Unit 21 rem mid
Rem mid: Unit 21; lemma continues; reading with the letter.
Greek
ἀνομίαν, ἀγαπήσας δὲ τὴν ἐκ τῆς παρουσίας αὐτοῦ φυομένην ἐκ πίστεως δικαιοσύνην ἐπιδέδωκεν ἑαυτὸν εὐδοκίᾳ πατρικῇ α νθρωπος γενέσθαι καὶ χρισθῆναι ἐλαίῳ ἀγαλλιάσεως τουτέστιν τῷ ἁγίῳ πνεύματι. 461 Ps 44,9a Τὰ ἱμάτια τοῦ Χριστοῦ βασιλείως α μα καὶ ἱεραρχίως ο ντα πνεῖ σμύρνης δι' ο ν ἀνέλαβεν θάνατον (τοῦτο γὰρ τὸ α ρωμα τοῖς θαπτομένοις νεκροῖς ἐπιβάλλεται), ἀλλὰ καὶ στακτῆς ου σης ἀπανθίσματος σμύρνης διὰ τὸ ε χειν τι πλεῖον τὸν Χριστοῦ θάνατον ὑπὲρ σωτηρίας α λλων καὶ καταλύσεως διαβόλου γεγονέναι, καὶ κασσίας διὰ τὸν λόγον αὐτοῦ ο ντα διάπυρον· θερμαντικὸν γὰρ τὸ μῦρον τοῦτο. Χριστοῦ ου ν ἱμάτια τὰ εὐλόγως περὶ αὐτοῦ θεολογούμενά ἐστιν. ἐπεὶ ου ν προσελάβετο σὺν τοῖς α λλοις καὶ τὸ ὡς νεκρὸς ἀριστεύσας ὑμνεῖσθαι, εἰκότως ἐκ τῶν ἱματίων αὐτοῦ τὰ προειρημένα πνεῖ· τούτῳ συνᾴδει τὸ ̓Οσμὴ μύρων σου ὑπὲρ πάντα ἀρώματα. 462 Ps 44,9b.10a Βασιλεῖς ἐνταῦθα ῥητέον τοὺς Χριστῷ συμβασιλεύοντας ω ν αὐτὸς βασιλεὺς βασιλευόντων. τούτων θυγατέρες γεγόνασιν κατὰ διδασκαλίαν α ς παιδεύουσι ψυχάς, μᾶλλον δὲ ἐκκλησίας· αι περ θυγατέρες ἐν τιμῇ τοῦ ὑμνουμένου ου σαι ηυ φραναν τὸν βασιλέα Χριστὸν ̓Απὸ βαρέων ἐλεφαντίνων. βαρεῖς δὲ ἐλεφαντίνας ἐρεῖς τὰς ὑψηλὰς θεολογίας· τὸ γὰρ ἐλεφάντινον, ὀδοὺς τυγχάνον, λόγου σύμβολόν ἐστιν· φωνητικὰ γὰρ ο ργανα καὶ οἱ ὀδόντες· βαρεῖς δ' εἰσὶν αἱ μεγάλαι οἰκίαι. ἐπεὶ ου ν τὸν ἑαυτῶν λόγον ου τως ἐμεγάλυναν ὡς οι κον μέγιστον θεωριῶν τῶν περὶ θεοῦ γενέσθαι, αἱ πολλαὶ τῶν βασιλέων θυγατέρες ἀπὸ τῶν προειρημένων βαρέων ἐλεφαντίνων ηυ φραναν 90 Χριστόν. 463 Ps 44,10bc ̔Η τῷ Χριστῷ τῷ ἀληθινῷ βασιλεῖ ἀληθῶς σύζυγος γενομένη ψυχή, η τοι ἐκκλησία, βασιλίσσα διὰ τὸ ει ναι νύμφη βασιλέως ὀνομάζεται, παραστᾶσα ἐκ δεξιῶν αὐτοῦ τῷ δεξιὰν ἐπέχειν στάσιν, ἐν ἀρετῇ δὲ καὶ πίστει τὴν ι δρυσιν ε χουσα. αυ τη δὲ καὶ ἱμάτια διάχρυσα ε χει, Χριστὸν ἐνδυσαμένη· περιβέβληται δὲ καὶ πεποικιλμένη, τὴν πολυποίκιλον σοφίαν τοῦ θεοῦ ἀναλαβοῦσα. οὐ προσκοπτέον δὲ εἰ αὐτὸς καὶ νύμφιος καὶ ε νδυμά ἐστιν· κατὰ γὰρ α λλην καὶ α λλην σχέσιν καὶ ἐπίνοιαν ταῦτα ὑπάρχει, ω σπερ καὶ ποιμὴν καὶ ἀμνὸς καὶ α λλα μυρία εὑρίσκεται ἐν τοῖς Εὐαγγελίοις. 