Fragmenta in Psalmos · §u17-rem-close

Unit 17 rem close

Rem CLOSEOUT: Unit 17 CLOSEOUT.

Greek

ὁρῶν αὐτοὺς δι' ω ν πράττουσι νεκρουμένους, ὡς πενθῶν αὐτοὺς καὶ σκυθρωπάζων ἐπ' αὐτοὺς ἐταπεινούμην, ἐξευμενιζόμενος τὸν δυνάμενον ἀβλαβῆ ἀπ' αὐτῶν με διαφυλάξαι. 337 Ps 34,15ab ̓Εξηγητικὸν τὸ παρὸν ει ναι δύναται τοῦ ̓Ανταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν. ἐμοῦ γὰρ ὑπὲρ αὐτῶν πενθοῦντος καὶ σκυθρωπάζοντος ἐφ' ῃ ε χουσι νεκρότητι, αὐτοὶ κατ' ἐμοῦ συναγόμενοι εὐφροσύνην ει χον ὡς ὑποχείριόν με ληψόμενοι· ἑκάτερα δὲ κατ' ἐμοῦ πεποιήκασιν, τότε συναχθῆναι καὶ εὐφρανθῆναι. ∆ι' ω ν ἐπεχείρουν κατ' ἐμοῦ, ἐμάστιζον τὴν ψυχήν μου λογικῶς· ἐγὼ δὲ ἀβλαβὴς διαμένων οὐδὲ αι σθησιν η γνῶσιν ε σχον τῶν πρὸς αὐτῶν προσαγομένων. εἰ δὲ καί ποτε διερεθιζόντων τῶν ἐχθρῶν εἰς ἁμαρτίαν τάραχος ἐν τοῖς λογισμοῖς γεγένητο ὡς μαστίζεσθαί με ἐξ αἰσθήσεως τῶν ἀπὸ λογισμῶν, οὐκ ἐφανέρουν τὰς μάστιγας ταύτας τοῖς ἀντικειμένοις, ο πως μὴ λαβόντες ἀφορμὴν ἐκ τοῦ κλόνου τῆς ψυχῆς ε τι μᾶλλον ἐπιβῶσιν. 338 Ps 34,15c.16 Κατ' ἐμοῦ συναχθέντες καὶ εὐφρανθέντες θείᾳ προνοίᾳ διεσχίσθησαν· διαλυθέντες καὶ ο μως καὶ ου τω σκεδασθέντες οὐ κατενύγησαν, τουτέστιν οὐ μετέγνωσαν ἐφ' οι ς κακῶς ἐβουλεύσαντο ἀλλ' αυ θις τοῖς αὐτοῖς ἐπεχείρησαν. ∆ιὰ πάντων ω ν ἐποίουν ἀπόπειράν μου σπουδάζοντες λαβεῖν, ἑλεῖν με οὐ δεδύνηνται· διὸ καὶ ἐπὶ τοῦ χλευάζειν καὶ ἐκμυκτηρίζειν με μετεβάλοντο. Θηρῶν ἀγρίων δίκην τοὺς ὀδόντας, τουτέστιν τὴν ὀργίλον καὶ θυμωτικὴν αὐτῶν δύναμιν, ἐπ' ἐμὲ ε βρυξαν· καταφαγεῖν με γὰρ θέλοντες ἀπέτυχον. 339 Ps 34,17 ̔Ο α γιός φησιν· Κύριε, πότε ἐπόψει; ἐποψομένου σου γὰρ οἰχήσεται τὰ προειρημένα πάντα συναπιόντα τοῖς δρῶσιν αὐτά. Μονογενῆ δὲ λέγει τὴν ψυχὴν ἑαυτοῦ τῷ μόνην αὐτὴν ἐσχηκέναι· οὐ γὰρ προσεκτέον τῇ περὶ μετεμψυχώσεως μυθοποιΐᾳ. η τάχα μονογενὴς α λλη παρὰ τὴν ψυχὴν αὐτοῦ ἡ οὐσία τοῦ συνεζευγμένου τῇ ψυχῇ πνεύματός ἐστιν· μονογενὴς γὰρ αυ τη τῷ ἀποκεχωρίσθαι ἀπὸ πάντων τῶν ἐν ἡμῖν κατὰ θειότητα. 340 Ps 34,18 Πολλὴ ἐκκλησία ἡ ἐκ πολλῶν ἁγίων συναγομένη, λαὸς βαρὺς ὁ βέβαιος καὶ στιβαρὸς ἐπιπολαίῳ καὶ εὐχερεῖ ἀντιδιαστελλόμενος. 