Unit 19 rem close
Rem CLOSEOUT: Unit 19 CLOSEOUT.
Greek
ε ργα τὰ ἀράχνη ἐοικότα ἐκ τῶν ἐλέγχων τῶν ὑπὲρ ἀνομίας ἀφανισθῇ, ἐκτήκεται ὡς ἡ ἀράχνη ἡ ψυχὴ τοῦ ἐλεγχομένου. 399 Ps 38,13.14 ̓Επεὶ οι δεν ε τι ἑαυτὸν πολλῶν δεόμενον, παρακαλεῖ ἐνδοθῆναι αὐτῷ ε τι ἐνδιατρίψαι ἐν τῷ βίῳ τούτῳ, ο πως 82 ἀναψύξῃ κατατρυφήσας ἐν τελείοις ἀγαθοῖς. εἰ γὰρ μὴ ου τως ἀλλ' ε τι λείπων ἀπέλθοι, οὐκέτι μὴ ὑπάρξῃ, οὐ τῷ καταστρέφειν εἰς τὸ μὴ ο ν (ἀθάνατος γὰρ καὶ ἀνώλεθρος ἡ ψυχὴ) ἀλλὰ τῷ μηκέτι ἐν μετοχῇ τοῦ ο ντος ὑπάρχειν. τοῦτο γὰρ τὸ ἀληθῶς ει ναι τυγχάνει, τὸ μετέχειν τοῦ εἰρηκότος· ̓Εγώ εἰμι ὁ ω ν, λεγομένων μὴ ει ναι τῶν ταύτην τὴν μετοχὴν οὐκ ἐχόντων κατὰ τὸ λελεγμένον ἐν εὐχῇ πρὸς τὸν θεόν· Μὴ παραδῷς τὸ σκῆπτρόν σου τοῖς μὴ ου σιν. ταύτης τῆς ὑπάρξεως μετασχεῖν ποθῶν ευ χεται καιρὸν αὐτῷ δοθῆναι τοῦ ἀναψύξαι τῇ μετουσίᾳ τοῦ ο ντος, ι ν' ἀληθῶς ὑπάρξῃ. 400 Ps 39,3ab Λάκκον ταλαιπωρίας τὴν εἰδωλολατρίαν καλεῖ, ὡς ταλαιπωρουμένων τῶν ἐξ αὐτῆς ἀντλούντων· οὐδὲν γὰρ ἀντλοῦσιν τῶν εἰς ζωὴν ἐπιτηδείων, ο περ ̔Ιερεμίας ὀνειδίζων τοὺς ̓Ιουδαίους ε λεγεν Ωρυξαν ἑαυτοῖς λάκκουςσυντετριμμένους οι οὐ δυνήσονται υ δωρ συνέχειν· Πηλὸν ἰλύος τὰς ἡδονάς, ἐπειδὴ τρὺξ αυ τη καὶ φθορὰ σωμάτων καὶ σηπεδόνες τυγχάνουσιν, ὡς ἐξ ἑκατέρου δὲ ὁ Χριστὸς τὰ ε θνη διὰ τῆς πίστεως τῆς εἰς αὐτὸν καὶ τοῦ κηρύγματος ε σωσεν. 401 Ps 39,3cδ Οἱ παρὰ τῆς λέξεως μηδὲν δηλοῦσθαι ἐν τῇ γραφῇ νομίζοντες λέγουσιν· ὡς α ν πηλίκου ἀγαθοῦ τυχὼν ὁ ἐπὶ τῆς αἰσθητῆς πέτρας τοὺς πόδας τοῦ σώματος στάς, ου τως εὐχαριστεῖ τῷ τοῦτο δωρησαμένῳ. ἡμεῖς δέ φαμεν ο τι ὁ τῶν προειρημένων λάκκου καὶ πηλοῦ ἀπαλλαγεὶς ἐπὶ τὴν ἀρραγῆ καὶ ἀκλόνητον κατ' ἀρετὴν τελειότητα ἱδρυνθεὶς ἀπαγγέλλει τὰ προκείμενα· τῷ γὰρ ου τω στάντι ἐπὶ πέτραν ἀκολουθεῖ καὶ τὸ κατευθύνεσθαι τὰ διαβήματα αὐτοῦ ὑπὸ κυρίου διαβαίνοντος ἀπὸ κακίας εἰς ἀρετὴν καὶ ἀπὸ θνητῶν εἰς ἀθάνατα ἀλλὰ καὶ κατὰ πᾶσαν προκοπήν. 402 Ps 39,4ab Οἰκεῖον τῇ καινότητι τοῦ πνεύματος καὶ τάχα Αισμα καινὸν ὁ ἠθικός ἐστιν λόγος, υ μνος δὲ ἡ θεολογία. 403 Ps 39,5b Ματαιότητας ἡγητέον λέγειν αὐτὸν τὰς βιωτικὰς σπουδάς, Μανίας δὲ ψευδεῖς τὰς ψευδεῖς διδασκαλίας καὶ ψευδοπροφητείας. σημειωτέον δὲ ο τι, ὡς οὐσῶν ἀληθινῶν μανιῶν, προσέθηκεν τὸ Ψευδεῖς ταῖς μανίαις· τάχα γὰρ οἱ προφητικῶς κατεχόμενοι ἀληθῆ ε χουσιν μανίαν, οἱ δὲ ψευδομάντεις μανίαν ψευδῆ. 