Fragmenta in Psalmos Unit 21 opening
Unit 21.
Lemma-led open — ὀλέθρῳ περιπίπτει. εἰ δέ τις τὴν Σιών, τουτέστι τὴν ἀρετήν, καταλείψας ἐπείγοιτο ἐπὶ τὴν κ
Greek
ὀλέθρῳ περιπίπτει. εἰ δέ τις τὴν Σιών, τουτέστι τὴν ἀρετήν, καταλείψας ἐπείγοιτο ἐπὶ τὴν κακίαν Βαβυλῶνα καλουμένην, ἀποστρεφόμενος εἰς τὰ ὀπίσω μακάριον ἀναδέχεται πρᾶγμα· πλὴν οἱ τὰ προκείμενα λέγοντες, ἐπεὶ παρὰ τοῖς ἐχθροῖς γεγόνασιν, εἰς τὰ ὀπίσω ἀποστραφέντες ψεκτοῖς περιέπεσον. 443 Ps 43,12 ̓Εοίκασιν οἱ ταῦτα λέγοντες, α γιοί τινες ο ντες, παραπλησίως τῷ ̔Ως πρόβατον ἐπὶ σφαγὴν ἀγομένῳ δεδόσθαι ̔Ως πρόβατα βρώσεως, τροφὴ γινόμενοι τοῖς ἐπ' ὠφελείᾳ τοὺς λόγους καὶ τὸν βίον αὐτοῖς προσιεμένοις· ἀλλὰ καὶ ἐν τοῖς ε θνεσιν ου τοι ὑπὸ θεοῦ διεσπάρησαν, δίκην σπέρματος γεωργικῶς καταβαλλόμενοι, ι να μεταποιήσαντες τὰ ε θνη εἰς τὴν αὐτὴν αὐτοῖς ποιότητα ἀγάγωσιν. οὐ γὰρ προσεκτέον τοῖς λέγουσιν διεσπάρθαι ἐν τοῖς ε θνεσι τὴν τοῦ θεοῦ μερίδα αἰχμαλωσίας τρόπῳ. 444 Ps 43,13a Οὐ τιμήν, φησίν, τοῦ λαοῦ λαβὼν ἀπέδου αὐτούς, ἀλλὰ διὰ τὰς ἁμαρτίας α ς πεποιήκασιν ἐχθροῖς ὑποχείριοι γεγένηνται· ταῖς γὰρ ἁμαρτίαις αὐτῶν ἐπράθησαν κατὰ τὸν προφήτην. 445 Ps 43,16 ̓Επεὶ τοῖς προειρημένοις ἀπευκταίως ὑπεπέσαμεν διὰ βίου ἐντρεπόμενοι ο λην τὴν ἡμέραν, ἐναντίον τὴν ἐντροπὴν ἑαυτῶν ε χομεν, τῆς αἰσχύνης τοῦ προσώπου ἡμῶν καλυπτούσης ἡμᾶς ὡς μηκέτι παρρησίαν ε χειν ἀνακεκαλυμμένῳ τῷ προσώπῳ τῆς ψυχῆς κατοπτρίζεσθαι τὴν δόξαν κυρίου. 446 Ps 43,17 ̓Εκ τῆς φωνῆς τοῦ ὀνειδίζοντος καὶ δίκην παραπαίοντος καὶ παραλαλοῦντος ο λην ἐντροπὴν τὴν ἡμέραν ει ναι κατενώπιον ἑαυτοῦ θεωρεῖ. ἀπὸ δὲ τοῦ ἐπιδεικνύντος ἑαυτοῦ φοβερὸν τὸ πρόσωπον ἐκδιώκοντος ἐχθροῦ ἡ αἰσχύνη ἐκάλυψε τὸ πρόσωπον αὐτοῦ. 447 Ps 43,18 Τελείαν ἀνδρείαν ἀναλαβόντων ἡ φωνή· πολλῶν γὰρ καὶ διαφόρων θλίψεων ἐπ' αὐτοὺς ἡκουσῶν καὶ ἐκβιαζομένων ἐπιλαθέσθαι τοῦ θεοῦ, ἐξ ἐναντίας ἀνεπόλουν θεὸν ὡς ε καστον εἰπεῖν ̓Εν θλίψει τοῦ κυρίου ἐμνήσθην. 