Fragmenta in Psalmos · §u19-rem-mid

Unit 19 rem mid

Rem mid: Unit 19; lemma continues; reading with the letter.

Greek

προκείμενον στίχον, ἐξαπτομένου πυρὸς ἐκ τῆς τοιαύτης μελέτης διεσθίοντος τὴν προϋπάρχουσαν μοχθηρὰν ε ξιν. 391 Ps 38,4c Πρὸς μὲν τὸν ἁμαρτωλόν φησιν· ̓Εκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα· πρὸς δὲ τὸν θεόν· ̓Ελάλησα ἐν γλώσσῃ μου. ὁ ἀπὸ γνησίου πόθου καὶ φρονήματος προφέρων λόγους ἐν γλώσσῃ τῇ ἑαυτοῦ λαλεῖ, τοῦ δολερῶς φθεγγομένου γλώσσῃ ἀλλοτρίᾳ λαλοῦντος. καὶ ε τι ἐπεὶ ε χομεν καὶ ἐν τῷ ε σω ἀνθρώπῳ γλῶσσαν, κυρίως ἡμῶν αυ τη γλῶσσά ἐστιν, καθ' η ν ἀπὸ διαθέσεως ε στιν λαλεῖν. 392 Ps 38,5 ̓Επεὶ ἀρξάμενος τοῦ ζῆν κατὰ τὴν ἀνθρωπίνην ζωὴν καὶ τέλος αὐτῆς προσδοκῶ, α δηλον δέ μοι τοῦτο, σύ μοι γνώρισον τὸ πέρας 81 μου, ι να τὸ πλῆθος τῶν ἐτῶν τῆς μετὰ σαρκὸς ζωῆς μαθὼν καὶ τίνα μοι κατορθοῦσθαι δεῖ γνῶ. τί μὲν πεποίηκα, τί δὲ λείπει μοι πρὸς ἀναπλήρωσιν τελειώσεως; Η καὶ ου τως· ἐπεὶ πᾶς συνετὸς πράσσει καὶ ἐνεργεῖ ἐπὶ τέλει τινὶ ο καὶ σκοπὸς καλεῖται, δεῖ δὲ τούτου γνῶσιν ε χειν, ευ χεται γνῶναι τί τὸ τέλος καθ' ο ζῆν προτέθειται καὶ τίς ὁ ἀριθμὸς τῶν κατὰ τὰ θεωρήματα τῆς ἀληθείας ἡμερῶν. ου τω γὰρ ει σεται τί αὐτῷ ὑστερεῖ πρὸς ἀναπλήρωσιν τοῦ σκοποῦ· ὡσεὶ καὶ ἐπιστήμην τις προθέμενος ἀναλαβεῖν ε φασκε τῷ διδασκάλῳ· Τὰ θεωρήματα τῆς ἐπιστήμης δήλωσον πόσα ἐστίν, ι να γνῶ ποῖα ε σχον, ποίοις δ' ἀκμὴν ὑστεροῦμαι. 393 Ps 38,6ab ̓Εξ ου εἰς τὸν βίον παρῆλθον, εἰς τὸ ἀγωνίσασθαι ἀνεγράφη, ὡς κατὰ μὲν τὴν ἀρχὴν ε χειν τὴν πάλην πρὸς αι μα καὶ σάρκα, ὑπερβὰς δὲ τὸν παῖδα καὶ ἀνὴρ γενόμενος πρὸς ἀρχάς, πρὸς ἐξουσίας κοσμοκράτορας τοῦ σκότους τούτου, ει ναί μοι τὸν ἀγῶνα. σημαίνει ου ν τὸ Παλαιστὰς ει ναι ταὐτὸν τῷ ̓Εν ἀγῶνι ε θου τὰς ἡμέρας μου. ∆ύναται δὲ νῦν ̔Υπόστασις ἀντὶ οὐσίας λέγεσθαι, ι ν' ῃ τὸ λεγόμενον τοιοῦτον· ἡ υ παρξις ἡ ἐμὴ τῇ σῇ παραβαλλομένη οὐδ' ει ναί τι δοκεῖ. 394 Ps 38,6 ̔Ετέρα δὲ περιέχει γραφή· ̓Ιδοὺ παλαιὰς ε θου τὰς ἡμέρας μου, οἰκειότητα ἐχούσας πρὸς τὸν παλαιὸν α νθρωπον ο ν ἐνεδυσάμην. διὸ Καὶ ἡ ὑπόστασίς μου, καθ' η ν ὑφιστάμην τὰ πρὸ τῆς πίστεως πράγματα, ὡς οὐδέν ἐστιν ἐνώπιόν σου πλὴν τὰ σύμπαντα ματαιότης. πάντα ματαιότητα λέγει τὰ ἐπὶ τῆς γῆς ζῷα, φυτά, καὶ τὰ παραπλήσια. μόνος ὁ α νθρωπος ζῶν