404 Ps 39,6b ∆ιαλογισμοὺς δὲ θεοῦ λέγει τούς, ι ν' ου τως ει πω, ἐκλογισμοὺς τῶν κατὰ πρόνοιαν θεοῦ γινομένων. τούτοις ου ν, φησίν, τοῖς διαλογισμοῖς σου οὐκ εὑρεθείη τις τῶν γενητῶν ὁμοιούμενος τῷ μηδένα ει ναι τὸν γινώσκοντα νοῦν κυρίου. 405 Ps 39,6c Τὰ θαυμάσια καὶ οἱ διαλογισμοί σου· ο ταν γάρ τις περὶ βάθεός τινος διεξελθεῖν ἐθέλοι, τότε μᾶλλον ἀσαφέστερον εὑρήσει αὐτὸ η πρότερον· Ει πα γὰρ Σοφισθήσομαι, καὶ αὐτὴ ἐμακρύνθη ἀπ' ἐμοῦ μακρὰν ὑπὲρ ο η ν, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτήν; 406 Ps 39,7 Τούτους δὲ τοὺς προκειμένους στίχους ἐκ προσώπου τοῦ σωτῆρος εἰρῆσθαι ἡ Πρὸς ̔Εβραίους ἐπιστολή φησιν φάσκουσα περὶ τοῦ σωτῆρος ∆ιὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, καὶ τὰ λοιπά. παρέσχεν ου ν ἀφορμὴν τοῦ ο λον τὸν ψαλμὸν εἰρῆσθαι ὑπ' αὐτοῦ τηροῦντα τὸ αὐτὸ πρόσωπον μέχρι τέλους τοῦ λέγοντος. παρελθόντος τοίνυν τοῦ καιροῦ τῆς σκιᾶς καθ' ο ν θυσία καὶ προσφορὰ προσήγετο, οὐκέτι τὴν διὰ τούτων λατρείαν βουληθεὶς ὁ θεός, κατηρτίσατο ἐκ τῆς παρθένου σῶμα τῷ υἱῷ, ὡς μηκέτι εὐδοκεῖν ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας. τοῦ σωτῆρος εἰπόντος τῷ πατρὶ ̓Ιδοὺ η κω ἐπὶ τὸ θέλημά σου, καθ' ο θέλημα η ρεν τὴν ἁμαρτίαν τοῦ κόσμου, αὐτὸς τυθεὶς καὶ προσενεχθεὶς ὑπὲρ τῆς πάντων ἁμαρτίας, ι να ἀφέσεως γεναμένης μηκέτι χρεία ῃ τῆς περὶ ἁμαρτιῶν θυσίας. 407 Ps 39,8b.9a Κεφαλίδα βιβλίου πᾶσαν τὴν θεόπνευστον γραφὴν νομικήν τε καὶ προφητικὴν λέγει· ἐν ταύτῃ γὰρ γέγραπται περὶ τῆς δεῦρο φοιτήσεως τοῦ σωτῆρος. ̓Εν κεφαλίδι δὲ ει πεν διὰ τὸ τὴν πᾶσαν εἰς ε ν ἀνακεφαλαιοῦσθαι. Εστι δὲ τὸ τὸν σωτῆρα α νθρωπον γενέσθαι, ο πως ποιῆσαι τὸ θέλημα τοῦ κυρίου βουληθῇ. 83 σημειωτέον δὲ ο τι τὸ συντρέχον βούλημα ἐξ α λλου ἑτέρῳ θελήματι παραστατικόν ἐστιν τοῦ ὁμοούσιον ει ναι τὴν βουλευτικὴν ὑπόστασιν τῇ τοῦ θέλοντος οὐσίᾳ. 408 Ps 39,9b ̓Εγγράψας αὐτὸν τῷ ἡγεμονικῷ μου. καὶ πᾶς δὲ ὁ κατὰ τὸν πνευματικὸν νόμον ποιωθεὶς ε χοι α ν τὸν νόμον ἐν τῇ καρδίᾳ τουτέστιν ἐν τῇ ε ξει τῇ ἑαυτοῦ. 409
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.