Fragmenta in Psalmos · §u18-rem-early

Unit 18 rem early

Rem early: Unit 18; lemma and argument toward the thesis.

Greek

ἀνεπαύσαντο κατάκοποι τῷ σώματι, καὶ τὸ Γυμνὸς ἀπελεύσομαι ἐκεῖ, καὶ ει τι τοιοῦτον. λέγει ου ν ο τι ̓Εκεῖ, τουτέστιν ἐν τῷ μέλλοντι βίῳ, ε πεσαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. εἰ γὰρ καὶ ω δε ε δοξαν ἑστάναι καὶ ἐνεργεῖν τὰ τῆς ἀνομίας, ἀλλ' ου ν γε ἐκεῖ ε πεσον οὐκέτι ἐπιτρεπόμενοι ἐνεργεῖν, ὡς πρότερον ἐνήργουν. οὐ δεῖ δὲ ξενίζεσθαι, εἰ τὸ μέλλον ὡς η δη γεγονὸς λέγει· πολλὰ γὰρ τοιαῦτα ῥηθείη, ὡς τὸ Ωρυξαν χεῖράς μου καὶ πόδας μου, καὶ ∆ιεμερίσαντο τὰ ἱμάτιά μου· ἐπεὶ γὰρ ὁ προφητικῶς προορῶν τὰ ἐσόμενα ου τως αὐτὰ βλέπει ὡς πάντως γενησόμενα, τούτου χάριν ὡς η δη γενόμενα αὐτὰ διορίζεται. 354 Ps 35,13b ̓Εξώσθησαν δέ, η τοι τῆς ε ξεως ε ξω η ς ει χον γενέσθαι ἐβιάσθησαν, η ε ξω τῆς αὐτοπραγίας γεγένηνται· διότι οὐκέτι στῆναι δύνανται, ἐνεργητικῶς ἐμποδισθεισῶν ἀλλ' οὐκ ἀναιρεθεισῶν τῶν πρακτικῶν δυνάμεων αὐτῶν. 355 Ps 36,3 Αυ τη ἡ χρηστότης προξενήσει σοι τὸ κατασκηνῶσαι ἐπὶ τῆς ἁγίας γῆς, ὡς ποιμαίνεσθαι ἐπὶ τῷ πλούτῳ αὐτῆς· ε ξεις γὰρ ποιμένα τὸν ἀληθινὸν α γοντά σε ἐπὶ θείαν νομήν, η τις πλοῦτος τῆς γῆς ἐκείνης ὠνόμασται. Τὰ δ' α λλα ὁμοίως τῷ πρὸ αὐτοῦ. 356 Ps 36,4 ∆ιὰ πάντων ὠφέλιμον ἡμῖν ἑαυτὸν παρέχων ὁ κύριος καὶ τροφὴ ἡμῖν καὶ ποτὸν εὑρίσκεται. ο ταν ου ν τροφῶμεν αὐτὸν τυγχάνοντα α ρτον ζωῆς καὶ ἐμφορηθῶμεν τῶν σαρκῶν αὐτοῦ καὶ τοῦ αι ματος, ο ντων βρώσεως καὶ πόσεως ἀληθινῆς, κατατρυφήσαντες αὐτοῦ, ε ξομεν αὐτὸν ὀρέγοντα α παντα τὰ αἰτήματα τῆς καρδίας, τουτέστιν τοῦ νοῦ, οὐ τὰ αἰσθητὰ ἀλλὰ τὰ πνευματικὰ καὶ νοητά. 357 Ps 36,4–7a Κατατρύφησον τοῦ κυρίου, καὶ τυχὼν τῶν προλεχθέντων τὴν σαυτοῦ ὁδὸν η ν πρακτικῶς ὁδεύεις κατάστησον φανεράν. πότε δὲ ταῦτα ποιεῖς; ο τ' α ν ἐνεργῇς ἐκεῖνα οι ς ἐφορᾷ ὁ θεός. ὁ γὰρ ἁμαρτάνων κρύπτεται θεόν, καλύπτειν αὐτοῦ τὴν ὁδὸν σπεύδων. φανερῶν δέ σου τὴν ὁδὸν τῷ θεῷ Ελπισον ἐπ' αὐτόν, καὶ αὐτὸς ποιήσει τὰ ἐλπισθέντα σοι καὶ προσδοκηθέντα σοι, ω στε τὴν ἐν κρυπτῷ ἐνεργηθεῖσαν δικαιοσύνην σου ἐξοῖσαι ὡς φῶς, ὡς τὴν τοῦ ̓Ιὼβ καὶ ̓Ιωσήφ. ἡ γὰρ τούτων φωτὸς δίκην ἀναλάμψασα ἐν ο λῃ τῇ οἰκουμένῃ ἐπὶ πάσας γενεὰς διεδόθη, ἀλλὰ Καὶ τὸ κρίμα σου. η τοι ὁ αὐτὸς ε κρινεν περὶ σοῦ, η