Fragmenta in Psalmos · §u18-rem-mid

Unit 18 rem mid

Rem mid: Unit 18; lemma continues; reading with the letter.

Greek

πονηροί εἰσιν λογισμοί, ῥομφαία δὲ ἠκονημένη ἡ γλῶσσα η τοι ὁ λόγος αὐτῶν ἀναιρετικός ἐστιν διαφορῶν. ἐπεὶ τοίνυν ὁ ἁμαρτάνων τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθνῄσκει, καὶ τούτων ἡ ῥομφαία η ν κατ' α λλων ἠκόνησαν βλάψει αὐτοὺς εἰς τὴν καρδίαν αὐτῶν. 361 Ps 36,16 Πρὸς διάνοιαν· κρεῖττον τῷ δικαίῳ ὀλίγον γνώσεως ε χειν μετ' εὐσεβείας ὑπὲρ πλοῦτον μετὰ δυσσεβείας τῶν ἁμαρτωλῶν, ο ν πλουτεῖν οι ονταί τινες τὰ τῆς ψευδονύμου γνώσεως μετερχόμενοι. 362 Ps 36,17a Βραχίονας δὲ νῦν οὐ τοὺς τοῦ σώματος ἀλλὰ τοὺς τῆς ψυχῆς ο ντας πρακτικὰς δυνάμεις ῥητέον. 363 Ps 36,18a ̔Ο γινώσκων κύριος τὴν τῶν δικαίων ὁδὸν καὶ τὰς τῶν ἀμώμων ὁδοὺς ει σεται. τὸ τῆς γνώσεως οὐκ ἐπὶ τῆς εἰδήσεως ῥητέον τὰ νῦν ἀλλ' ἐπὶ τῆς ἀνακράσεως· τὰς γὰρ τῶν ἀμώμων ὁδοὺς α ς ὁδεύουσιν πάσας γινώσκει κύριος τῇ ἀμωμότητι αὐτῶν ἀνακρινάμενος. φέρεται δὲ καὶ Γινώσκει κύριος τὰς ἡμέρας τῶν ἀμώμων. ἐπεὶ γὰρ οἱ α μωμοι οὐδέποτε ἐν σκότῳ ἀλλ' ἐν φωτὶ καὶ ἡμέρᾳ εἰσὶν ἀεί, τούτου χάριν γινώσκει κύριος τὰς τοιαύτας αὐτῶν ἡμέρας η καὶ πάσας τὰς τοῦ βίου αὐτῶν ἡμέρας ἀεὶ ἀμέμπτως καὶ ἀμώμως ἐνεργούντων. 364 Ps 36,19a Καιρὸς πονηρός ἐστιν ο τε ἐπίπονά τις ἀπολαμβάνει ἁμαρτημάτων ε νεκα. ἐν τούτῳ ου ν τῷ καιρῷ οὐ καταισχυνθήσονται οἱ α μωμοι, οὐκ ε χοντες πράξεις ἐφ' αι ς ε στι τὸ παθεῖν. 365 Ps 36,20a Οτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται, οὐ τῷ ἐξ ο λων διαλύεσθαι τὴν σύστασιν αὐτῶν ἀλλὰ τῷ μηκέτι ει ναι ἁμαρτωλούς. 366 Ps 36,25ab Κα ν πολλὴ σπάνις σιτίων διὰ κραταιὰν λιμὸν γένηται, κατ' ἐντολὴν θεοῦ κόρακες οι σουσιν ὡς τῷ ̔Ηλίᾳ τροφάς, καὶ ὡς τῷ ∆ανιὴλ ἐν τῷ λάκκῳ τῶν λεόντων α ριστον ὁ ̓Αμβακοὺμ μετέωρος φερόμενος οι σει. καὶ τοῦτο πρὸς τὸ ῥητόν, πρὸς δὲ διάνοιαν· ἐκ νεαροῦ καὶ ἀβεβαίου η θους καθ' ο νεωτερίζων νεώτερος η μην μεταβαλὼν εἰς γῆρας η λθον βίον ἀκηλίδωτον καὶ πολιὰν φρόνησιν κεκτημένος. ο μως ου τω προκόψας Οὐκ ει δον δίκαιον ἐγκαταλελειμμένον. τὰ δ' α λλα ὁμοίως τῷ πρώτῳ. 