Fragmenta in Psalmos · §u22-rem-close

Unit 22 rem close

Rem CLOSEOUT: Unit 22 CLOSEOUT.

Greek

ἀπὸ γῆς ἐν τῇ α νω ̔Ιερουσαλὴμ γενώμεθα, συμβάλλοντες τὰ ἐν αὐτῇ θεωρούμενα οι ς πάλαι ἀκηκόειμεν ἐροῦμεν Καθάπερ ἠκούσαμεν, ου τως καὶ ει δομεν. 499 Ps 47,9cδ Εστι δὲ καὶ πόλις τοῦ θεοῦ ἡμῶν, ἐπείπερ αὐτὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. ὁ σωτὴρ δέ ἐστιν περὶ ου λέγεται ταῦτα· δεικνὺς γὰρ αὐτὸν ὁ πατὴρ Ου τος ε φη οἰκοδομήσει τὴν πόλιν μου, αὐτὸς ω ν τεχνίτης καὶ δημιουργὸς οι α θεὸς τῆς τοὺς θεμελίους ἐχούσης πόλεως η ν καὶ ἐκδέχονται πάντες οἱ δίκαιοι. 500 Ps 47,11ab Ωσπερ τὸ ο νομά σου θαυμαστὸν ἐν πάσῃ τῇ γῇ, ου τω καὶ ἡ αι νεσίς σου κατὰ τὸ Τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ. πέρατα τῆς γῆς τὰ τέρματα καὶ τὰς ἐσχατιὰς ει ναι ἡγητέον, η τοὺς περάσαντας ἀπὸ τῆς γῆς εἰς οὐρανὸν ἐφ' ου ς τὸ ο νομα τοῦ θεοῦ καὶ ἡ αι νεσις ε φθασεν. 501 Ps 47,12a Τῆς ἐκκλησίας Σιὼν ὀνομαζομένης, ο ρος αὐτῆς ὁ κύριός ἐστιν ῳ ὁμοιοῦνται οἱ ἐπὶ κύριον πεποιθότες. 502 Ps 47,12bc ̓Ιουδαία ἐξομολόγησις ἑρμηνεύεται, αἱ δὲ μετέχουσαι τῆς ε ξεως τῆς ἐξομολογητικῆς ψυχαὶ αἱ θυγατέρες εἰσὶν τῆς ̓Ιουδαίας. τάχα δὲ καὶ πᾶσα ἡ θεόπνευστος γραφὴ ὁμωνύμως τῷ τόπῳ ἐν ῳ δέδοται ̓Ιουδαία ἐν ῃ γνωστὸς ὁ θεός ἐστιν. αἱ θυγατέρες ου ν τῆς ἑκατέρως ἀποδοθείσης ̓Ιουδαίας, προσβαλοῦσαι κατὰ τὸ ἐφικτὸν τοῖς κρίμασιν τοῦ κυρίου ου σιν ἀληθινοῖς καὶ δεδικαιωμένοις, ἐπὶ τὸ αὐτὸ ἀγαλλιάσονται. καὶ ἐπεὶ ἀνεξερεύνητά ἐστιν τὰ κρίματα τοῦ κυρίου, ἐπὶ τοῦ παρόντος οὐκ ἀγαλλιῶνται, ἀλλὰ ἀγαλλιάσονται πρόσωπον πρὸς πρόσωπον προσβαλοῦσαι τότε τῇ ἀληθείᾳ. 503 Ps 47, 13–15 Τῆς ἐκκλησιαστικῆς γνώμης σκοπευτικῆς τῆς ἀληθείας τυγχανούσης καὶ διὰ τοῦτο Σιὼν καλουμένης, τῇ φρονήσει περιλαβεῖν αὐτὴν προσήκει, ι να περινοήσαντες τὰ τῆς ἀληθείας δόγματα ὡς ἐν κύκλῳ περιγράψωμεν αὐτὰ τῇ ἑαυτῶν νοήσει. καὶ ἐπεὶ ἡ τοῦ θεοῦ πόλις πάντοθεν ὠχύρωται διὰ τοὺς ἐπερχομένους πολεμίους, καὶ πύργους ἐγκατεσκευασμένους ε χει ἀφ' ω ν ε στιν κατασκοπῆσαι τοὺς ἐπερχομένους ἐχθρούς. καὶ ἐπεὶ οἱ ἐχθροὶ τῆς πόλεως πολεμοῦσιν λοιπόν, ἀνάγκη καὶ τοὺς ἐν τοῖς πύργοις ο ντας αὐτῆς διηγεῖσθαι. συνᾴδει καὶ τὸ ̓Επὶ τῶν τειχέων σου κατέστησα φύλακας ἡμέρας καὶ νυκτὸς οι διὰ τέλους οὐ σιωπήσονται μιμνησκόμενοι κυρίου· ταύτῃ καὶ ̔Η σοφία ἐπ' α κρων τειχέων κηρύττεται. Θέσθε τοίνυν τὴν καρδίαν ὑμῶν, τουτέστιν τὸν νοῦν, ἐπιστημονικῶς ἐπιστάνοντες εἰς τὴν δύναμιν τῆς Σιών (αυ τη δ' ἐστὶν ἡ ἐκκλησιαστικὴ διδασκαλία), καὶ καταδιέλεσθε διαιρετικῶς ἑκάστοις ἐπιστάνοντες. ὡς γὰρ ε στιν λογικῶς διελεῖν τὰ ο ντα εἰς οὐσίαν καὶ συμβεβηκὸς καὶ τὰ γένη εἰς ει δη, ου τω καὶ τὴν δύναμιν τῆς Σιὼν καταδιελεῖν εἰς τὰς βάρεις αὐτῆς δυνατόν· βάρεις δὲ αὐτῆς αἱ καθ' ε καστον θεωρίαι ἐν αι ς οἰκεῖ τὰ τῆς εὐσεβείας δόγματα. Τοῦτο δὲ πράξατε, Οπως διηγήσησθε εἰς γενεὰν ἑτέραν ο τι αὐτός ἐστιν ὁ θεὸς ἡμῶν. ἐπεὶ ἡ προτέρα γενεὰ ἡ τὴν πόλιν καὶ τὴν δύναμιν αὐτῆς παραλαβοῦσα πονηρὰ καὶ μοιχαλὶς καὶ σκολιὰ καὶ διεστραμμένη ἐξ ἰδίας αἱρέσεως ἠλέγχθη, ἐπιστήσαντες τῇ δυνάμει τῆς πόλεως καὶ καταδιελόντες τὰς βάρεις αὐτῆς γνώσεσθε τὰ περὶ τῆς κλήσεως τῶν ἐθνῶν, η τις ἐστὶν ἑτέρα γενεὰ παρὰ τὴν προτέραν, ῃ περ καὶ διηγήσησθε Οτι ου τος ὁ θεός ἐστιν ὁ τὰ προειρημένα παράδοξα ποιήσας ἀποβαλὼν τὴν προτέραν γενεὰν καὶ α λλην καὶ α λλους καλέσας. ου τος δὲ ὁ θεὸς περὶ ου ἡ προκειμένη θεολογία ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ε χει Εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ Αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας κατὰ τὸ εἰρημένον Καὶ στήσεται καὶ ο ψεται καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ κύριος. 96 504 Ps 48,2a Εὐτρεπίσατε δὲ τὴν ἀκοήν, οὐ τὴν κοινὴν πρὸς τὰ α λλα ζῷα ἀλλὰ τὴν τοῦ ε σω ἀνθρώπου καθ' η ν συνίεμεν τῶν ἀκουομένων, καθά φησιν ὁ σωτήρ· ̔Ο ε χων ω τα ἀκούειν ἀκουέτω. 505 Ps 48,3a ̓Επεὶ ἐν τοῖς καλουμένοις ε θνεσιν εἰς ἀκρόασιν οἱ μέν εἰσιν γεώδεις ο λοι τῆς υ λης καὶ τοῦ γηΐνου φρονήματος, γεγενημένοι δὲ υἱοὶ ἀνθρώπων κατ' ἐπιστήμην καὶ παίδευσίν εἰσιν ο σοι μαθήμασιν καὶ λόγοις ἐξητασμένοις ἐπανέχουσιν, καλεῖ δὲ οὐ μόνον τοὺς ἀγελαίους καὶ βοσκηματώδεις ἀλλὰ καὶ τοὺς συνετοὺς λέγων ̓Ακούσατε ταῦτα οἱ ἐν τοῖς ε θνεσιν γηγενεῖς καὶ ἀνθρώπων υἱοί. ὀφειλέται γὰρ οἱ διδάσκαλοι οὐ μόνον σοφῶν ἀλλὰ καὶ ἀνοήτων εἰσίν. 506 Ps 48,4 Προφέρω ἐκ στόματος τὴν σοφίαν, πρότερον μελετήσας ἐν καρδίᾳ σύνεσιν. τότε γὰρ ἀλήπτως δυνήσεταί τις σοφὸν

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.