Fragmenta in Psalmos · §u15-rem-mid

Unit 15 rem mid

Rem mid: Unit 15; lemma continues; reading with the letter.

Greek

κοπτουσῶν. ὁ ου ν ἐν συναισθήσει ἰδίων ἁμαρτημάτων γεγονὼς καὶ ἐνεργητικῶς διὰ χειρῶν πνευματικῶν τὴν αι σθησιν αὐτοῦ διεγείρας μεταβαλὼν ἀπὸ τοῦ ὀλοφύρεσθαι χαρὰν τὸν καρπὸν τοῦ πνεύματος ἀναλήψεται. τὸ Εστρεψας δηλοῖ τὴν ἐκ τοῦ κόπτεσθαι καὶ λυπεῖσθαι εἰς χαρὰν μεταβολήν· τὸ δὲ Οὐ μὴ κατανυγῶ ἀντὶ τοῦ οὐ μὴ μεταγνῶ φησιν. δόξα δὲ ψάλλουσα τοῦ ταῦτα λέγοντος τῷ θεῷ ὀρθὴ πολιτεία καὶ γνῶσίς ἐστιν εἰλικρινής. ἀντὶ τοῦ ̓Επὶ πᾶσι τοῖς συμβαίνουσιν οὐ προσηνέσι μόνον ἀλλὰ καὶ ἐπιπόνοις εὐχαριστῶ σοι, δέσποτα. 268 Ps 30,2–3b ̔Ο ἐλπίσας τυχεῖν τοῦ τέλους τοῦ ἀποκειμένου τοῖς ἁγίοις οι δεν μὴ καταισχυνθήσεσθαι εἰς τὸν αἰῶνα, ἐπὶ κύριον θέμενος τὴν τοιαύτην προσδοκίαν. ̓Εν τῇ δικαιοσύνῃ σου, φησίν, ῥῦσαί με (οὐκ α λλῃ ου σῃ τοῦ μονογενοῦς σου) ἐκ τῶν περιεστηκότων καὶ ἐξελοῦ ἐκ τῶν προσπολεμεῖν βουλομένων. καὶ ἐπεὶ μὴ φθάνῃ ἡ ἡμετέρα κραυγὴ πρὸς τὸ σὸν υ ψος, Κλῖνον τὸ ου ς σου πρός με διὰ τοῦ συγκαταβαίνειν μοι· τούτου γὰρ ὑπάρξαντος δεξάμενός μου τὴν προσευχὴν ἀμελλητὶ ἐξελέσθαι με θελήσεις. 269 Ps 30,3c–4 Καὶ ἐνταῦθα τὸ Γενοῦ μοι σχέσιν δηλοῖ ὑπερασπιστοῦ πρὸς ὑπερασπιζόμενον. ἀξιοῖ δὲ καὶ οι κον καταφυγῆς σωτηρίας αὐτῷ γενέσθαι τὸν θεόν, ι ν' ω σπερ ὑπὸ φρουρίου δυσαλώτου καὶ ἀκαταμαχήτου περιεχόμενος σωθῇ ἀβλαβὴς διαμείνας. τούτου δὲ πολλάκις η δη καὶ ἀεὶ ἐπειράθην, ὡς Κραταίωσις καὶ καταφυγή μου ει σύ, ἐπεὶ τὸ σὸν ο νομα ᾠκείωταί μοι· σὸς γὰρ α νθρωπος η δοῦλος χρηματίζω. εἰ καὶ μὴ α ξιός εἰμι τυχεῖν ω ν αἰτοῦμαι, ἀλλ' ε νεκεν τῆς σῆς προσηγορίας ὁδηγήσεις με πρὸς σωτηρίαν καὶ διαθρέψεις δέ με παρέχων τὸν σὸν οὐράνιον α ρτον. 270 Ps 30,6 Σπουδὴ δὲ τοῖς ἀγαθοῖς ἐστιν μὴ τοσοῦτον τὸ σῶμα α τρωτον πρὸς ἐχθρῶν ε χειν ο σον τὸν νοῦν καὶ τὴν διάνοιαν. ἐπεὶ ου ν πρὸς φένακας καὶ δεινοὺς ἀπατῆσαι ὁ πόλεμος αὐτῷ, ου τοι δὲ οὐ σάρκα βάλλειν ἀλλὰ νοῦν τρῶσαι προύθεντο, εἰς χεῖρας τοῦ θεοῦ παρατίθεται τὸ πνεῦμα δυναμένας αὐτὸ διαφυλάξαι. καὶ ὁ σωτὴρ δὲ ἀναρτηθεὶς εἰς τὸν σκόλοπα, τρωθεισῶν αὐτῷ τῶν χειρῶν καὶ τῶν ποδῶν ὠρωρυγμένων κατὰ τὸ προφητικόν, τῷ Εἰς χεῖράς σου παραθήσομαι κέχρηται. χεῖρας δὲ τοῦ θεοῦ οὐκ α λλας τῶν προνοητικῶν καὶ σκεπαστικῶν αὐτοῦ δυνάμεων