464 Ps 44,11 Μεταβολὴ προσώπου ἐμφαίνεται γενομένη· θεὸς γάρ ἐστιν ὁ προσφωνῶν τῇ ἀπὸ τῶν ἐθνῶν ἐκκλησίᾳ η ν καὶ θυγατέρα αὐτοῦ ὀνομάζει. φησὶν γοῦν· ∆εξαμένη τοὺς ἐμοὺς λόγους, ω θύγατερ, α κουσον καὶ ἰδὲ αὐτῶν τὴν διάνοιαν ἐπιστήσασα αὐτοῖς· ε τι γὰρ μᾶλλον πλεῖον θελήσεις τὸ ου ς σου κλῖναι ἐπὶ τὸ πλειόνως αὐτὰ καὶ ἐξεργαστικώτερον ἀκοῦσαι καὶ ποθῆσαι· ἀκολουθήσει δέ σοι λήθη τῶν ὁμοφύλων, μηκέτι θελησάσης σου τὰ αὐτὰ ἐκείνων περιστέλλειν ε θη καὶ πάτρια· ἐπιλήσῃ δὲ καὶ τοῦ οι κου τοῦ πατρός σου γεννήσαντός σε κατὰ κακίαν τοῦ διαβόλου. 465 Ps 44,12–14 ∆ιὰ τοῦτο σὲ καλῶ, θύγατερ, φησὶν πρὸς αὐτὴν ὁ θεός, ἐπὶ τῷ ποιῆσαι τὰ προστεταγμένα σοι· ἐπείπερ ὁ ἐμὸς υἱὸς βασιλεὺς ω ν ἐπεθύμησεν τοῦ ἐνυπάρχοντός σοι κάλλους κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἐμὴν γεγενημένης, αὐτὸς δ' ου ν ου τος ὁ βασιλεὺς ἐπιθυμῶν τοῦ κάλλους σου οὐχ ει ς τῶν ὁμοτίμων σου τυγχάνει. Αὐτὸς γάρ ἐστιν ὁ κύριός σου· οὐ γὰρ α γγελος η ἀρχάγγελος η τις α λλος γενητὸς ω ν ὑπάρχει· αὐτῷ γὰρ καὶ προσκυνοῦσι πάντες. ἐπεὶ ου ν θεοῦ τὸ προσκυνεῖσθαι, ι σθι θεὸν ο ντα τὸν βασιλέα τὸν ἐπιθυμοῦντα τοῦ κάλλους σου, ο ς καὶ κύριός σού ἐστιν. Πρὸς τούτοις δ' ι σθι ο τι πολλὴν μεταβολὴν ε σχες. θυγάτηρ γὰρ Τύρου ου σα δι' η ν ει χες δεισιδαιμονίαν ἐμοῦ θυγάτηρ ἐχρημάτισας, ὡς λιτὰς τῷ προσώπῳ σου προσάγειν πάντας τοὺς πλουσίους τοῦ λαοῦ. τοῦ γὰρ ἐκ περιτομῆς λαοῦ πάντες ο σοι πλουτοῦσιν κατὰ πίστιν καὶ τὴν τοῦ εὐαγγελίου ἀλήθειαν σοὶ προσέρχονται, τὸ πρόσωπόν σου λιτανεύοντες διὰ τὸ σύζυγον τῷ βασιλεῖ γεγονέναι. ὡς γὰρ πάλαι οἱ ἀπὸ τῶν ἐθνῶν τῇ κατὰ θεὸν θεραπείᾳ προσερχόμενοι τῷ ̓Ισραὴλ προσηλύτευον τὸ πρόσωπον αὐτοῦ παρακαλοῦντες, ου τω νῦν οἱ ἀπὸ τῶν ̓Ιουδαίων μετανοοῦντες προσφεύγουσιν τῇ τῶν ἐθνῶν ἐκκλησίᾳ ἀξιοῦντες ὑποδεχθῆναι παρ' αὐτῆς. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς βασιλέων ̓Εσεβών. ̓Εσεβὼν ἑρμηνεύεται λογισμοί. ὁ βασιλεὺς δὲ τῶν λογισμῶν τῶν δικαίων ο ντων ε στιν ὁ κύριος. τῆς ου ν ὑμνουμένης θυγατρὸς Τύρου ἡ δόξα οὐκ α λλοθέν ἐστιν η ἀπὸ τοῦ βασιλέως τῶν λογισμῶν. ̓Ιστέον δὲ ο τι πολλαχοῦ τῶν γραφῶν ἀντὶ τῆς νοητῆς οὐσίας λαμβάνεται ὁ χρυσός, ὡς εὐκαίρως δειχθήσεται. ἐπεὶ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.