Unit 17 rem mid
Rem mid: Unit 17; lemma continues; reading with the letter.
Greek
πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. 326 34,1c ̓Επεὶ πολλοὶ οἱ διὰ ψευδοδοξίας καὶ τῆς α λλης κακίας πολεμεῖν μοι προύθεντο, τούτου χάριν σὺ ἀντ' ἐμοῦ πολέμησον αὐτοῖς· ἀναντιρρήτως γὰρ καταλυθήσονται, ἐπεὶ Κύριος συντρίβων πολέμους ὑπάρχεις. 327 Ps 34,2.3a ̓Επιλαβόμενος τοῦ καταλλήλου σου θυραιοῦ καὶ τοῦ ο πλου τῆς ἀληθείας ̓Ανάστα εἰς τὴν βοήθειάν μου, τουτέστιν ὑπέρμαχός μου γενοῦ. τὸν αὐτὸν τρόπον καὶ τὴν ῥομφαίαν νοήσεις. 328 Ps 34,8 Σημειωτέον ο τι ἐν τοῖς προκειμένοις στίχοις ἀντὶ εὐκτικῶν προστακτικοῖς ἐχρήσατο ῥήμασιν· τὸ γὰρ Γενηθήτω ἡ ὁδὸς αὐτῶν ἀντὶ τοῦ γενηθείη καὶ τὸ ̓Ελθέτω ἀντὶ τοῦ ε λθοι, καὶ τὰ λοιπὰ ὁμοίως. Καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ· κατὰ γὰρ τὴν πρᾶξιν ε καστος τιμωρεῖται. 329 Ps 34,9 Τούτων συμβάντων περὶ ἐκείνους, ἡ ἐμὴ ψυχὴ ἀγαλλιάσεται ὁρῶσα κατὰ πρόνοιαν τοὺς μὲν φαύλους τιμωρουμένους, τοὺς δὲ σπουδαίους εὐεργετουμένους· ἀλλὰ καὶ τέρψιν ε ξει, πεῖραν λαβοῦσα τοῦ σωτηρίου αὐτοῦ τοῦ θεοῦ. 330 Ps 34,10a Οἱ πάντα ἐκ ψιλῆς τῆς λέξεως καὶ οὐδὲν ἀλληγορικῶς ἐκλαμβάνειν ποθοῦντες ἐλεγχέσθωσαν καὶ ἐκ τοῦ προκειμένου στίχου. οὐδὲν γὰρ ου τως ἠλίθιόν ἐστιν ὡς νομίσαι τὰ αἰσθητὰ ὀστᾶ ε ννοιαν ε χειν θεοῦ, ω στε ὑμνεῖν αὐτὸν καὶ εἰδέναι ο τι οὐδεὶς ο μοιος αὐτῷ. περὶ γὰρ τῶν ὀστῶν τοῦ ε σω ἀνθρώπου (δυνάμεις δὲ αὐτοῦ καὶ δόγματα ἀληθῆ ταῦτα) ει ρηται τὸ Πάντα τὰ ὀστᾶ μου· διὰ πάσης γὰρ ἐννοίας καὶ δόγματος ἀληθινοῦ ἐβεβαιώθην μηδὲν τῶν γεννητῶν ο μοιον ει ναι τοῦ κυρίου· μόνος γὰρ αὐτὸς εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου καὶ χαρακτὴρ θεϊκῆς ὑποστάσεώς ἐστιν. 331 Ps 34,10c ̓Επιστήσεις δέ, εἰ ε τερός ἐστιν ὁ πτωχὸς παρὰ τὸν πένητα καὶ πότερον τῇ ὑποστάσει η τῇ ἐπινοίᾳ, τῷ ἐγχωρεῖν τὸν αὐτὸν καὶ πτωχὸν ει ναι πτωχεύσαντα τῷ ἀποπεπτωκέναι ου ε σχεν πλούτου καὶ πένητα τῷ μετὰ πόνου περιποιεῖν τὰ πρὸς τὸ διαζῆν. 