ἐκδεκτέον. Σημειωτέον δὲ τὸ πνεῦμα τοῦ ἀνθρώπου πολλαχῶς λέγεσθαι. ο τ' α ν γὰρ λέγῃ τὴν παρθένον σπουδάζειν ει ναι ἁγίαν πνεύματι καὶ σώματι, πνεῦμα τὴν διάνοιαν λέγει. παρὰ δὲ ̓Ιακώβῳ ( Ωσπερ δὲ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν) οὐκ α λλο τι η τὴν 64 ψυχὴν σημαίνει ἡ τοῦ πνεύματος προσηγορία. ἐν δὲ τῷ Τίς γὰρ οι δεν ἀνθρώπων τὰ τῶν ἀνθρώπων εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ οὐκ α λλο πνεῦμα δηλοῦται η τὸ συνεζευγμένον τῇ ψυχῇ ε τερον ο ν αὐτῆς, ο καὶ συνείδησις καλεῖται· τὸ γὰρ συνειδὸς τοῦ ἀνθρώπου τὰ ἐνθυμήματα α λλο τῆς ψυχῆς ἐστιν· ἡ γὰρ ψυχὴ ὁ α νθρωπός ἐστιν, οὐ τὰ ἐνθυμήματα. τριχῶς ου ν πεφηνότος τοῦ πνεύματος τοῦ ἀνθρώπου, ἐπίστησον κατὰ ποῖον σημαινόμενον ἐκλαβεῖν δεῖ τὸ Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου. ἐμοὶ δὲ ἀρέσκει καὶ κατὰ τοὺς τρεῖς τρόπους ἀληθεύεσθαι τὸ προκείμενον. Κρατηθέντα δέ με, φησίν, ὑπὸ τῶν πολεμίων καὶ αἰχμάλωτον η δη γεγενημένον ἐλυτρώσω, ω κύριε, ο ς καὶ θεὸς τῆς ἀληθείας ει καὶ τῆς ἐν ἑκάστῳ τῶν μετεχόντων τῆς τοῦ μονογενοῦς ἀληθείας. 271 Ps 30,7a Καθόλου πᾶς ματαιότητα φυλάσσων διὰ κενῆς τοῦτο ποιεῖ η τοι τῷ ἀβέβαιον ει ναι η τῷ κενῶς καὶ περιττῶς γίνεσθαι τὴν ματαιότητα. μισητὴ δὲ αυ τη ου σα τῷ θεῷ μισητοὺς ποιεῖ τοὺς διαφυλάσσοντας αὐτήν. 272 Ps 30,8b–9 ̔Η ταπείνωσις δὲ ὁτὲ μὲν δηλοῖ τὴν ἀτυφίαν η ν ε θος ταπεινοφροσύνην καλεῖν, ὁτὲ δὲ τὴν ὑπ' ἐχθροῖς κάκωσιν. ἀγαθὸν δὲ τὸ ἐπειδεῖν τὸν θεὸν τὴν ἑκατέρως ταπείνωσιν. τὸ ἑξῆς δὲ ἀκολουθεῖ τῷ ταπείνωσιν νομίζειν τὴν κάκωσιν· Εσωσας γάρ φησιν ἐξ ἀναγκῶν τὴν ψυχήν μου, ἀνάγκας λέγων τὰς περιστάσεις ἀφ' ω ν ῥυσθείσης αὐτοῦ τῆς ψυχῆς οὐ συγκλείεται εἰς χεῖρας τοῦ καταπονοῦντος ἐχθροῦ. Εἰ τὸ εὐρύχωρον δὲ ὡσαύτως λέγοιτο τῇ πλατείᾳ καὶ εὐρυχώρῳ ὁδῷ (αυ τη δέ ἐστιν ἡ φιληδονία), εὐχαριστεῖ τῷ βεβαιότητα αὐτῷ καὶ στάσιν ἐν τῷ βίῳ τούτῳ ὀρέξαντι. ο γὰρ λέγει τοιοῦτόν ἐστιν· ἐν τῷ περὶ γῆς τόπῳ ὑπάρχων, ε νθα ὀλισθηρὸν καὶ ἐπισφαλὲς διὰ τὰς φωλευούσας ἡδονὰς τὸ ζῆν, στάσιν τῆς ψυχῆς μοι δέδωκας, ο πως μὴ ω δε κἀκεῖσε ὑπὸ τῶν παθῶν παραφέρωμαι. εἰ δ' ἐπαινετὸν λέγοι τὸ εὐρύχωρον, ἐρεῖ· ἐπεὶ θλιβόμενος οὐ στενοχωροῦμαι ἐγκαρτερῶν τοῖς πόνοις, ι ν' ου τως ει πω, πλατυνόμενος διὰ τὸ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.