448 Ps 43,19b ̓Εκκλίνει τὰς τρίβους τινὸς ὁ θεὸς ἐκ τῆς ἑαυτοῦ ὁδοῦ, παραδιδοὺς αὐτὸν ταῖς ἐπιθυμίαις τῆς καρδίας ἑαυτοῦ καὶ εἰς ἀδόκιμον νοῦν. 88 449 Ps 43,20a Τόπος κακώσεως ὁ περὶ γῆν καὶ ὁ καταχθόνιος χῶρος· ε νθα ταπεινοῦνται οἱ πεῖραν ε χοντες τοῦ σώματος τοῦ θανάτου. 450 Ps 43,22b Τὰς ἐν καρδίᾳ τυπώσεις α ς καὶ ἑξῆς προσαγορευτέον. 451 Ps 43,26 Εἰ μὲν τροπικῶς ταῦτα λέγοιτο, τὸ δηλούμενόν ἐστιν τοιοῦτον· ἐπεὶ χοῦν περικείμεθα τὸν ἐξ ἡδονῶν καὶ τῶν α λλων παθῶν συγκείμενον, διὰ τοῦτο ̓Εταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν, χαμαιριφῶν γενομένων, ἀλλὰ καὶ Εἰς γῆν ἐκολλήθη ἡ γαστὴρ ἡμῶν, οὐδὲν οὐράνιον τρεφομένων ἀλλὰ κατὰ τὸν ο φιν γῆν ἐσθιόντων πάσας τὰς ἡμέρας τῆς ζωῆς ἑαυτῶν. Εἰ δὲ πρὸς ἀλληγορίαν ἐξηγηθείη τὸ προκείμενον, εἰς τὸ σῶμα ἐμβατεύουσα ἡ ψυχὴ ἐρεῖ ̓Εταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν. αυ τη καὶ τῆς μακαρίας ζωῆς τῆς ἐπουρανίου ἐκπεσοῦσα, ἐν τῷ κάτω φρονεῖν ἐρεῖ τὸ ̓Εκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν· οὐκ α λλα γὰρ τῶν γηίνων τρέφεται. 452 Ps 43,27 Ταῦτά φασιν βοηθείας καὶ λυτρώσεως τυχεῖν ἀξιοῦντες οὐκ α λλου του χάριν η τοῦ ὀνόματος αὐτοῦ. λέγοιεν δὲ ταῦτα καὶ πρὸς τὸν σωτῆρα ἐν τῇ καρδίᾳ τῆς γῆς διατρίβοντα κατὰ τὸν τοῦ πάθους καιρόν, ι να ἀναστὰς ἀρωγὴν παράσχοι καὶ λύτρα διδοὺς τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. ποιεῖ δὲ ταῦτα ὑπὲρ τῆς δόξης τοῦ ὀνόματος αὐτοῦ. Ps 44,1 Σκοπὸς τοῖς προκόπτουσι καὶ ἐκ ποιότητος εἰς ποιότητα μεταβάλλουσι τὸ ἐπὶ τὴν ἀρίστην τῶν ποιοτήτων ἐπείγεσθαι καθ' η ν α φθαρτοι καὶ ἀθάνατοι ἀποδειχθεῖεν. ὑπὲρ τούτου ου ν τοῦ τέλους ο ντος ̔Υπὲρ τῶν ἀλλοιωθησομένων, τουτέστι τῶν ἀλλαγέντων καὶ ἐκ φαύλων σπουδαίων γεγενημένων, υἱοὶ Κορὲ εἰς σύνεσιν πάντα μεταβάλλοντες ᾠδὴν περὶ τοῦ ἀγαπητοῦ προφέρουσι κελαδοῦντες. ἀγαπητὸς δὲ ἐνταῦθα ὁ μονογενὴς τοῦ θεοῦ υἱός. ὑπὲρ τούτου ου ν τοῦ ἀγαπητοῦ ἐπινίκιος ᾳ δεται, ὑπὲρ ω ν ἠλλοίωσεν ἀφθαρσίαν ἀντὶ φθορᾶς δεδωκώς.
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.