ἐστιν παρὰ ταῦτα μετέχων ἀθανάτου ζωῆς. 395 Ps 38,7 ̔Ο ἐν τῷ προκόπτειν διαπορευόμενος εἰκόνος θείας μετέχων τοῦτο ποιεῖ, ω ν σύμμορφος τῆς εἰκόνος τοῦ υἱοῦ τοῦ θεοῦ. καὶ ε τι Μέντοιγε πᾶς α νθρωπος ζῶν ἐν εἰκόνι διαπορεύεται, η τοι τῇ τοῦ θεοῦ, τηρῶν τὸ κατ' εἰκόνα, η α λλου τινὸς ζῴου ι ππος θηλυμανὴς η α λλο τι α λογον κατὰ τὸ η θος γινόμενος. καὶ ε τι ὁ αἰσθητὸς καὶ φαινόμενος κόσμος εἰκών ἐστιν τοῦ νοητοῦ καὶ ἀοράτου. αὐτεξουσίως ου ν διαπορεύεται ὁ α νθρωπος ἐν τούτῳ τῷ κόσμῳ ο ς ἐστιν εἰκών. εἰπὼν δὲ περὶ τοῦ κοινοῦ ἀνθρώπου τὰ εἰρημένα, περὶ τῶν καθ' ε καστά φησιν ὡς μάτην ταρασσομένων ἐν ταῖς περὶ τὰ θνητὰ σπουδαῖς. περὶ ἑκάστου γοῦν ἐπιφέρει τὸ Θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάγει αὐτά. ὁ γὰρ θησαυρίζων ἐπὶ γῆς οὐκ οι δεν τίς διαδέχεται τὸν πλοῦτον ὑπὲρ ου αὐτὸς ἐσπούδασεν· ὁ δὲ θησαυρίζων ἐν οὐρανῷ ἑαυτῷ καὶ οὐκ α λλῳ θησαυρίσας οι δεν τίνι, ἐπιστάμενος τὸν πλοῦτον ο ντα ἀναφαίρετον αὐτοῦ. 396 Ps 38,8b Κα ν ἡ οὐσία ἀντὶ τῆς ὑποστάσεως λέγηται, καὶ αὐτὴ παρὰ θεοῦ ἐστιν ὡς ἐκ δημιουργοῦ· κα ν καθὸ ὑφιστάμεθα, καὶ αυ τη ἡ ὑπόστασις ἡμῶν παρ' αὐτοῦ ἐστιν ἐνδιδόντος ἡμῖν τὸ ὑφίστασθαι τὰ συμβαίνοντα κα ν ἐπίπονα ῃ . 397 Ps 38,11 ̓Επεὶ ῥυσθῆναι ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ἀξιώσας τέως τούτου οὐ τετύχηκα, ὀνειδίζει ὁ α φρων ὡς τὸ σὸν ποίημα ὑποχείριον ε χων· ̓Απὸ γὰρ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλειπον. ο τ' α ν γὰρ ἡ κολάζουσα χεὶρ ἰσχυρῶς μαστίζῃ, ἐκλείπει ὁ κολαζόμενος καθ' ο τοιοῦτός ἐστιν. 398 Ps 38,12ab Καὶ ἐκ τῆς παρούσης λέξεως μανθάνομεν τὰς λεγομένας μάστιγας τοῦ θεοῦ μὴ α λλας ου σας ἐλέγχων. μετὰ γὰρ τὸ εἰπεῖν ̓Απόστησον ἀπ' ἐμοῦ τὰς μάστιγάς σου ἐπενήνεκται τὸ ̓Εν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ει ναι αὐτάς· τοῖς γὰρ ὑπὲρ ἀνομίας προσφερομένοις ἐλεγμοῖς παιδεύεται α νθρωπος, ἐκτηκομένης τῆς ψυχῆς αὐτοῦ τῷ ἀποβαλεῖν πᾶσαν σαρκώδη παχύτητα. τότε γὰρ κατὰ τὴν ἀράχνην ὑφαίνειν δύναται, οὐκ ε ξωθεν ὑποκειμένην υ λην ἀλλ' οι κοθεν ταύτην καὶ ἐξ ἑαυτοῦ προφέρων. δύναται καὶ τὸ ἀνυπόστατον τῶν φαύλων τῆς ψυχῆς λογισμῶν δηλοῦν ἡ λέξις, ω σπερ ἐν ̔Ησαίᾳ περὶ τῶν ἁμαρτωλῶν ει ρηται ̔Ιστὸν ἀράχνης ὑφαίνουσιν. ο ταν τὰ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.