Unit 16 rem early
Rem early: Unit 16; lemma and argument toward the thesis.
Greek
μάλιστα τῷ Χριστῷ κατὰ τὴν οἰκονομίαν· καὶ τὸ Οὐκ ε στιν ἐν τῷ στόματι αὐτοῦ δόλος ὁμοίως ἐκδεκτέον η τῷ ἀποβεβληκέναι η τῷ μὴ ἐσχηκέναι δόλον. οὐκ ε στιν δὲ δόλος ἐν στόματι τοῦ λόγον ἀληθῆ καὶ ἀκατάγνωστον ε χοντος. 283 Ps 31,3 ̓Απὸ τοῦ ἀληθινοῦ φωτὸς καταυγαζόμενος ἐν ἡμέρᾳ διῆγον καὶ ἐν ο λῃ ταύτῃ ε κραζον ὑμνῶν εὐχόμενος. ἐπεὶ ου ν ἀπὸ ταύτης τῆς κραυγῆς ἐξ ἀπροσεξίας ἐσίγησα, ἐπαιλαιώθη τὰ ἰσχυρὰ καὶ τὰ ευ τονα τῶν δογμάτων, ὀστᾶ μου ὀνομαζόμενα. σημαίνει δὲ τὴν μετάπτωσιν τοῦ ταῦτα λέγοντος τῷ πεπαλαιῶσθαι καὶ μὴ φύσει παλαιὰ ει ναι τὰ ὀστᾶ αὐτοῦ. 284 Ps 31,4 Καὶ ἐν τοῖς προάγουσιν ει ρηται, ὡς ἐν πολλοῖς τόποις τῆς γραφῆς ἡ κολαστικὴ τοῦ θεοῦ δύναμις χεὶρ αὐτοῦ ὀνομάζεται. ταύτην ου ν βαρέως ἐπικεῖσθαι αὐτῷ ἡμέρας καὶ νυκτὸς τουτέστιν συνεχῶς λέγει διὰ τὴν ἐπὶ τὸ χεῖρον μεταβολήν. Τὰς βιωτικὰς μέντοι μερίμνας ἡδονάς τε καὶ ἀπάτας τούτου τοῦ αἰῶνος ἀκάνθας ἡρμήνευσεν ὁ σωτήρ. ο τ' α ν ου ν τοιαύτη α κανθα ἐμπαγῇ τινι, εὐθέως εἰς ταλαιπωρίαν στρέφεται. ἰστέον ο τι κατὰ μεταβολὴν καὶ τροπὴν ταλαίπωρός τις γίνεται μὴ φύσει ω ν τοιοῦτος. σημαίνει δὲ ἡ λέξις τὸν οἰκτρὸν καὶ ἐλεεινόν. Καὶ τὸ ἐμπαγῆναι δὲ α κανθαν τὸ μὴ φύσει δηλοῖ ἀλλ' ε ξωθεν ἐπεισιοῦσαν. νυττόμενος ου ν ὑπὸ ταύτης ̓Εστράφην εἰς ταλαιπωρίαν, τὴν διὰ τῆς μετανοίας καὶ τῆς ὑπὸ τοῦ κυρίου παιδευτικῆς νουθεσίας· Ον γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ο ν παραδέχεται. ε γνωμεν δὲ ἐν ταῖς Βασιλείαις ο σα ὑπέμεινεν διὰ ταύτην τὴν ἁμαρτίαν ὑπὸ κυρίου παιδευόμενος διὰ τὴν προτέραν αὐτοῦ δικαιοσύνην, ι ν' ἐκείνης τῆς ἁμαρτίας καὶ τῆς δι' αὐτὴν τιμωρίας ἀπαλλαγεὶς 67 τὴν προτέραν ὑγείαν ἀναλήψηται. 285 Ps 31,5 ̔Ο εἰς ἁμαρτίαν ἐμπεσὼν ο σον ἐνεργεῖν αὐτὴν βούλεται σκέπει καὶ κρύπτει αὐτήν, ὁ δὲ μισήσας αὐτὴν φανερὰν ποιεῖ τῷ δυναμένῳ ἰάσασθαι δι' ἐξομολογήσεως ἐξαγορεύων αὐτήν. ἀλλὰ καὶ τὴν ταύτῃ κατάλληλον ἀνομίαν ἀποκαλύπτει· ει δος γὰρ ἁμαρτίας ἡ ἀνομία· πᾶς γὰρ ὁ ἀνομῶν ἁμαρτάνει, οὐ παντὸς ἁμαρτάνοντος ἀνομοῦντος. δύναται ἐκ παραλλήλου εἰρῆσθαι μάλιστα διὰ τὸ Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἁμαρτία ἐστὶν ἡ ἀνομία. Πραγματικῶς δὲ εἰπὼν ἐξαγορεύειν κατ' ἐμαυτοῦ η ν πεποίηκα ἀνομίαν πλέον ου ᾐτησάμην ε σχον· οὐ μόνον γὰρ ταύτην ἀλλὰ καὶ τὴν τῆς καρδίας ἀσέβειαν ἀφῆκεν ὁ θεός. ἀσέβεια δὲ καρδίας ει ναι δύναται ἡ συμβαίνουσα τοῖς πολλοῖς δυσαρέστησις τῆς προνοίας ἐκ τῆς δοκούσης τῶν πραγμάτων ἀνωμαλίας. 