332 Ps 34,11 Οἱ μὴ δικαιοσύνης ἀλλ' ἀδικίας μάρτυρες διαναστάντες καὶ διεγείραντες ἑαυτοὺς σοφιστικῶς ἐπερωτῶσιν α οὐ γινώσκω. οὐδὲν γὰρ τῶν φαύλων γινώσκει ὁ σπουδαῖος, τουτέστιν οὐδενὶ τῶν πονηρῶν ἀνακέκραται· μαρτύριον δέ· ̔Ο φυλάσσων ἐντολὴν οὐ γνώσεται ῥῆμα πονηρόν. καὶ ἐνταῦθα γὰρ τὸ Οὐ γνώσεται ἀντὶ τοῦ οὐ πεποίωται οὐδὲ ἀνακέκραται κατὰ ῥῆμα πονηρόν. ψεῦδος γὰρ τὸ νομίζειν μὴ ἐπίστασθαι ῥῆμα πονηρὸν τὸν φυλάττοντα τὴν θείαν ἐντολήν· διάκρισιν γὰρ ε χων πονηροῦ καὶ ἀγαθοῦ, τα λλα πάντα ἀποστραφεὶς ῥήματα ἐπὶ τὸ τηρεῖν τὴν ἐντολὴν η λθεν. ο ου ν λέγει τοιοῦτόν ἐστιν· πεῖραν οὐκ ε χοντα οὐδὲ γνῶσιν η ε ννοιαν τῶν κακῶν διερεθίζοντές με, ἐπηρώτων με περὶ αὐτῶν ω σπερ ἡ Αἰγυπτία τὸν ̓Ιωσὴφ καὶ οἱ πρεσβύτεροι τὴν Σουσάνναν. 333 Ps 34,12 ̓Εμοῦ φιλοτιμωμένου τὰ πρὸς πάντας καθήκοντα ἀμέμπτως ἐπιτελεῖν βούλεσθαι, εἰ δυνατὸν μετὰ πάντων ἀνθρώπων εἰρηνεύειν, αὐτοὶ ἀντὶ τούτων τῶν καλῶν πονηρὰ ἀνταπεδίδουν μοι, ἐχθροὶ καὶ δυσμενεῖς διὰ πάντων ἀναφαινόμενοι· τὸ ο σον δ' ἐπ' αὐτοῖς τὴν ἐν καλοῖς εὐτεκνίαν τῆς ψυχῆς μου ἀναιρεῖν ἐπεχείρουν. εἰ γοῦν πεισθεὶς αὐτῶν ταῖς ἐρωτήσεσιν τοιοῦτος ἐγεγόνειν οι ον η θελόν με ποιῆσαι, ἠτεκνώθη α ν ἡ ψυχή μου μηκέτι δεχομένη τὰς θείας τοῦ νυμφίου γονάς. εἰ δὲ τέκνα λέγοιντο οἱ μαθηταὶ τοῦ διδάξαντος, καὶ ου τως ἀτεκνοῦται ἡ ψυχὴ τοῦ διδασκάλου, σφάλμασιν περιπεσοῦσα τῷ ἑαυτῆς σκανδάλῳ, ἀναιροῦσα τοὺς ἐξ αὐτῆς γεναμένους διὰ μαθητείας. 334 Ps 34,13b 334 ̓Επειδὴ ἡ 73 τρυφὴ τὰς ἀλόγους ἡδονὰς διεγείρουσα ἀλόγως ἐπαίρει τὴν ψυχήν, νηστεία τὸ ἐναντίον ποιοῦσα καθαιρεῖ τὰ πάθη· ἀλλὰ καὶ ἁμαρτημάτων καθαίρεσιν ἡ ἐπαινετὴ νηστεία ποιεῖ, η καὶ ἀληθῶς ἀτυφίαν ἐργαζομένη τῇ ψυχῇ ταπεινοῖ αὐτήν. 335 Ps 34,13c Τοῦ καλῶς προσευξαμένου ἡ προσευχὴ εἰς αὐτὸν ἀνακάμπτει φέρουσα τὰ ἀγαθὰ ὑπὲρ ω ν γέγονεν, καὶ ἀποστραφεῖσα εἰς κόλπον συστρέφεται τοῦ ἀναπέμψαντος αὐτήν. σημαίνει δὲ ὁ κόλπος τὸ ἡγεμονικὸν αὐτῶν· Ου τος γὰρ ὁ φαυλισμὸς αὐτῶν ἐν γῇ Αἰγύπτῳ εἰς κόλπον αὐτῶν, καὶ Εἰς κόλπον ἐπέρχεται πάντα τοῖς ἀδίκοις· καὶ ταύτῃ καὶ πάντες οἱ δίκαιοι εἰς κόλπον ̓Αβραὰμ χωροῦσιν, τουτέστιν εἰς τὴν αὐτὴν αὐτῷ γνώμην καὶ ἐπαγγελίαν. 336 Ps 34,14 ̓Εγὼ ου τως εὐαρέστως διεκείμην πρὸς τοὺς βλάψαι τὰ προειρημένα βουλομένους, ὡς α ν τις εὐαρεστοίη τῷ πλησίον καὶ τῷ σφετέρῳ ἀδελφῷ, η ου τως, ὡς πλησίον αὐτῶν καὶ ὡς ἀδελφὸς σφέτερος εὐηρέστουν αὐτοῖς. ̓Επεὶ ὡς περὶ γνησίων ἀδελφῶν διεκείμην
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.