Fragmenta in Psalmos · §u20-rem-early

Unit 20 rem early

Rem early: Unit 20; lemma and argument toward the thesis.

Greek

πολλοὶ ἀσθενεῖς καὶ α ρρωστοι) καὶ ταύτην μεταβάλλει τὴν ἀρρωστίαν. καὶ τὰ λοιπὰ δὲ πάντα παρέξει ὁ κύριος τῷ συνιέντι ἐπὶ πτωχὸν καὶ πένητα. 417 Ps 40,5b ̓Εκ τούτων μανθάνομεν ο τι νόσος καὶ τρῶσις ψυχῆς ἁμαρτία. 418 Ps 40,7–9 Τούτους τοὺς στίχους περὶ ̓Ιούδα ἑρμηνεύουσιν. ου τος γὰρ ε ξω τοῦ σωτῆρος καὶ τῆς τῶν ἀποστόλων καταστάσεως η δη γενόμενος. ὁ ̓Ιούδας ἀφ' ου προέθετο προδοῦναι τὸν διδάσκαλον εἰσιὼν προσποιητῶς ὡς α ν ε τι ἀπόστολος μάτην ἐλάλει ̔Ραββί, καὶ διδάσκαλον προσαγορεύων ̓Ιησοῦν, τῆς καρδίας ἑαυτοῦ ἀνομίαν ἑαυτῷ συναγαγούσης. βαλόντος γὰρ τοῦ διαβόλου εἰς τὴν καρδίαν αὐτοῦ φιλοχρηματίαν, ἐπισυνήγαγε καὶ τὸ προδοῦναι τὸν ̓Ιησοῦν ἀλλὰ καὶ τὸ ἀπάγξασθαι. ου τος δὲ καὶ ἐκπορευόμενος, τουτέστιν ε ξω γινόμενος τῆς ̓Ιησοῦ μαθητείας, ἐλάλει ἐπὶ τὸ αὐτὸ τοῖς Φαρισαίοις κατὰ τοῦ σωτῆρος. καὶ ἐπεὶ λάθρα συνετίθεντο περὶ τῆς δόσεως τῶν τριάκοντα ἀργυρίων, κατ' αὐτοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροὶ αὐτοῦ· τὸ γὰρ ψιθυρίζειν ἀπαρρησίαστον φθέγμα. αὐτοὶ ου ν ου τοι οἱ προθέμενοι ψιθυρίζειν κατὰ τοῦ ̓Ιησοῦ λόγον παράνομον κατέθεντο κατ' αὐτοῦ· τὸ γὰρ ἀγοράζειν καὶ πιπράσκειν αι μα ἀθῷον παρανόμου συνθήκης ε ργον. πρὸς τούτους δὲ ματαιουργοῦντας Τί μάταια σπουδάζετε ει πεν, Η δοκεῖτε ο τι ο ν περιβάλλετε θανάτῳ οὐκ ἀνίσταται; ι στε ο τι ὁ κοιμώμενος Προσθήσει τοῦ ἀναστῆναι. προσθήκη γὰρ ἀναιρετικὴ τοῦ θανάτου ἀνάστασις. 419 Ps 40,10 Θαυμαστὸν οὐδέν, ἐρεῖ ὁ σωτήρ, εἰ οἱ ἐχθροί μου κατ' ἐμοῦ κατέθεντο τοιαῦτα· καὶ γὰρ ὁ α νθρωπος τῆς εἰρήνης ὁ εἰρηνεύων μοι καὶ τὴν ὑπὲρ ἐμοῦ εἰρήνην σπουδάζων, ἐφ' ῳ καὶ θαρσῆσαι ἐλπίσαντα ἐπ' αὐτὸν συνέβαινεν, συνέρχεται τοῖς κατ' ἐμοῦ. ὁμοδίαιτός μοι γὰρ τυγχάνων καὶ τῶν αὐτῶν ἁλῶν μεταλαμβάνων, μᾶλλον δὲ τοὺς ἐμοὺς α ρτους ἐσθίων ἐπ' ἐμὲ τὴν πτέρναν πολεμίως ἐπῆρεν φάσκων δολερῶς Χαῖρε ῥαββί, καὶ ει τι α λλο πανουργευόμενος ει πεν. σαφῶς τοίνυν ἐνταῦθα περὶ τοῦ ̓Ιούδα φησὶν ἐν τοῖς πρὸ τούτου ἐπικεκαλυμμένως περὶ αὐτοῦ διηγούμενος. 420 Ps 40,11 ∆ιὰ τοῦ ἀντεισᾶξαί μοι ἀντὶ τοῦ ἀποβληθέντος ε τερον λαὸν καὶ ἀντὶ ̓Ιούδα Ματθίαν· ἀλλὰ καὶ ̓Ανάστησόν με ο πως ἀνταποδώσω αὐτοῖς, τῆς ἀνταποδόσεως πρὸς καλοῦ αὐτοῖς γενησομένης. 