367 Ps 36,25c.26 ἐγκαταλελειμένον τῷ τὸν θεὸν ε χειν τρέφοντα καὶ α ρτους θείους 77 παρέχοντα, ὡς μὴ ζητῆσαί ποτε α ρτους τὸ τοῦ δικαίου σπέρμα τουτέστιν τοὺς κατὰ διδασκαλίαν γεγενημένους. ο λην γοῦν τὴν ζωὴν ἑαυτοῦ κατάστασιν ου σαν ἀκριβῆ τε καὶ δεδοκιμασμένην ἐγνωσμένην πᾶσιν ἐργάζεται· καὶ ου τως ο λην τὴν ἡμέραν ἐλεεῖ κοινωνικὸς ω ν, καὶ δανείζει η τοι μαθήματα θεῖα τοῖς ἀκροωμένοις η θεῷ κατὰ τὸ ̓Ελεῶν πτωχὸν θεῷ δανείζει, ἐπὶ τῷ κερδῆσαι τόκους σωτηριώδεις ω στε καὶ τὸ σπέρμα αὐτῶν εὐλογημένον ει ναι πάσῃ εὐλογίᾳ πνευματικῇ. 368 Ps 36,30 ̔Ο δίκαιος πᾶσαν τὴν ἠθικὴν κατορθώσας ἀρετὴν η λθεν ἐπὶ θεωρίαν διὸ καὶ ὁ λόγος αὐτοῦ τροπικῶς στόμα καλούμενος οὐκ α λλο τι η τὴν ἐν τῷ θεωρεῖν σοφίαν μελετᾷ. εἰς τοῦτο παραλήψῃ τὸ ∆ιήγησις εὐσεβοῦς διὰ παντὸς σοφία, ὁ δὲ α φρων ὡς σελήνη ἀλλοιοῦται. καὶ ἡ γλῶσσα δὲ τοῦ δικαίου οὐκ ἀνεξετάστως οὐδ' ὡς ε τυχεν φθέγγεται. κρίνας γὰρ καὶ ἐξετάσας διαφορὰν λεκτέων καὶ οὐ λεκτέων· τὰ μὲν ἐρεῖ, τὰ δὲ ἡσυχάσει. τοιοῦτόν ἐστιν τὸ Χείλη σοφῶν δέδεται αἰσθήσει, τῷ ᾐσθημένως καὶ λέγειν καὶ σιωπᾶν· αἰσθήσει δεσμῷ τῶν χειλέων κέχρηται. 369 Ps 36,31 Ον κατὰ φύσιν ε χομεν νόμον ἐν καρδίᾳ καθ' ο ν διακρίνομεν τὸ ποιητέον καὶ οὐ ποιητέον, οὐκ α λλου ἐστὶν η τοῦ πεποιηκότος ἡμᾶς κατὰ τὴν ἑαυτοῦ εἰκόνα θεοῦ. ἀμέλει ο τ' α ν σῴζωμεν ἀδιαστρόφους τὰς ἐννοίας τῶν χειρόνων ἀπεχόμενοι, τῶν κρειττόνων ἀντιποιούμεθα. τούτῳ τῷ νόμῳ ἡγεμόνι τῆς ὁδοῦ χρώμενοι α νευ ὑποσκελισμοῦ διαβαίνομεν ἐφ' ο ἐπειγόμεθα τέρμα. ∆υνατὸν δὲ τὸν εὐαγγελικὸν νόμον δηλοῦσθαι διὰ τῆς παρούσης λέξεως. 370 Ps 36,34 Τῷ δικαίῳ ῳ κατανοεῖ ὁ ἁμαρτωλὸς ζητῶν αὐτὸν θανατῶσαι λέγεται· ̔Υπόμεινον τὸν κύριον. εἰ καὶ πολλοὺς ε χεις τοὺς φονῶντας κατὰ σοῦ, ἐκ θεοῦ δέχου τὴν σωτηρίαν. ̔Υπόμεινον δὲ αὐτὸν καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ, τηρῶν τὰς ἐντολὰς αὐτοῦ. ου τω γὰρ διατεθέντι σοι ἀκολουθήσει τὸ ὑψωθῆναι, ω στε κατακληρονομῆσαι τὴν πολλάκις η δη εἰρημένην γῆν. Σημειωτέον δὲ ο τι ἐν υ ψει που κεῖσθαι τὴν τῆς εὐαγγελίας λέγει γῆν· οὐ γὰρ ἐπὶ τῷ τὴν ἐν ποσὶν κληρονομῆσαι γῆν ὑψοῦταί τις ἀλλὰ τὴν α νω που ἱδρυμένην. καὶ ἐν ̔Ησαίᾳ γοῦν ̓Αναβιβάσει σε κύριος ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς ει ρηται. καὶ ἐν οι ῳ δὲ υ ψει τυγχάνει αὐτὴ ἡ γῆ, σκόπει, ὡς θεοῦ ἀναβιβάζοντος ἐπ' αὐτὴν καὶ ὑψοῦντος, ω στε αὐτὴν κληρονομῆσαι τῷ μὴ οι όν τε ει ναί τινα ἑαυτῷ ἐπ' αὐτὴν γενέσθαι. τότε δέ, ω σπερ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.