Fragmenta in Psalmos · §u19-rem-early

Unit 19 rem early

Rem early: Unit 19; lemma and argument toward the thesis.

Greek

πειρώμενοι καὶ ἀπόγνωσιν σωτηρίας ἐμποιῆσαι. ἐγὼ γοῦν πρὸς ου ς ὑποβάλλουσι τοιούτους λογισμοὺς κωφὸς καὶ οὐκ ἀκούων γεγένημαι οὐδ' ἐλέγξαι αὐτοὺς βουλόμενος, ο πως μὴ περὶ τοῦτο καταγινόμενος ἐκλύσω τὴν σύντονον περὶ τὴν μετάνοιαν προθυμίαν. ἐπεὶ ου ν ἐλπίζων, ω κύριε, θαρρῶ εἰσακουσθήσεσθαι. ἐμαυτῷ γὰρ ἀμῦναι δυνάμενος ἐπέχω τὴν α μυναν, γινώσκων τὸ Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ, καὶ τὸ ̓Εμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος. 382 Ps 37,18 Ετοιμος καὶ εὐτρεπὴς πρὸς τὰς ἐξ αἰσθήσεως μάστιγάς εἰμι. ἀμέλει γοῦν καὶ ἡ ἀλγεδών μου, καθ' η ν ἀλγῶ ἐπὶ τοῖς προπεπραγμένοις, ἐνώπιόν μού ἐστιν τιτρώσκουσα καὶ μαστίζουσά με. ∆ύναται δὲ καὶ ου τως· ἐπεὶ ἡ ἀλγηδών μού ἐστιν, ἀλγοῦντός μου ἐφ' οι ς ε δρασα κακοῖς κα ν διὰ μαστίγων δέοι ἐκτὸς τῶν ἁμαρτημάτων γενέσθαι, ε τοιμός εἰμι πρὸς ταύτας, τουτέστι προθύμως ε χω περὶ ἐπιστροφῆς τυφθῆναι. Ps 37,18b ̔Η πρὸς ἡμᾶς δηλονότι συμπάθεια η ς ε νεκα τοῦ οἰκείου πάθους ε χει διὰ παντὸς τὴν ἀνάμνησιν· ̓Αφ' ω ν γὰρ πέπονθεν, ὁ Παῦλός φησιν, αὐτὸς πειρασθεὶς δύναται τοῖς πειραζομένοις βοηθῆσαι. 383 Ps 37,19 ̔Ως κατὰ τὸν νόμον ὁ ἁμαρτίαν ε χων ὑπὲρ η ς δεῖ θυσίαν προσαγαγεῖν ἐφρόντιζεν τῶν ὑπὲρ αὐτῆς προσφερομένων, ου τως ἐστὶ μεριμνᾶν 80 ὑπὲρ τῆς ἁμαρτίας ἑαυτοῦ τινα σπεύδοντα κατορθοῦν μετανοίας ε ργα. 384 Ps 37,20a ̓Εμοῦ μεριμνοῦντος ὑπὲρ τῆς ἁμαρτίας μου, οἱ διὰ τὸ μετανενοηκέναι με ἐχθραίνοντές μοι ζῶσιν κατὰ τὴν φαύλην ζωήν, ἰσχύοντες καὶ κραταιοὶ ο ντες ὑπὲρ ἐμὲ τῷ ἐμὲ ἠσθενηκέναι κατὰ ταύτην τὴν ζωήν. 385 Ps 37,22 Εἰ κἀκεῖνοι ἀπέρριψάν με ὡς νεκρὸν ἐβδελυγμένον, ἀλλὰ σὺ σκέπε με ὑπὸ τὴν κραταιάν σου χεῖρα· σοῦ γὰρ παρόντος ἀνίσχυροι καὶ ἀσθενεῖς οἱ ἐχθροί. 386 Ps 37,23 ̓Επεὶ ἐχθρῶν περιεστηκότων ἀνθρώπων τε πονηρῶν καὶ ἀοράτων δυνάμεων βοηθείας δέομαι, οὐκ α λλοθεν βοήθειαν ἀπαιτῶ η παρὰ σοῦ, κύριε· σὺ γὰρ καὶ θεὸς τῆς σωτηρίας μου τυγχάνεις, σωτηρίας δὲ θεὸς ὁ ταύτης αι τιος. 387 Ps 38,1 ̔Ο βασιλεὺς ∆αυὶδ τὴν κιβωτὸν τοῦ θεοῦ ἀγαγὼν εἰς ̔Ιερουσαλὴμ ὑμνῳδούς τινας α νδρας ἱεροὺς ε ταξεν ἐπ' αὐτῆς τῆς λειτουργίας τε καὶ τάξεως, ω στε τοὺς υ μνους