Fragmenta in Psalmos · §u20-rem-close

Unit 20 rem close

Rem CLOSEOUT: Unit 20 CLOSEOUT.

Greek

ο σιον ἐρεῖ τὸ ̓Ιουδαϊκόν, α νθρωπον δὲ α δικον καὶ δόλιον τὸν ̓Ιούδαν. ἐπιστατέον διὰ τί μὴ ἀνόσιον ἀλλ' οὐχ ο σιον ει πε τὸ ε θνος. τάχα γὰρ μὴ ἀποκόπτων τὰς ἐλπίδας τῆς μετανοίας καὶ διὰ τοῦ οὐχ ο σιον εἰπεῖν αἰνιττόμενος ο τι, εἰ διὰ μετανοίας ἐπιστραφείη, γενήσεται ο σιον. Ps 42,1 Αλλος δὲ τὸ πρόσωπον τοῦ σωτῆρος παρεισήγαγεν λέγον πρὸς τὸν πατέρα τὰ ἐν τῷ ψαλμῷ, καὶ ε θνος μὲν οὐχ ο σιον τοὺς ̓Ιουδαίους ὀνομάζων, α δικον δὲ καὶ δόλιον τὸν ̓Ιούδαν· ἀλλ' οὐκ ἐδυνήθη συναρμόσαι τοῖς ἑξῆς τὰ λεγόμενα· πῶς γὰρ οι όν τε η ν αὐτὸν λέγειν· ̓Εξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου, καὶ τὰ ἑξῆς; 435 Ps 42,3 ̓Επεὶ φῶς ἀληθινὸν ὁ σωτὴρ καὶ αὐτὸς ἡ ἀλήθεια ει ναί φησιν, οἱ πρὸ τῆς ἐπιδημίας α νθρωποι ἐκ τῶν προφητευομένων μαθόντες, ὡς ἐπιλάμψει τὸ φῶς καὶ ἡ ἀλήθεια τοῦ θεοῦ, παρεκάλουν ἀποσταλῆναι διὰ τῆς ἐνανθρωπήσεως τὸ φῶς καὶ τὴν ἀλήθειαν, ο πως ὁδηγηθῶσιν ὑπ' αὐτῶν ἐπὶ τὸ ο ρος τὸ α γιον, τὸν περὶ τῆς τριάδος ὑψηλότερον λόγον, καὶ τὰς αἰωνίους σκηνάς. οὐχ ε τερον δὲ τὸ φῶς τῆς ἀληθείας κατ' οὐσίαν (ἀμφότερα γάρ ἐστιν ὁ τοῦ θεοῦ υἱὸς) ἀλλ' ἐπινοίᾳ μόνῃ· ῃ γὰρ σκιᾶς καὶ ψεύδους ἐλευθεροῖ ἀλήθεια, ῃ δὲ πλάνης καὶ ἀγνοίας φῶς ἐστιν. 436 Ps 42,4a Τὸ Εἰσελεύσομαι οὐ παρέργως ει ρηται· ὁ γὰρ ἀπὸ τοῦ αἰσθητοῦ θυσιαστηρίου φαντασίαν τοῦ νοητοῦ λαβὼν ει σεισι πρὸς αὐτὸν τὸν θεόν, ἀοράτως ἐπ' αὐτῷ ἀναφέρων θυσίας. 437 Ps 42,4b Πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου, ἀντικειμένως ε χουσαν πρὸς τὸν παλαιὸν α νθρωπον· μόνος γὰρ ὁ πνεύματι καὶ φρονήματι νεάζων συγγενῶς τῷ καινῷ ἀνθρώπῳ καὶ τῇ καινότητι τοῦ πνεύματος ει σεισιν πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν τοιαύτην νεότητα. 438 Ps 43,2.3a Οἱ διαβάλλειν βουλόμενοι τὴν θείαν γραφὴν ὡς οὐκ ἀκριβοῦσαν τὰς φωνὰς καὶ τὰ σημαινόμενα καὶ τῇ παρούσῃ λέξει χρώμενοι τῇ λεγούσῃ ̔Ο θεὸς, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, φασίν· Τίς γὰρ ἀκούων οὐχὶ τοῖς ὠσὶν ἑαυτοῦ ἀκούει; ἐξ αὐτῶν δὲ ω ν διαβάλλειν ἐθέλουσιν τὸν ε λεγχον τῆς σφῶν ἀβελτερίας ε χουσιν. ο γὰρ λέγουσιν οἱ ψάλλοντες τοιοῦτόν ἐστιν· οἱ λογικῶς ἀκούοντες οὐ τοῖς κοινοῖς ὀργάνοις