286 Ps 31,6a Εἰ καὶ πρακτικῆς ἀνομίας καθαρεύουσιν οἱ ο σιοι, ἀλλά γε χραινομένους ε χουσι τοὺς λογισμοὺς πολλάκις ἐκ τῆς εἰρημένης καρδίας ἀσεβείας. καίτοι οὐ περὶ ἀνομίας η ς οὐκ ε χουσιν οἱ προσευχόμενοι, ὑπὲρ τῆς ἀσεβείας προσεύξονται, α φεσιν αὐτῆς αἰτούμενοι ἐν εὐθέτῳ καιρῷ. ευ θετος δὲ καιρὸς προσευχῆς περὶ τῆς εἰρημένης ἀφέσεως, ο τε τις ἀπὸ πράξεως ῥυπαρᾶς καθαρεύει. καὶ ω σπερ τις τραυματίας ο λος ω ν περὶ ἀμυχῆς οὐκ ἀπαιτήσει ἰατρὸν θεράπειαν ἀλλ' ο λον τὸ σῶμα ὁλόκληρον ε χων ἐν μόνῃ τῇ ἀμυχῇ τυγχάνων, ου τως οὐδεὶς πράξεων ἐναγῶν πεπληρωμένος περὶ καθαρότητος λογισμῶν προσεύξεται ἀλλὰ μόνος πᾶς ο σιος. 287 Ps 31,6b Οτ' α ν κατακλυσμὸς πολλῶν πνευματικῶν ὑδάτων γένηται, ἐσχηκότος τινὸς ἐν ἑαυτῷ πηγὴν υ δατος ἀλλομένου εἰς ζωὴν αἰώνιον τουτέστιν τῶν ὑδάτων ἐξαφανιζόντων πάντα τὰ ἁμαρτήματα καὶ τὴν ἐπ' αὐτοῖς ἀσέβειαν τῆς καρδίας, οὐκ ἐγγιοῦσιν ἡ ἀσέβεια καὶ ἡ ἀνομία τῷ ὑπὲρ αὐτῶν προσευξαμένῳ. 288 Ps 31,7 Τῆς περιεστηκυίας θλίψεως ἀπαλλαγὴν οὐκ α λλως εὑρίσκειν ὁ ταῦτα λέγων νομίζει η καταφυγὼν πρὸς Χριστόν. Ωσπερ δικαιοσύνη καὶ σοφία ου τω καὶ ἀγαλλίαμα τοῦ σπουδαίου ̓Ιησοῦς. φησὶν γοῦν πρὸς αὐτὸν ὡς ἀγαλλίαμα ἡμέτερον· Λύτρωσαί με ἀπὸ τῶν καταδιωκόντων με· καταδιώκουσι γάρ με δαίμονες ἀλιτήριοι καὶ α νθρωποι πονηροί· πείσομαι γὰρ οὐδὲν κακόν, σοῦ ῥυομένου. 289 Ps 31,9 Τουτέστιν μὴ τὸ λογικῶς ἐνεργεῖν ἀποβαλόντες εἰς α λογον πέσητε κατάστασιν, ω στε ι ππῳ διὰ τὸ θηλυμανὲς ὁμοιωθῆναι η ἡμιόνῳ διὰ τὸ ἐστερεῶσθαι πρὸς τὰ κακά· μὴ ἐχόντων γὰρ σύνεσιν ἡ τοιαύτη ὁρμή. Πρὸς τὸν θεὸν ὁ προφήτης φησίν· τοὺς γενομένους ὡς ι ππους διὰ τὸ σκιρτητικὸν καὶ ἀφηνιαστικὸν καὶ ἡμίονον σκληρόστομον ἐν χαλινῷ τῷ σῷ λόγῳ καὶ κημῷ τῇ καταλλήλῳ προτροπῇ τὰς σιαγόνας αὐτῶν α γξαις δαμάζων καὶ ε λκων τῷ σῷ χαλινῷ, ῳ α ξεις ὑπὸ ζυγὸν τὸν σόν. Οἱ μὲν εὐεικτοὶ καὶ εὐήνιοι ἑκουσίᾳ ὁρμῇ ἐγγίζουσι τῷ θεῷ, οἱ δὲ προειρημένοι ὡς ι ππος καὶ ἡμίονος διὰ τὸ ἀσύνετον
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.