Unit 18 rem close
Rem CLOSEOUT: Unit 18 CLOSEOUT.
Greek
ἀφ' υ ψους τὸν τῶν ἁμαρτωλῶν ἐπόψει ο λεθρον, παραδιδομένους κολάσει. 371 Ps 36,36 Παρελθών, φησίν, τῇ διανοίᾳ ἐπὶ τὸν μέλλοντα βίον οὐκ ε θ' ευ ρον τὸν ἀσεβῆ, ὡς ζητῆσαι τὸν τόπον αὐτοῦ καὶ μὴ εὑρεῖν. ει ρηται δὲ μὴ εὑρίσκεσθαι τοὺς φαύλους μετὰ ταῦτα, οὐ τῆς οὐσίας αὐτῶν ἀφανιζομένης ἀλλὰ τῆς ποιότητος καθ' η ν εἰσιν τοιοῦτοι, καὶ περὶ τοῦ μὴ εὑρίσκεσθαι τὸν ἐν τάξει τόπον αὐτῶν προαποδέδεικται. εἰ δὲ περὶ τοῦ σατανᾶ ταῦτα λέγοιτο, ἐπεὶ α ρχων τοῦ κόσμου τούτου ει ρηται (παρέρχεται δὲ ου τος ὁ κόσμος), ζητήσας τις ἐν τῷ μέλλοντι αἰῶνι τὸν τόπον τούτου τοῦ α ρχοντος οὐχ εὑρήσει. εἰ δὲ καὶ ἡ ἁμαρτία τόπος ἐστὶν τοῦ διαβόλου κατὰ τὸ Μὴ δίδοτε τόπον τῷ διαβόλῳ, τῆς κακίας ἀφανιζομένης οὐχ εὑρέθη ὁ τόπος τοῦ ἀσεβοῦς. εἰ δὲ καὶ κατὰ τὴν λέξιν βουληθείης νοῆσαι 372 Ps 36,37–40 Εἰ δὲ καὶ κατὰ τὴν λέξιν βουληθείης νοῆσαι, διαφορὰν ἀκακίας καὶ εὐθύτητος ει ποι α ν τις τοιαύτην· εἰ μὲν ἀκακίᾳ ῃ ἡ τῶν κακῶν ἀπραξία, εὐθύτης ει η ἡ ε ξις καθ' η ν ἀπαθῶς πάντα ἐνεργοῦμεν· εἰ δὲ ἀκακίαν λέγοι τὴν τοῦ η θους κατόρθωσιν, εὐθύτης ει η ἡ ἀκαμπὴς τῶν δογμάτων τῆς ἀληθείας θεωρία. ἑκατέρως προστάσσει φυλάσσειν ἀκακίαν καὶ ἰδεῖν εὐθύτητα τῷ ει ναι ἐγκατάλειμμα εἰς τὸν μέλλοντα βίον τῷ εἰρηνικῷ ἀνθρώπῳ τὴν οὐ καταισχύνουσαν ἐλπίδα, τῶν ἀσεβῶν ἐξολοθρευμένων ἐπὶ τὸ αὐτὸ καὶ α μα κατὰ τὸν τῆς κρίσεως καιρόν. Σωτηρία δὲ τῶν δικαίων γίνεται παρὰ κυρίου ὑπερασπίζοντος αὐτῶν ἐν καιρῷ θλίψεως. τούτῳ συνῳδὸν τὸ ̔Η σωτηρία ἡμῶν ἐν καιρῷ θλίψεως. ὑπάρξει δὲ αὐτοῖς καὶ τὸ βοηθείας παρὰ τοῦ κυρίου τυχεῖν καὶ τὸ ῥυσθῆναι ἐκ πολεμίων, ἀλλὰ καὶ τὸ ἐξαιρεθῆναι ἐκ 78 χειρὸς ἁμαρτωλῶν τουτέστιν πράξεως η δυνάμεων πονηρῶν· διότι Ηλπισαν ἐπ' αὐτόν. ∆ιὸ καὶ ὁ ψαλμὸς ου τος ἐν οἰκείῳ ἀριθμῷ τῶν λεγομένων ἐν αὐτῷ τέτακται. ε στιν γὰρ τριακοστὸς ε κτος. ου τος δὲ ὁ ἀριθμὸς ὁμοῦ τρίγωνος καὶ τετράγωνός ἐστιν. χρώμενος μὲν ἡ τρίγωνός ἐστιν πλευρὰ τῇ ὀγδοάδι, ε στι δὲ ἡ ὀγδοὰς ἀναστάσιμος τοῦ σωτῆρος ἡμέρα. ἡ δὲ τετράγωνος πλευρὰν ε χει τὸν ε ξ ο ντα ἀριθμὸν τέλειον· ἑξάκις γὰρ τριάκοντα ε ξ. τρίγωνος δὲ κατὰ τοῦτο· εἰ γὰρ ἀπὸ μονάδος ἑξῆς ε ως ὀγδοάδος ἀριθμήσεις, οὐκ α λλον τούτου εὑρήσεις ἀριθμόν. 