τῆς αἰσθήσεως ὠσὶν ὀνομαζομένοις ἀκούουσιν ἀλλὰ τοῖς ἰδίοις τῶν ἀνθρώπων ὠσίν, ὡσεὶ καὶ μουσικοὶ α νδρες ε φασκον· Τοῖς ὠσὶν τῶν μουσικῶν ἀνθρώπων τὰ μουσικὰ παιδεύματα ἀκούεται. διὸ κα ν λέγωσιν Τοῖς 87 ὠσὶν ἡμῶν, οὐ πρὸς α λλο τι ἀλλὰ τὰ κοινὰ ἀντιδιαστέλλοντες λέγουσιν τὸ Τοῖς ὠσὶν ἡμῶν. συνᾴδει τούτοις τὸ ̔Ο ε χων ω τα ἀκούειν ἀκουέτω. Οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν. η οἱ κατὰ παίδευσιν πατέρες τὰ θεῖα ἀπήγγειλαν η οἱ πρόγονοι τὰ κατ' αὐτοὺς πραχθέντα. ̔Η χείρ σου ε θνη ἐξωλόθρευσεν καὶ κατεφύτευσεν αὐτούς. πρὸς διάνοιαν τοῦ ̓Ισραὴλ μετὰ τὸ προδοῦναι τὸν σωτῆρα ἀπὸ τῆς τοῦ θεοῦ χειρὸς ὀλοθρευθέντες οἱ ἀπὸ τῶν ἐθνῶν κατηχήσει θείᾳ ἐν ταῖς θεοπνεύστοις γραφαῖς κατεφυτεύθησαν. 439 Ps 43,3b.4 Κακώσας τοὺς ἐκ περιτομῆς λαοὺς ὁ θεὸς ἐξέβαλεν ἐκ τῆς ἱερᾶς τοῦ νόμου παιδεύσεως. οὐ νόμῳ δὲ πολέμου νικήσαντες οἱ ἀπὸ τῶν ἐθνῶν πιστεύσαντες ἐκληρονόμησαν τὴν ε ναγχος εἰρημένην γῆν. οὐδὲ ὁ βραχίων αὐτῶν ε σωσεν αὐτούς, τουτέστιν ἡ ἐργασία αὐτῶν. χάριτι γὰρ τὴν σωτηρίαν ἐσχήκασιν ὑπὸ τῆς σῆς δεξιᾶς καὶ τοῦ βραχίονος, τουτέστι τοῦ μονογενοῦς υἱοῦ. φωτισμὸς δὲ ὁ φωτίζων πρόσωπόν σου τυγχάνον, ο τι ηὐδόκησας ἐν αὐτοῖς τοῦ σῶσαι αὐτοὺς τῇ χάριτι, οὐκ ἐξ ε ργων αὐτῶν, ι να μὴ καυχήσωνται. 440 Ps 43,5b Τὰς τοῦ ̓Ιακὼβ σωτηρίας τοῦ πτερνίζοντος τὰ φαῦλα καθ' α σῴζεται ἐντέλλεται ὁ θεὸς τοῖς ἁγίοις πνεύμασιν τοῖς εἰς διακονίαν ἀποστελλομένοις διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν εἰς ἀντίληψιν χωρῆσαι ταχὺ καὶ τὴν δι' ἑαυτῶν ἐπικουρίαν διδόναι. 441 Ps 43,6a Ωσπερ τισὶν ἀλόγοις ζῴοις ἀμυντήριον κέρας ἀναδέδωκεν ὁ θεὸς ο πως α ν ἀπαλλάξωσιν τὰ βλάπτειν αὐτὰ δυνάμενα, ου τω τοῖς ἁγίοις κέρατα αἱ τοῦ ̓Ιησοῦ δυνάμεις εἰσὶν καθ' α ς τοὺς ἐχθροὺς αὐτῶν κερατίζουσιν. διὸ καὶ πάντα τὰ ζῷα τὰ κέρασι χρώμενα καθαρὰ ο ντα η ἐπὶ τὸν θεῖον βωμὸν ἀνάγεται η τροφὴ τῇ μερίδι τοῦ θεοῦ τυγχάνει. 442 Ps 43,10.11 ̓Απωθεῖται ὁ θεὸς ἀφ' ἑαυτοῦ οὐ πάντως δι' ἁμαρτίας ἀλλὰ καὶ δι' α λλας α ς οι δεν αὐτὸς αἰτίας. οὐ πᾶς δὲ ὁ εἰς τὰ ὀπίσω ἀποστρεφόμενος ψεκτῶς τοῦτο ὑφίσταται· εἰ γάρ τις τὰ φαῦλα καταλιπὼν μακρὰν φύγοι ἀποχωρῶν ἀπ' αὐτῶν, ου τος εἰς τὰ ὀπίσω στραφεὶς ἐφ' α καταλέλοιπεν

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.