Unit 21 rem close
Rem CLOSEOUT: Unit 21 CLOSEOUT.
Greek
ου ν ἐν τοῖς ἐνδύμασιν αὐτῆς τυγχανούσαις ἀρεταῖς συγκαθύφανται καὶ ὁ περὶ τῶν νοητῶν λόγος, μάλιστα ὁ περὶ τῆς τριάδος, κροσσωτὰ χρυσᾶ περιβέβληται ο ντα πεποικιλμένα διὰ τὸ πολύτροπον καὶ πολυειδὲς τῆς Χριστοῦ διδασκαλίας. 466 Ps 44,15a Τῆς λέξεως ἀσάφειαν ἐχούσης, ἐξ α λλης τὴν διάνοιαν αὐτῆς ληψόμεθα. ἐν τῷ Αισματι τῶν ᾀσμάτων τὰς διαφορὰς τῶν Χριστῷ προσερχομένων ψυχῶν ἑρμηνεύων ὁ λόγος φησίν· Εἰσὶ βασίλισσαι καὶ παλλακαὶ καὶ νεάνιδες ω ν οὐκ ε στιν ἀριθμός· μία ἐστὶ περιστερά μου, τελεία μου· ὡς περὶ ταύτης εἰρῆσθαι Ει δοσαν αὐτὴν θυγατέρες καὶ μακαριοῦσιν αὐτήν, βασίλισσαι καὶ παλλακαὶ αἰνέσουσιν αὐτήν· ἐξ ω ν δείκνυται α λλη ου σα παρὰ τὰς θυγατέρας αι ει ρηνται νεάνιδες καὶ παλλακαὶ καὶ βασιλίδες. δηλοῦται δὲ ἐκ τῶν λέξεων τούτων ὡς α ρα αἱ Χριστῷ προσερχόμεναι ψυχαὶ αἱ μὲν ου πω καιρὸν ε χουσαι γάμου νεάνιδές εἰσιν, αἱ δὲ συνελθοῦσαι αὐτῷ η δη ἀνακραθέντι αὐταῖς αἱ μὲν εὐγένιδες καὶ ὑπεραναβεβηκυῖαι τὸν ἐν ε ξ ἡμέραις γενόμενον κόσμον ̔Εξηκοντά εἰσι βασίλισσαι, αἱ δὲ τὴν ὀκταήμερον περιτομὴν λαβοῦσαι ἀκμὴν τὸ τῆς δουλείας ε χουσαι πνεῦμα ̓Ογδοήκοντα παλλακίδες εἰσίν· ἡ 91 δὲ πάσας ὑπερέχουσα κατὰ τὸ πνεῦμα πεποιωμένη ω στ' ει ναι περιστερὰ τελεία τοῦ λόγου ἡ ε νδοξος ἐκκλησία ἐστὶν ἡ μὴ ε χουσα σπίλον η ῥυτίδα η τι τῶν τοιούτων. ταύτην τὴν ἐκκλησίαν ὑμνῶν ὁ ψαλμῳδὸς ἐν τοῖς πρὸ τούτου στίχοις τὰ νῦν φησι μετ' ἐκείνην ἐνεχθήσεσθαι τῷ νυμφίῳ αὐτῆς βασιλεῖ τὰς νεανίδας τὰς πάλαι μὲν ω ραν συμβιώσεως οὐκ ἐχούσας, νῦν δὲ διὰ τὸ τελειωθῆναι προσαγομένας εἰς τὸν θάλαμον, ο πως συγκαθευδήσασαι τῷ βασιλεῖ ἀναληφθῶσιν εἰς τὸ μέλη γενέσθαι τῆς μιᾶς τελείας νύμφης οὐκέτι α λλαι παρὰ ταύτην τυγχάνουσαι ὡς ο τε ἀτελεῖς η σαν. 467 Ps 44,15b Εἰ καὶ πολλαὶ ἀδιάφθοροι ει εν ψυχαὶ α ς παρθένους ε θος καλεῖν, ἀλλ' οὐ πᾶσαι η δη ἀποφέρονται τῷ βασιλεῖ ἀλλ' αἱ πλησίον καὶ ἐγγὺς γενόμεναι τῇ διαθέσει τῆς τελείας νύμφης. ευ δὲ καὶ τὸ ̓Απενεχθήσονται· αἱ γὰρ πεῖραν μὴ ε χουσαι τοῦ νυμφίου λόγου οὐχ οι αί τέ εἰσι δι' ἑαυτῶν πρὸς αὐτὸν ἰέναι· α γουσι δ' αὐτὰς πρὸς αὐτὸν οἱ τὰ προπαιδεύματα αὐταῖς παραδιδόντες· εἰσὶ δ' ου τοι νόμος καὶ προφῆται. 