Unit 20 rem mid
Rem mid: Unit 20; lemma continues; reading with the letter.
Greek
καθ' ο λου περιέχειν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν λέγεται, αἱ δὲ ἑορταὶ καθ' α ς ὠπτάνετο τὰ ἀρσενικὰ τῷ προσώπῳ τοῦ θεοῦ σκιαὶ καὶ σύμβολά εἰσιν μελλουσῶν ἑορτῶν, ευ χεται ἐλθεῖν εἰς τὰς πνευματικὰς ἑορτάς, ο πως τελείως ὀφθῇ τῷ προσώπῳ τοῦ θεοῦ οὐχ ἑτέρου τυγχάνοντος τῆς εἰκόνος τοῦ θεοῦ τοῦ ἀοράτου. 425 Ps 41,4a ̔Ο μὴ μάτην δακρύων ἀλλ' ἀπὸ διαθέσεως τῷ ὑπὲρ ἀρετῆς πονεῖν, ἐκεῖνος τὰ δάκρυα ἑαυτοῦ α ρτου δίκην τραφήσεται, οὐκ ἐν τοῖς ἀνεκτοῖς μόνοις α ἡμέραν καλεῖ ἀλλὰ καὶ ἐν τοῖς περιστατικοῖς α νύκτα ὀνομάζει. 426 Ps 41,4b Οἱ περὶ πάντα ἠπατημένοι σφάλλονται καὶ περὶ τὸ νομίζειν τὸν θεὸν ἐν τόπῳ ει ναι. ὀνειδίζοντες γοῦν λέγουσι Ποῦ ἐστιν ὁ θεός σου; 427 Ps 41,5a Μετὰ γὰρ τῆς ἐπιθυμίας ταύτης ἐπέτεινέ μοι τὴν ἀθυμίαν καὶ τὸ ὀνειδίζεσθαι παρὰ τῶν κατεχόντων ὡς οὐκ ο ντος τοῦ βοηθοῦντος· καὶ πρὸς τούτοις ἡ μνήμη τῶν ἐπιτελουμένων ἐν τοῖς τόποις ἐκείνοις εἰς θεραπείαν σήν. τὸ δὲ Ταῦτα ἐμνήσθην καὶ ἐξέχεα ἐπ' ἐμὲ τὴν ψυχήν μου ἀντὶ τοῦ ̓Απὸ τῆς ἀθυμίας διελυόμην. 428 Ps 41,5bc ̓Επεὶ γὰρ προκόπτω καὶ ου πω τέλειός εἰμι, σύμβολον δὲ προκοπῆς ἡ σκηνὴ ὡς πολλάκις ει ρηται, διὰ τοῦτο τετάραγμαι· πλὴν ἡ κατὰ θεὸν σκηνὴ θαυμαστῶς φέρει ἐπὶ τὸν οι κον αὐτοῦ τοῦ θεοῦ, τουτέστιν τὴν τελειότητα καθ' η ν οἰκοῦμεν ε νθα θεός. ∆ιελεύσομαι δ' ἐν τόπῳ σκηνῆς θαυμαστῆς ε ως τοῦ οι κου τοῦ θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἱερᾶς ἐξομολογήσεως κατὰ τὸν η χον τῶν πνευματικῶς ἑορταζόντων· οἱ γὰρ πνευματικῶς ἑορτάζοντες ἠχοῦσιν ἀγαλλιώμενοι καὶ ἐξομολογούμενοι. 429 Ps 41,7b Εἰ γενοίμην ἐν τῇ γῇ τοῦ ̓Ιορδάνου, τουτέστιν εἰ ἀξιωθείην τοῦ ἁγίου βαπτίσματος, τὸ τηνικάδε σου μνησθήσομαι. διερμηνεύουσι δὲ καὶ τὸ ̔Ερμωνιεὶμ ὁδὸς λύχνου, ὡς τοῦ ἁγίου βαπτίσματος ὁδὸν αὐτοῖς ἀνοιγνύντος φωτισμοῦ καὶ αὐγῆς τῆς εἰς νοῦν καὶ καρδίαν. 