341 Ps 34,22b ̓Επεὶ σοῦ παρόντος μοι, οἱ ἐχθροὶ μακράν· Μὴ ἀποστῇς ἀπ' ἐμοῦ, ο πως μὴ ἐπέλθωσί μοι μονωθέντι σου. 342 Ps 34,23 ̓Επεὶ πολλαχοῦ ἡ τοῦ θεοῦ μακροθυμία υ πνος αὐτοῦ λέγεται, ἐπιτριβομένων τῶν ἐχθρῶν διανίστησιν εἰς ἀγανάκτησιν τὸν κύριον λέγων· ̓Εξεγέρθητι, κύριε, καὶ πρόσχες τῇ κρίσει μου, τουτέστιν, ἐπίστησον τὴν ε φορον δύναμίν σου, ο πως ἐξετασθῇ τὰ κατ' ἐμὲ πρὸς τοὺς ἐχθρούς μου. πρὸς ἀγαθοῦ γὰρ τοῦτο, ἐπεὶ ἀδίκως ἐχθρεύουσίν μοι καὶ πάντως καταδικασθήσονται Οἱ μισοῦντές με δωρεάν. 343 Ps 34,27.28 Καὶ ου τος μὲν ὁ συγγραφεὺς ει ς τε τὸν ∆αυὶδ καὶ εἰς τὸν Χριστὸν ἐξέλαβεν τὸν ψαλμόν, μᾶλλον δὲ εἰς τὸν Χριστόν· α λλος δὲ ἀορίστως εἰς δίκαιον· ὁ δὲ τρίτος εἰς τὸν ∆αυὶδ μόνον. περὶ δὲ τοῦ κατεύχεσθαι τῶν ἐχθρῶν ὁ μὲν προφητικῶς ε φη λελέχθαι τὰ μέλλοντα συμβήσεσθαι, ὁ δὲ ἐπ' ὠφελείᾳ τῶν ἐχθρῶν 74 ταῦτα λέγεσθαι τῷ αἰσχυνθῆναι αὐτοὺς καὶ ἐντραπῆναι καὶ αι σθησιν λαβεῖν τῶν οἰκείων ἁμαρτημάτων καὶ εἰς τοὐπίσω χωρῆσαι τῆς ὁδοῦ η ς ω δευσαν. ὁ δὲ νομικήν φησιν καὶ οὐκ εὐαγγελικὴν ζῆν τὸν ∆αυὶδ πολιτείαν· ὁ γὰρ νόμος, φησίν, διαγορεύει ἀγαπῆσαι τὸν πλησίον καὶ τὸν ἐχθρὸν μισῆσαι κακῶς τε λέγων· εὐαγγελικῶς γὰρ πολιτευόμενος ὁ ∆αυὶδ ε φασκεν, εἰ ̓Ανταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά· τελευταῖον μέντοι καὶ ου τος προφητικῶς ε φη ταῦτα εἰρῆσθαι ὡς πάντως ἐσόμενα. 344 Ps 35,2 ̔Ο καθ' ε ξιν παράνομος ἐν ἑαυτῷ λογιζόμενος λέγοι οὐκ α λλο τι η τὸ ἁμαρτάνειν. συγκαταθέμενος γάρ τις κατὰ διάνοιαν πρότερον ἐπὶ τὸ πρακτικῶς ἁμαρτάνειν διαβαίνει. δύναται δὲ καὶ ἐν τῷ ἐν ἑαυτῷ λέγειν ἁμαρτάνειν, οι όν ἐστιν τὸ Σὺ δὲ ει πας ἐν τῇ διανοίᾳ σου Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, καὶ τὰ ἑξῆς. Εἰ φόβον ει χεν πρὸ ὀφθαλμῶν τοῦ ε σω ἀνθρώπου, ἀπείχετο πάσης ἁμαρτίας, ἐπειδὴ δὲ μὴ ε χει ̓Εν ἑαυτῷ, φησίν, τοῦ ἁμαρτάνειν. μαρτύριον τοῦ μὴ ἁμαρτάνειν τὸν ε χοντα φόβον τὸ Οπως α ν γένηται ὁ φόβος αὐτοῦ ἐν ὑμῖν, ι να μὴ ἁμαρτάνητε. 345 Ps 35,3 ̔Ο γεγονὼς παράνομος εἰδὼς τὴν ἀνομίαν αὐτοῦ μισητὴν τυγχάνουσαν· εἰ θεωρηθείη, δολοῖ ἐνώπιον αὐτοῦ, ο πως μὴ εὑρίσκηται τὸ αι σχος τῆς ἀνομίας ω στ' α ν αὐτὴν μισηθῆναι. τοῦτο ποιοῦσιν οἱ σοφιστικῶς συναγορεύοντες τῇ ἁμαρτίᾳ ὡς καθηκόντως καὶ μὴ παρὰ λόγον γινομένῃ. 346 Ps 35,4.5 ̔Ετέρα ἐστὶν γραφὴ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.