468 Ps 44,17 468 ̓Επεὶ πρὸς τὸν Χριστὸν λέγεται σχεδὸν τὰ πάντα τοῦ ψαλμοῦ, καὶ ου τος ὁ στίχος λέγοι α ν ο τι ἀνθ' ω ν ει χες κατὰ σάρκα πατέρων, τουτέστι τῶν ἐκ περιτομῆς, ἐγεννήθησάν σοι ἐκ τοῦ αὐτοῦ γένους υἱοὶ προσηκάμενοι τὸν εὐαγγελικὸν λόγον. τούτους δὲ καὶ κατέστησας α ρχοντες ἐπὶ πᾶσαν τὴν γῆν, φάσκων αὐτοῖς Πορευθέντες μαθητεύσατε πάντα τὰ ε θνη, μάρτυρες αὐτοῦ οι α υ παρχοι βασιλέως γενόμενοι ε ως ἐσχάτου τῆς γῆς. 469 Ps 44,18 ∆ιὰ τοῦτο λαοὶ εὐχαριστητικῶς ἐξομολογήσονται οὐκ ἐφ' ε να η δεύτερον αἰῶνα ἀλλὰ καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. τὴν γὰρ ἐφ' ἁμαρτίαις ἐξομολόγησιν οὐκ ἐπιτρεπόμεθα νῦν ὀνομάζειν. α παξ γὰρ καὶ οὐκ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος αυ τη γίνεται· μόνον γὰρ ἐν τούτῳ τῷ αἰῶνι μετανοεῖν καὶ ἐξομολογεῖσθαι οι όν τε. εἰ δὲ Μνησθήσονται ε χει καθ' ἑτέραν γραφὴν ἀντὶ τοῦ Οἱ πρὸς σοῦ α ρχειν κεχειροτονημένοι, τοῦ ὀνόματός σου μνησθήσονται ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ τῷ εἰς πάντας τοὺς αἰῶνας παρατείνειν σου τὴν βασιλείαν. 470 Ps 45,1 Εθος τὰ ἀσαφῶς λεγόμενα δι' οἰκονομίαν τινὰ κρύφια καλεῖν· κατὰ τοῦτο γὰρ καὶ ἡ τοῦ θεοῦ σοφία ἐν μυστηρίῳ ἀποκεκρυμμένη ἐστίν· ου τω καὶ Οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι ει ρηνται. ε στιν ου ν καὶ τούτων τῶν κρυφίων τέλος οἱονεὶ σκοπὸς η τοι τὸ λαθεῖν τοὺς ἀναξίους τὴν τῶν θείων γνῶσιν, η οι α ν πόθον ε χοντες καταλήψεως τῆς θείας γνώσεως, πόνοις καὶ ἀσκήσεσιν ἐπιδόντες ἑαυτούς, τύχωσι τοῦ σκοποῦ. 471 Ps 45,2 Οὐ πάντων ὁ θεός ἐστιν η τῶν ἀποταξαμένων πάσῃ ἀνθρωπίνῃ καταφυγῇ τε καὶ δυνάμει. καταφεύγοντες γὰρ πρὸς τὸν θεὸν πᾶσαν ἀσφάλειαν ε χουσιν καὶ δύναμιν τῷ μετέχειν αὐτοῦ, ὡς λέγειν κατὰ τὸν ἀπόστολον· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. τὸ Σφόδρα ἀμφιβόλως κεῖται· η γὰρ βοηθὸς σφόδρα ἐστὶν ἐν ταῖς εὑρισκούσαις ἡμᾶς θλίψεσιν, η ἐν ταῖς σφόδρα εὑρισκούσαις ἡμᾶς θλίψεσιν βοηθός ἐστιν. 472 Ps 45,3b Ορη μετατιθέμενα ἐν καρδίαις θαλασσῶν οὐ τὰ αἰσθητὰ τυγχάνοντα μέρη γῆς ἡγητέον, ἀλλὰ πονηρὰς δυνάμεις μετατιθεμένας εἰς τὰς τεταραγμένας ὑπὸ τρικυμιῶν παθῶν ψυχάς, ε νθα ἁλμυρόν τι πόμα κακίας καὶ πικρότης ἠθῶν. ἀμέλει καὶ ὁ σωτὴρ πρὸς τοὺς μαθητὰς
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.