Fragmenta in Psalmos · §u16-rem-mid

Unit 16 rem mid

Rem mid: Unit 16; lemma continues; reading with the letter.

Greek

γεγονότες τῇ προειρημένῃ ἀνάγκῃ τῶν πωλοδαμνῶν ἀχθήσονται πρὸς σέ. 290 Ps 32,1bc Οἱ τὸν ἠθικὸν κατορθώσαντες βίον δίκαιοί εἰσιν ἀγαλλιώμενοι ἐν τῷ κυρίῳ, εὐθεῖς δὲ οι ς πρέπει αι νεσις οἱ πᾶσαν σκολιότητα ψευδοδοξίας διαφυγόντες. τούτοις γὰρ ἁρμόζει θεὸν αἰνεῖν, ἐπεὶ Οὐχ ὡραῖος αι νος ἐν στόματι ἁμαρτωλοῦ. 291 Ps 32,2 ̔Η ἐξομολόγησις καὶ ἐνταῦθα τὴν εὐχαριστίαν δηλοῖ. ταύτην ου ν ἐν κιθάρᾳ ποιητέον. καὶ εἰ κιθάρα ει η τὸ σῶμα, νευραὶ τεταμέναι οὐκ α λλαι η τῶν αἰσθήσεών εἰσιν· θείᾳ γὰρ ἀκροάσει πληττόμενοι τὴν ἀκοὴν καὶ ο ψιν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καθορῶντες ὡς θαυμάσαι τὸν πεποιηκότα καὶ ταῖς α λλαις αἰσθήσεσιν ἐπαινετῶς χρώμενοι, εὐρύθμως καὶ ἐναρμωνίως ταύτῃ τῇ κιθάρᾳ ἐξομολογούμεθα τῷ κυρίῳ. εἰ δὲ τὴν ψυχὴν ὑπολάβοι τις κιθάραν, αἱ δυνάμεις αὐτῆς οι ον μνημονικὴ καὶ συγκαταθετικὴ καὶ ἀνανευτικὴ καὶ α λλαι κατὰ λόγον κρουόμεναι νευρῶν δίκην ὑπὸ νοῦ μουσικῶς ἐξομολογήσονται τῷ κυρίῳ. 68 Ψαλτηρίου δὲ πρὸς κιθάραν διαφορὰν ει ναι λέγουσι μουσικοὶ τοιαύτην· τὴν μὲν κιθάραν ἐκ τῶν κάτω μερῶν ἀποτελεῖν τὸν η χόν φασιν, τὸ δὲ ψαλτήριον ἐκ τῶν α νω μερῶν μετὰ τοῦ καὶ εὐθύτατον ει ναι δι' ο λων. τῆς ου ν ψυχῆς ἀποδοθείσης ει ναι κιθάρας, τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ οὐχ ε τερον τάχα τοῦ νοῦ τυγχάνον ψαλτήριόν ἐστιν, ψάλλον οὐκ α λλῳ τινὶ η τῷ θεῷ. ο τε γὰρ χρώμεθα νοήσεσιν ὀρθαῖς καὶ τῷ πνεύματι τῷ ἡμετέρῳ τὸ α γιον προσλαμβάνομεν πνεῦμα, τὸ τηνικάδε ψάλλομεν ἐν ψαλτηρίῳ δεκαχόρδῳ. Καὶ τάχα ἐκ τοῦ δέκα χορδὰς ε χειν τὸ τέλειον αὐτοῦ παρίσταται. τὸν γὰρ τοιοῦτον ἀριθμὸν συνεχῶς ὑμνούμενον ἐν ταῖς γραφαῖς ε στιν εὑρεῖν. καὶ τῷ ἱεροφάντῃ γοῦν Μωυσῇ οὐ πλὴν δέκα γενικῶν λόγων ἐχρημάτισεν ὁ θεός, καὶ δεκάτας προσφέρειν ὁ λαὸς προστάττεται. 292 Ps 32,3 ̔Ο διὰ πάντων σπεύδων θεὸν ὑμνεῖν καὶ διὰ φωνῆς μελῳδήσει τῷ θεῷ καινὸν ᾳ σμα λέγων συγγενὲς τῇ καινῇ διαθήκῃ καὶ τῇ καινότητι τοῦ πνεύματος, ο πως μὴ μόνον κιθάρᾳ καὶ ψαλτηρίῳ ἀλλὰ καὶ φωνῇ ἐξευμενίσηται θεόν. βούλεται δὲ καὶ ἐπαινετῶς ψάλαι μετὰ ἀλαλαγμοῦ· φωνὴ δέ ἐστιν ὁ ἀλαλαγμός. ὁ ἀθρόως καὶ ἀσήμως κατὰ νενικωμένων πολεμίων γινόμενος τότε Καλῶς ψάλατέ φησιν, ο τ' α ν νικήσαντες ἀλαλάξητε κατὰ τῶν πολεμίων. 