τοῦ θεοῦ ᾳ δειν. ει ς ου ν η ν τούτων καὶ ὁ ̓Ιδιθούμ, ὡς ἐν τῷ καταλόγῳ καὶ τῇ ἐξαριθμήσει τῶν προειρημένων ᾠδῶν ἐν ταῖς Παραλειπομέναις φέρεταί τι τοιοῦτον. τὸν ου ν προκείμενον ψαλμὸν αὐτὸς ὑπὲρ τοῦ ∆αυὶδ ποιήσας ῃ σεν, η ὑπὸ τοῦ ∆αυὶδ γενόμενον αὐτὸν παραλαβὼν ἀπήγγειλεν. Εστιν δὲ καὶ ἐν τῷ προκειμένῳ ψαλμῷ ἐκ μετανοίας εἰς ἀρετὴν εἰσαγόμενον πρόσωπον τὸ ἀπαγγέλλον. 388 Ps 38,2ab ̓Επεὶ σχεδὸν πάσης ἁμαρτίας ἀρχὴ διὰ λόγου γίνεται, ὁ φυλάξαι προθέμενος τὰς διὰ τῶν πράξεων ὁδοὺς αὐτοῦ πρὸς ἑαυτὸν συνθήκας τίθεται, ο πως μὴ ἁμάρτῃ τῇ γλώττῃ. εἰ γὰρ τὸ ἀναμάρτητον περὶ τὸν λόγον αὐτῷ τηρηθείη, ἀκολουθήσει τὸ καθαρεῦσαι ἀπὸ τῶν κατ' ἐνέργειαν ἁμαρτημάτων· ̓Εκ γὰρ τῶν λόγων σου, φησίν, δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ· καὶ ̓Αμὴν λέγω ὑμῖν· περὶ παντὸς ἀργοῦ ῥήματος δώσετε λόγον ἐν ἡμέρᾳ κρίσεως. 389 Ps 38,2c.3 Μετὰ τοῦ α ρθρου ὁ ἁμαρτωλὸς καὶ ἐνταῦθα διάβολος η καὶ ὁ παρὼν τῷ ἀνθρώπῳ πονηρὸς α γγελος λέγεται. Οτ' α ν ου ν τις πρὸς ἑαυτὸν ει πῃ τὰς ὁδοὺς φυλάξαι ἑαυτοῦ τοῦ μὴ ἁμαρτεῖν ἐν γλώσσῃ καὶ θῆται φυλακὴν τῷ στόματι ἑαυτοῦ, τὸ τηνικαῦτα συνιστάμενος ὁ ἁμαρτωλὸς ἀντιπαρατεταγμένως ἐναντίον τοῦ μετανοοῦντος ὑπομιμνήσκει τὰ πρότερα, ἐπ' ὀνειδισμῷ εἰς μέσον αὐτὰ φέρων η γαργαλίσαι διὰ τῆς ὑπομνήσεως θέλων, ο πως κατασπάσῃ εἰς τὴν προτέραν ἁμαρτίαν τὸν ἀποστάντα αὐτῆς. ου τω γοῦν, φησίν, συστάντος τοῦ ἁμαρτωλοῦ καὶ ἐνώπιόν μου, κωφωθεὶς πρὸς τοὺς λόγους ἐσίγησα ἀφ' ω ν ἠρξάμην λέγειν ἀγαθῶν· ἀρξάμενος γὰρ η μην περὶ ἀναμαρτησίας λέγειν· η ἐξ ἀγαθῶν δογμάτων διειληφὼς ο τι οὐ δεῖ ἀποκρίνεσθαι πρὸς ἐρεθίζοντας λόγους, ἐσίγησα μηδὲν πρὸς αὐτοὺς φθεγξάμενος, ο πως, ἐκείνου λέγοντος τὰ προειρημένα, μὴ τὸ α λγημα, ο ἐξ αἰσθήσεως ε σχον ο τε τῶν ἁμαρτημάτων ἀπηλλατόμην, ἀνανεούμενον καὶ ἀνακαινιζόμενον γεγένηται, ἀλγήσας πάλιν ἐφ' οι ς ὠνείδισε λέγων τὰ πεπραγμένα μοι. 390 Ps 38,4ab ̓Εκ τῶν λόγων τοῦ συστάντος κατενώπιόν μου ἁμαρτωλοῦ ἐθερμάνθη διαπυρωθεῖσα ἡ καρδία μου. ἐπεὶ δὲ μηδὲν ἐφθεγξάμην ἐκ τῶν τοιούτων λογισμῶν ἐντός μου, ἡ θέρμανσις ἐφυλάχθη καὶ ̓Εν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ. ὁ μὴ ἐκλύτως ἀλλὰ σπουδαίως καὶ διαπύρως μελετῶν τὰ θεῖα ἐρεῖ τὸν

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.