373 Ps 37,2 ̓Εξομολογούμενον πρόσωπον εἰσάγεται ἐν τῷ ψαλμῷ τούτῳ. εἰ γὰρ πέπρακταί μοι, φησίν, τι τοιοῦτον ἐφ' ῳ α ξιον ὑπὸ θυμοῦ ἐλεγχθῆναι καὶ ὑπὸ ὀργῆς παιδευθῆναι, ἀλλά γε μετανοήσας παρακαλῶ ὑπὸ λόγου καὶ μὴ ὑπὸ θυμοῦ ἐλεγχθῆναι καὶ ὑπὸ διδασκαλίας καὶ μὴ ὑπὸ ὀργῆς παιδευθῆναι. 374 Ps 37,3a ∆ηλοῖ δέ ποτε ἡ τῶν βελῶν προσηγορία καὶ τὰς κολάσεις, ὡς ἐν τοῖς προάγουσιν ει ρηται. φησὶ τοίνυν· ἐπεὶ ἁμαρτίας πεποίηκα αι ς ἀκολουθεῖ κόλασις, Τὰ βέλη σου η δη ἐνεπάγησάν μοι. 375 Ps 37,4b ̓Επιφαινομένων τῶν ἁμαρτιῶν μου· δεῖγμα γὰρ τοῦ ε τι αὐτὰς παρεῖναι τὸ ὁρᾶσθαι αὐτῶν τὸ πρόσωπον. 376 Ps 37,5–7a Τὰς μὲν ἀνομίας ὑπερηρκέναι τὴν κεφαλὴν ἑαυτοῦ φησιν, ω στε πιέσαι καὶ βαρύναι τὸ ἡγεμονικὸν αὐτοῦ τροπικῶς κεφαλὴν ὀνομαζόμενον, ταύτας δὲ καὶ τρόπον φορτίου βεβαρύνθαι ἐπ' αὐτόν· τῆς γὰρ κακίας φύσει κατωφεροῦς καὶ βαρυτάτης ου σης ὡς ταλάντῳ μολίβδου παραβάλλεσθαι, μόνος ὁ μετανοῶν αι σθησιν τοῦ βάρους αὐτῆς λαμβάνει, οἰομένου κουφοτάτην αὐτὴν ὑπάρχειν τοῦ σὺν ἡδονῇ ἐνεργοῦντος αὐτήν. ο θεν ̓Ιησοῦς τοὺς κοπιῶντας καὶ πεφορτισμένους διὰ μετανοίας η κειν πρὸς αὐτὸν καλεῖ αἰσθηθέντας τοῦ α χθους τῆς ἁμαρτίας καὶ κοπιάσαντας ἀπ' αὐτοῦ. τοὺς δὲ μώλωπας ου ς ε σχεν ἀπὸ τῶν πεπυρωμένων τοῦ πονηροῦ βελῶν εἰς σῆψιν καὶ δυσωδίαν τετράφθαι φησὶν ἀπὸ προσώπου η ς ε σχεν ἀφροσύνης· σὺν ἀφροσύνῃ γὰρ οὐχ ἡ τυχοῦσα συνίσταται κακία, ὡς αυ μετὰ φρονήσεως τὰ κατ' ἀρετὴν ἐνεργεῖται. Τὰ δ' ἑξῆς τάχα ου τως ἀναγνωστέον· ἐπεὶ ε ως τέλους, τουτέστιν διὰ βίου, κατεκάμφθην τὰ κάτω φρονῶν καὶ ἐπὶ γῆν βλέπων, ἠκολούθησεν τὸ οἰκτρὸν καὶ ἐλεεινόν με ει ναι, ο παρίσταται ἐκ τοῦ ̓Εταλαιπώρησα. 377 Ps 37,7b.8 Ητοι τῶν λογισμῶν μου η τῶν πονηρῶν πνευμάτων· τούτου ε νεκα διὰ βίου σκυθρωπάζων ἐπορευόμην, πάσης ἱλαρίας ἀφαιρεθείσης. ἐπειδὴ δὲ φέρονται γραφαί, ω ν ἡ μὲν Ψύαι μου, ἡ δὲ Αἱ λαγόνες μου ἐπλήσθησαν ἐμπαιγμῶν, ῥητέον ο τι, ἐπεὶ περὶ τὰς ψύας καὶ τὰς λαγόνας συνίσταται τὰ σπέρματα εἰς παιδοποιΐαν συντείνοντα, ἐμπαιγμῶν ἐμπίπλαται ταῦτα, ο τ' α ν μὴ εἰς παιδοποιΐαν ἀλλὰ πορνικῶς ἐπιτελῆται. ∆ιὰ τοῦτο
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.