ο σὺ ε κρινας καὶ ἐδοκίμασας ἐν σεαυτῷ ἐξοίσει κατὰ τὰ αὐτὰ τῇ μεσημβρίᾳ τῇ ἀκμαῖον καὶ ἀκραιφνὲς φῶς ἐχούσῃ. ου τω γὰρ πάντων τῶν κατὰ σὲ φανερωθέντων ὡς φωστὴρ ἐν κόσμῳ γενήσῃ. τέως δὲ νῦν ̔Υποτάγηθι τῷ κυρίῳ. πῶς δὲ τοῦτο γενήσεται; διὰ τοῦ φυλάττειν τὰ θεῖα προστάγματα, ἱκετεύειν αὐτόν, τῶν προπεπραγμένων 76 ἁμαρτημάτων συγχώρησιν αὐτὸν ἀπαιτῶν, καὶ τοῦ τυχεῖν τῶν εἰρημένων. 358 Ps 36,8a ̓Ολέθριον πάθος τυγχάνει ἡ ὀργή, ὡς καὶ τοὺς φρονίμους ἀναιρεῖν· ̓Οργὴ γὰρ ἀπόλλυσι καὶ φρονίμους, ἀλλὰ καὶ τῆς ἐνεργείας τῆς ἀρετῆς ἐστιν ἐμποδιστική· ̓Οργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ οὐκ ἐργάζεται. διὸ Παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλειπε θυμόν, ζηλωτὴς πραΰτητος καὶ ἡμερότητος γινόμενος. δύναται δέ τις παύεσθαι ἀπὸ ὀργῆς τῆς τοῦ θεοῦ καὶ ἐγκαταλείπειν τὸν θυμὸν αὐτοῦ ἀπεχόμενος ἐκείνων οι ς ἀκολουθεῖ τὸ ὀργῇ καὶ θυμῷ ὑποπεσεῖν. 359 Ps 36,10.11 ̓Επεὶ καταργηθήσεται τὰ τῆς κακίας ε τι ὀλίγου παραδραμόντος χρόνου, οὐχ ὑπάρξεται ὁ ἁμαρτωλός, τῆς ε ξεως καθ' η ν ἐστιν τοιοῦτος οὐχ εὑρισκομένης. διὸ καὶ ζητήσας τὸν τόπον αὐτοῦ οὐχ εὑρήσεις. τόπον δὲ ἀκουστέον τὸν ὡς ε ν τινι τάξει, οι ον διαφορᾶς ἐνούσης διδασκάλου καὶ μαθητοῦ. ε στιν τόπος διδασκάλου καὶ τόπος μαθητοῦ, ο τ' α ν ὁ μαθητὴς πληρωθῇ τῆς ἐπιστήμης, ὡς ὁ διδάσκαλος γεγενημένος ἀπολείψει τὸν μαθητοῦ τόπον ὡς μηκέτι ει ναι τοῦτον. ἐπεὶ ου ν καὶ τῶν λογικῶν ἐξ ἰδίας αἱρέσεως γέγονε διαφορὰ ὡς τοὺς μὲν δικαίων τοὺς δὲ ἁμαρτωλῶν ἐπέχειν τόπον, ἀφανιζομένης τῆς κακίας οὐκ ε τ' ε σται τοῦ ἁμαρτωλοῦ τόπος. οἱ δὲ πραεῖς εὐστάθειαν κατορθώσαντες κληρονόμοι γῆς ἑτέρας παρ' η ς πατοῦμεν ἀποδειχθήσονται, ὡς καὶ κατατρυφᾶν ἐπ' αὐτῆς πλήθους εἰρήνης ἐσομένου, ο τ' α ν πάντες οἱ ἐχθροὶ πρὸς ου ς ε χομεν τὸν πόλεμον καταλυθῶσιν. 360 Ps 36,14 ∆υνατὸν ἐπὶ τὸν διάβολον ἀνάγειν ταῦτα μετὰ α ρθρου ἁμαρτωλὸν ὀνομαζόμενον. σπῶνται δὲ καὶ οἱ ἁμαρτωλοὶ ῥομφαίαν καὶ ἐντείνουσι τόξον, ο πως τοῖς μὲν τόξοις βάλωσι τὸν πτωχὸν καὶ πένητα, τῇ δὲ ῥομφαίᾳ σφάξωσι τοὺς εὐθεῖς τῇ καρδίᾳ· οὐ γὰρ τοὺς ἐν κακοῖς πλουτοῦντας τιτρώσκουσι φίλους αὐτῶν ο ντας, οὐδὲ τοὺς σκολιοὺς τῇ καρδίᾳ σφάττουσιν ἑταιρίαν πρὸς αὐτοὺς ε χοντες. τόξα δὲ αὐτῶν ἐντεταμένα οἱ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.