σπευδον ει ναι. ἀλλὰ καὶ σκεῦος ω ν πάλαι τίμιον καὶ ευ χρηστον τῷ δεσπότῃ ἠχρειώθην ου τως ὡς ἀπολωλέναι δοκεῖν. Οτι η κουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν. ει ποι ταῦτα διδάσκαλος ψεγόμενος ὑπὸ τῶν δοκούντων περὶ αὐτὸν ει ναι διὰ τοῦ δῆθεν μανθάνειν, παροικούντων δὲ καὶ μὴ ἐμμενόντων τοῖς μαθήμασιν τῷ μὴ κατοικεῖν ἐν αὐτοῖς. 65 δύναται δὲ καὶ ου τως· ἐπεὶ ψόγον η κουσα ο ν ψέγονται πολλοὶ τῶν περικύκλῳ μου τῷ μὴ κατοικεῖν ἀλλὰ παροικεῖν αὐτοὺς ἐν τοῖς ἡμετέροις, τούτου χάριν σκεῦος ἀπολωλὸς γέγονα. τούτῳ συνᾴδει τὸ Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; 275 Ps 30,16 ̓Εν ταῖς σκεπαζούσαις καὶ φρουρούσαις δυνάμεσι χερσίν σου χρηματιζούσαις οἱ κλῆροί μου τυγχάνουσιν, τουτέστιν πάντα τὰ συγκληρωθέντα μοι κατὰ κρίσιν σὴν η τοι ῥυσθῆναι ἀπ' αὐτῶν η παθεῖν· οὐδὲ γάρ τι συντυχικῶς οι ομαι συμβαίνειν. 276 Ps 30,16a Ετεροι δὲ τὴν λέξιν σαφηνίζουσιν ου τως· αἱ δεδομέναι ἐξουσίαι, φασίν, η τοι ὡς α ρχουσιν η διδασκάλοις η α λλην ὑπεροχὴν ε χουσι, κλῆροι αὐτῶν ὀνομάζονται. ου τοι ου ν ἐν ταῖς χερσὶν τοῦ θεοῦ εἰσιν. ὡς γὰρ αὐτὸς καθιστᾷ, ου τως καὶ μεθιστᾷ βασιλεῖς. κα ν τοίνυν διὰ τὴν παροῦσάν μοι ὑπεροχὴν ἐπέρχωνταί τινες μετακινῆσαι αὐτὴν βουλόμενοι, οὐ δυνήσονται τῷ πάντα τὰ κατ' ἐμὲ ἐν ταῖς χερσίν σου ει ναι. 277 Ps 30,20.21 Οὐχ ἁπλῶς κρύπτει τὴν χρηστότητα τοῖς φοβουμένοις αὐτόν (πολὺ γὰρ αὐτῆς καθορῶσιν) ἀλλὰ τὸ πλῆθος, ι να μὴ βλαβῶσιν. ευ δὲ καὶ τὸ εἰπεῖν· Τοῖς φοβουμένοις σε· αὐτοῖς γὰρ αὐτὴν ταμιεύεται. φανέρωσον αὐτὴν αὐτοῖς, ο τ' α ν ἐν τελείᾳ ἀγάπῃ γενόμενοι ε ξω βάλωσι τὸν φόβον. Αὐτὰ δὲ ταῦτα α Εκρυψας τοῖς φοβουμένοις σε η δη κατ' ἐνέργειαν ἐφανέρωσας τοῖς πλέον τοῦ φόβου τὴν ἐλπίδα ε χουσιν ̓Εναντίον τῶν υἱῶν τῶν ἀνθρώπων. ἀνθρώπους δ' ἐρεῖς τοὺς τὸ λογικὸν καὶ κατ' εἰκόνα ἀδιάστροφον φυλάξαντας, υἱοὺς δὲ αὐτῶν τοὺς λογικῶς μαθητὰς καὶ μιμητὰς αὐτῶν γενομένους. ἀπόκρυφον δὲ τοῦ προσώπου τοῦ θεοῦ ἐρεῖς τὸ μὴ ἐφικτὸν νῦν πρὸς γνῶσιν, φανερωθησόμενον δὲ τότε ο τε ὀψόμεθα αὐτὸν καθώς ἐστιν. τούτῳ τῷ ἀποκρύφῳ ἀντιδιαστέλλεται τὸ λεγόμενον παρὰ Παύλῳ· Γνωστὸν αὐτοῦ φανερωθὲν τοῖς ἀνθρώποις, τουτέστιν τὸ δημιουργὸν καὶ προνοητικὸν αὐτοῦ. ἑξῆς γὰρ τοῦ ̔Ο θεὸς ἐφανέρωσεν ει ρηται· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται. Τάχα καὶ ὁ σωτὴρ πρόσωπον ω ν θεοῦ ἀπόκρυφον ε χει πᾶν τὸ κατὰ τὴν θεότητα, ἐμφανὲς δὲ τὸ κατὰ τὴν οἰκονομίαν. ο τ' α ν ου ν ὁ λόγος γενόμενος σὰρξ σκηνώσῃ ἐν ἡμῖν, κατακρυπτόμεθα ἐν τῷ ἀποκρύφῳ τοῦ προσώπου αὐτοῦ, ὀψόμενοι αὐτὸ ο τ' α ν ὀψώμεθα Τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. ̓Επίστησον δέ, εἰ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.