293 Ps 32,4 ̔Ο τοῦ κυρίου λόγος ο ν δίδωσι τοῖς τὰ τῆς γνώσεως μεταδιώκουσι εὐθής ἐστιν οὐδὲν ε χων ἀπάτης σκολιόν. ἀλλὰ καὶ τὰ κατάλληλα τούτῳ τῷ λόγῳ ε ργα α ἐργάζονται οἱ ἐργάται αὐτοῦ ἐν πίστει ἐπιτελοῦνται, καὶ τὰ ε ργα δὲ α ποιεῖ ὁ τοῦ θεοῦ λόγος ἐν πίστει ἐστὶν τουτέστιν βέβαια καὶ ἀμετακίνητα, καὶ ὁ λόγος καθ' ο ν διοικεῖ καὶ προνοεῖ εὐθής ἐστιν. εἰ δὲ καὶ εὐθῆ λόγον τις αὐτοῦ λέγοι τὸν θεὸν λόγον, τὰ ε ργα α ἐν τῷ λόγῳ τούτῳ εἰργάσατο ἐν πίστει ἐπιτελούμενα ευ ροι· αἱ γὰρ παραδοξοποιΐαι ̓Ιησοῦ ε ργα αὐτοῦ τυγχάνουσιν κατὰ πίστιν ἐκείνων εἰς ου ς ἐγίνοντο· Κατὰ γὰρ τὴν πίστιν σου γενηθήτω σοι. 294 Ps 32,5 Ητοι αὐτὸς ὁ θεὸς η ὁ εὐθὴς λόγος αὐτοῦ κρίσιν μὲν ἀποδεχόμενος τῷ ἐκδικεῖσθαι δεῖν τὰς ἀρετὰς περιυβριζομένας ὑπὸ τῶν φαύλων, ἐλεημοσύνην δὲ στέργων τῇ ἑαυτοῦ ἀγαθότητι βοηθῶν τοῖς ἐπὶ κρίσιν ἀγομένοις. εἰ γὰρ παρατηροῖτο πάντα τὰ ε ργα αὐτῶν, οὐδεὶς α ν ὑποστῆναι ἐδύνατο. διὸ καὶ πρὸ τῆς κρίσεως ἀγαπᾷ τὴν ἐλεημοσύνην. εἰ γὰρ ε μπαλιν ἐγίνετο, α ρδην τὸ πᾶν ἀπώλλυτο. 295 Ps 32,6 ̓Εστερεώθησαν δὲ οἱ οὐρανοὶ τὸ δυσφθαρτότατον ε χοντες· τοιαύτη γὰρ ἡ τῶν οὐρανῶν φύσις. ἀλληγορικῶς δὲ τῶν οὐρανῶν λαμβανομένων πάντων τῶν φρονούντων τὴν εἰκόνα τοῦ ἐπουρανίου ου τω καλουμένων, ἡ μὲν ἑδραία πῆξις καὶ βεβαιότης αὐτῶν τῷ λόγῳ τοῦ κυρίου γίνεται, ἡ δὲ δύναμις αὐτῶν καθ' η ν εἰσιν δυνατοὶ οὐκ α λλοθεν η ἐκ τοῦ πνεύματος τοῦ ἁγίου περιγίνεται. 296 Ps 32,6b Καὶ τούτῳ τῷ ῥητῷ συναγορεύουσιν εὐσεβεῖς α νδρες τὸ δημιουργικὸν ει ναι τὸ α γιον πνεῦμα. 297 Ps 32,7 Ωσπερ τὸ ἐν ἀσκῷ η ἐν ἑτέρῳ ἀγγείῳ υ δωρ συνεχόμενον οὐκ ἐπιτρέπεται ε ξω τοῦ συνέχοντος χεῖσθαι, ου τω τὸ πολὺ τῆς θαλάττης υ δωρ ο ρῳ τινὶ περιορίζεται, οὐ συγχωρούμενον ὑπερβαίνειν τοὺς τεταγμένους ο ρους. εἰ γὰρ μὴ προστάγματι θεοῦ ἐπείχετο, ἐπέκλυσεν α ν τὴν ο λην γῆν. ἐπίστησον δὲ εἰ μὴ καὶ τοῦτο δηλοῦται· ἐπεὶ προσκαλούμενος τὸ υ δωρ τῆς θαλάσσης ἐκχέει αὐτὸ ἐπὶ πᾶσαν τὴν γῆν διὰ τῶν ὑετῶν, τὸ πρόσταγμα αὐτοῦ ἀσκῶν δίκην ἀνιμώμενον τὸ υ δωρ ὑπεραέριον ποιεῖ ὡς συστασῶν νεφελῶν ο μβρον ἐπὶ γῆς ἐνεχθῆναι. ̓Αλληγορικῶς δὲ ὁ βίος τῶν ἀνθρώπων πολλαχοῦ θάλαττα ει ρηται

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.