430 Ps 41,8 Καταρράκται τοῦ θεοῦ οἱ περὶ αὐτοῦ βαθύτατοι λόγοι η οἱ θεῖοι προφῆται. ἡ τοῦ τοίνυν ̓Ιησοῦ διδασκαλία α βυσσος ου σα ἐπικαλεῖται τὴν α βυσσον ἐκ τῆς παλαιᾶς γραφῆς. τάχα δὲ καί, ἐπεὶ τὰ κρίματα τοῦ θεοῦ α βυσσός ἐστιν πολλή, παρίσταται ο τι τὰ κρίματα ἑτέρων η ρτηται κριμάτων κἀκεῖνα α λλων πάντων ἀπὸ τοῦ λόγου τοῦ θεοῦ, ο ει ρηται μικρὸν ο ρος, τὴν αἰτίαν ἐχόντων· ο ρος γὰρ μέγα, φησίν, ὁ θεὸς λόγος, ο ρος δὲ μικρὸν δι' η ν ὑπέμεινεν ἐθελούσιον κένωσιν δι' ἡμᾶς. Πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον. θαλάττης τροπικῶς ο ντος τοῦ ἀνθρωπίνου βίου, ὁ μὴ ναυαγῶν ἐν αὐτῇ ἀλλὰ κατ' ὀρθὸν πλέων, πεῖραν τρικυμιῶν καὶ τῶν ἐξ ὀγκώσεως τῶν ἀπὸ χειμῶνος τῆς θαλάττης ε χων, ἐπὶ τὸν λιμένα τῆς σωτηρίας ἐλθὼν ἐρεῖ τὸν στίχον· οὐ γὰρ ει πεν ̓Επ' ἐμὲ διέρχονται, ἀλλὰ ∆ιῆλθον. 431 Ps 41,9a Πάντες διειλήφαμεν περὶ θεοῦ φανερῶς ὡς ἐλεήμονος, οὐ πάντες δὲ ὁρῶμεν πῶς ἐλεεῖ· πολλάκις γὰρ τὰ κατ' ἐλεημοσύνην αὐτοῦ γινωσκόμενα τῷ ἐπίπονα ει ναι οὐχ ἡδέως ε χοντες οὐδὲ ε λεον ει ναι νομίζομεν. ὁ δὲ διειληφὼς ο τι πᾶν ο ἐπάγει ὁ θεὸς συμφερόντως ἐπάγει, ἐκεῖνος ο ψεται ο τι δηλοῖ ἐν νυκτὶ τὸν ε λεον αὐτοῦ ο ν ἡμέρας ἐνετείλατο. 432 Ps 41,10 86 Παρρησιαζομένου ἡ φωνή· ὁ γὰρ λέγων ∆ιὰ τί μου ἐπελάθου θαρρεῖ μηδὲν πεποιηκὼς δι' α ἐπιλανθάνεται θεός. καὶ ἐπεὶ ἐκθλίβοντος ἐχθροῦ σκυθρωπάζων πορεύομαι, πυνθάνομαι τί τὸ αι τιον τούτου, ι ν' εἰ ἐξ ἐμοῦ ει η ἀναιρήσω διὰ μετανοίας αὐτό. πάντες γὰρ διειλήφαμεν περὶ θεοῦ φανερῶς ὡς ἐλεήμονος, εἰ καὶ μὴ πάντες ὁρῶμεν πῶς ἐλεεῖ· πολλάκις γὰρ τὰ κατὰ ἐλεημοσύνην αὐτοῦ γινόμενα τῷ ἐπίπονα ει ναι οὐχ ἡδέως ε χοντες οὐδ' ε λεον ει ναι νομίζομεν, καὶ διὰ τοῦτο λέγομεν· Ινα τί μου ἐπελάθου; ὁ δὲ διειληφὼς ο τι πᾶν ο ἐπάγει ὁ θεὸς συμφερόντως ἐπάγει οὐδὲν ἐρεῖ τοιοῦτον, εἰ μή τι τὴν μετάνοιαν ἑαυτοῦ πραγματευόμενος. 433 Ps 41,11.12 ∆ιὰ τῶν προαγόντων ὀστᾶ τῆς ψυχῆς τὰ ευ τονα αὐτῆς δόγματα καὶ αἱ δυνάμεις ει ρηνται. ἐπεὶ ου ν συμβαίνει πολλάκις ὑπὸ δεινῶν σοφιστῶν καταθλᾶσθαι τὰ ὀστᾶ, ὀνειδίζουσιν οἱ ἀπατεῶνες, οὐκ α λλα λέγοντες η Ποῦ ἐστιν ὁ θεός σου ἐφ' ῳ ευ χει; τῇ σοφίᾳ λέγων αὐτοῦ πεπαιδεῦσθαι ἀλλὰ καὶ περὶ τούτου τοῦ πάθους πρὸς τὴν ἑαυτοῦ ψυχὴν διαλέγεται φάσκων Ινα τί περίλυπος ει ; ἐλπίσας γὰρ ἐπὶ κύριον ἐξομολόγησαι· πάντως γὰρ ἐπιλάμψει σοι πρόσωπον αὐτοῦ οὐκ α λλο ο ν τῆς ἀληθείας, ὡς ε χοντά σε τὴν ἐκ θεοῦ ἀλήθειαν λύειν δύνασθαι τὰς ἀπάτας τῶν καταθλασσόντων τὰ προκείμενά σου ὀστᾶ. 434 Ps 42,1 Ει η α ν πρόσωπον τὸ κυριακὸν τὸ ταῦτα λέγον· ε θνος δὲ οὐχ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.