421 Ps 40,14 Εὐλογημένος μέν ἐστιν ο ταν ω σιν οἱ εὐλογοῦντες, εὐλογητὸς δὲ τουτέστιν α ξιον τοῦ εὐλογηθῆναι αἰωνίως. εὐλογητοῦ δὲ τοῦ θεοῦ ̓Ισραὴλ ο ντος, ἐπεύχεται τὸ Γένοιτο γένοιτο, οὐχ ο τι ἡ εὐχὴ εὐλογητὸν ποιεῖ τὸν θεόν, ω σπερ οὐδὲ τὸ ο νομα τοῦ θεοῦ ἁγιάζει ἡ εὐχὴ τῶν λεγόντων ̔Αγιασθήτω τὸ ο νομά σου. ει ρηται δὲ περὶ τούτων ἐν τοῖς ἀνωτέροις. 422 Ps 41,1 Τρεῖς δὲ η σαν οἱ υἱοὶ Κορὲ τεταγμένοι μετὰ α λλων εἰς τὸ ᾳ δειν τοὺς θείους ψαλμούς, ου ς καὶ ᾠδοὺς ἡ γραφὴ καλεῖ, ω ν καὶ τὰ ὀνόματα φέρεται ἐν Παραλειπομέναις. ου τοι ου ν οἱ τρεῖς τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ κατηρτισμένοι, ἑνωθέντες τῷ περὶ πάντα συμφώνως ε χειν, ἑνικῶς τὰ ἐν τῷ προκειμένῳ ψαλμῷ προφέρονται πάντα. 423 Ps 41,2a ̔Η ε λαφος τὸ ζῷον πολεμίως ε χουσα πρὸς τοὺς ο φεις καὶ ἐσθίουσα αὐτούς, ει ποτε φαγοῦσα ὑπὸ τοῦ δίψους φλέγοιτο τοῦ ἐγγινομένου ἀπὸ τοῦ ἰοῦ ω ν ε φαγεν ἑρπετῶν, ζητεῖ διὰ σπουδῆς πηγὰς ὑδάτων ἐπὶ τῷ ἀκέσασθαι τὸ δίψος. εἰσὶ δὲ οἱ λέγοντες ο τι καὶ ἐσοπτρίσασθαι θέλουσα ἐν τοῖς υ δασιν ἰχνεύει τὰς πηγάς, ο πως ι δῃ τὸν περὶ αὐτὴν γενόμενον μολυσμὸν ἐκ τοῦ αι ματος τῶν ο φεων, ι ν' ἀπονίψηται αὐτόν· ἐν γὰρ τῷ σπαράττεσθαι τοὺς ο φεις ἀποσειόμενοι ῥαντίζουσιν εἰς αὐτὴν τὸ ι διον αι μα. Καὶ ὁ 85 α γιος ου ν ἀναιρῶν ο φεις καὶ σκορπίους καθ' η ν ει ληφεν ὑπὸ ̓Ιησοῦ ἐξουσίαν, ἀλλὰ καὶ ἐκδικῶν πᾶσαν παρακοήν, πνευματικὸς ω ν ε λαφος, σπεύδει ἀνιχνεύειν θείας πηγὰς ὑδάτων, οι ον τὸν θεὸν λέγοντα ̓Εμὲ ἐγκατέλιπον πηγὴν υ δατος ζῶντος, καὶ τὸν σωτῆρα περὶ ου ει ρηται πρός τινα ̓Εγκατέλιπες τὴν πηγὴν σοφίας, καὶ τὸ α γιον πνεῦμα ὑπὲρ ου ἀπήγγελται τὸ Ος δ' α ν πίῃ ἐκ τοῦ υ δατος ου ἐγὼ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ υ δατος ἀλλομένου εἰς ζωὴν αἰώνιον. τάχα δὲ καὶ πᾶσα θεόπνευστος γραφὴ πηγαὶ σωτήριοι τυγχάνουσιν. 424 Ps 41,3 ̔Ομοιοῦται ου ν ἡ πρόθεσις τοῦ σπουδαίου πρὸς τὸν θεὸν τῷ πρὸς τὰς πηγὰς τῶν ὑδάτων πόθῳ τῆς ἐλάφου. καὶ ἐπεὶ οι δεν ἐν τῷ παρόντι βίῳ δι' ἐσόπτρου προσβάλλοντα αὐτὸν τῷ θεῷ, τοῦ Πρόσωπον πρὸς πρόσωπον ἀποκειμένου εἰς τὰ μετὰ ταῦτα, ευ χεται ἐνστῆναι καιρὸν καθ' ο ν ἐλθὼν ὀφθείη τῷ προσώπῳ τοῦ θεοῦ. καὶ ε τι· ἐπεὶ σκιὰν

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.