Fragmenta in Psalmos · §u22-rem-mid

Unit 22 rem mid

Rem mid: Unit 22; lemma continues; reading with the letter.

Greek

τῷ ̓Αβραὰμ αἱ μερίδες ω ν τυγχάνουσιν α ρχοντες. 493 Ps 46,10b Κραταιοὶ τῆς γῆς οἱ 94 ἐξ ἀνθρώπων ὀρθῶς πολιτευσάμενοι, ἐπαιρόμενοι τῷ τὰ α νω φρονεῖν τῷ τὰ α νω ζητεῖν. ου τοι γὰρ σφόδρα ἐπαρθέντες, γνώσει θείᾳ καὶ ἀρετῇ μετεωριζόμενοι, τοῦ θεοῦ γεγένηνται· οἱ γὰρ κραταιοὶ τῆς γῆς τοῦ θεοῦ κτῆμα γεγενημένοι ἐπήρθησαν. 494 Ps 47,3a Τὸ πάσης τῆς γῆς ἀγαλλίαμα ευ ριζον καὶ ἀγαθὰς ῥίζας ε χον ἐστίν, τάχα οὐχ ε τερον ο ν τοῦ εἰπόντος ̓Εγώ εἰμι ἡ α μπελος ἡ ἀληθινή. αὐτὸς γάρ ἐστι τὸ ἀγαλλίαμα πάσης τῆς γῆς, αι τιος καὶ χορηγὸς τυγχάνων ἀγαλλιάσεως. 495 Ps 47,3b Οὐκ οι δ' ὁπόθεν κινηθέντες τινὲς ᾠήθησαν ε νθα πέπονθεν ὁ σωτὴρ σημαίνεσθαι ἐκ τῆς προκειμένης λέξεως· φασὶ γὰρ τὸν σωτῆρα ἐσταυρῶσθαι ἐν τοῖς βορείοις πλευροῖς τῆς Σιών, ἐκεῖσε τυγχάνοντος τοῦ κρανίου τόπου. 496 Ps 47,3b–4 ̔Ημεῖς δέ φαμεν, ἑπόμενοι πολλαῖς γραφαῖς, τὸν βορρᾶν οὐκ α λλον ει ναι η τὸν διάβολον κατὰ τὸ ̓Εξεγείρου, βορρᾶ, καὶ ε ρχου, νότε. τούτου ου ν πλευρὰ οἱ πονηροὶ α νθρωποι, ω σπερ καὶ α ρχοντος πλευρά φασιν τοὺς δορυφόρους αὐτοῦ. οἱ πονηροὶ ου ν α νθρωποι οἱ δορυφοροῦντες τὸν διάβολον, πλευρὰ αὐτοῦ πρότερον ο ντες, εἰς τοσοῦτον μεταβάλλοντες κατ' ἀρετὴν διέπρεψαν, ὡς μὴ ἁπλῶς τὴν Σιὼν χρηματίσαι ἀλλ' ο ρη αὐτῆς ἀποδειχθῆναι. Παῦλος ου ν ο τε προδότης η ν πλευρὸν τυγχάνων τοῦ βορρᾶ, μεταβαλλόμενος ο ρος τῆς ἐκκλησίας τυγχανούσης Σιὼν ἐχρημάτισεν. καὶ ἐπεὶ ἡ γυνὴ πλευρὰ τοῦ ἀνδρὸς λέγεται, καὶ αἱ γενόμεναι ψυχαὶ σύζυγοι τῷ διαβόλῳ, πλευρὰ αὐτοῦ τυγχάνουσαι διὰ τῆς πρὸς ἐκεῖνον κοινωνίας, ο ρη τῆς Σιὼν διὰ μεταβολῆς γεγένηνται, ὡς καὶ πόλιν αὐτοῦ τοῦ μεγάλου βασιλέως Χριστοῦ χρηματίσαι. Αυ τη γὰρ ἡ λέξις τοῦτο βούλεται, ο ρη λέγουσα Σιὼν τὰ πάλαι πλευρὰ τοῦ βορρᾶ η τοῦ βασιλέως τοῦ μεγάλου, μέγαν πάλιν βασιλέα καθ' ὑπεροχὴν δυνάμεως ἀλλ' οὐ μεγέθους νοούντων ἡμῶν. ταύτης δὲ τῆς πόλεως ει εν καὶ βάρεις τινὲς ὑψηλαὶ καὶ μεγάλαι οἰκεῖαι ἐν αι ς ὁ θεὸς γινώσκεται ο ταν ἀντιλαμβάνηται τῆς πόλεως. αυ ται αἱ βάρεις ὁμογενεῖς εἰσιν τῇ οἰκίᾳ η ν οἰκοδομεῖ ἐπὶ τὴν πέτραν ὁ τοὺς ̓Ιησοῦ λόγους ἀκούσας καὶ ποιήσας. 497 Ps 47,5–8 ̓Εν τῇ πόλει οἱ βασιλεῖς ἐληλυθότες καὶ εἰς αὐτὴν συναχθέντες, ἐπὶ τὸ αὐτὸ γεγενημένοι καταρτισθέντες τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ· εἰσὶν δὲ οἱ βασιλεῖς ου τοι οἱ κατὰ θεὸν βασιλεύσαντες, οι ος η ν ̓Αβραὰμ πρὸς ο ν ει πόν τινες καίτοι οὐκ αἰσθητῶς βασιλεύοντα· Βασιλεὺς παρὰ θεοῦ σὺ ει ἐν ἡμῖν. Ου τοι ἰδόντες τοὺς πάλαι πλευρὰ ο ντας τοῦ βορρᾶ εἰς τοσοῦτον υ ψος ἀναβάντας ὡς ει ναι τῆς Σιὼν ο ρη ἐθαύμασαν, ἐκπλαγέντες τὴν περὶ τὴν λογικὴν φύσιν γινομένην τροπήν. ο τ' α ν δὲ καὶ ἐκ φαύλων σπουδαίους καὶ σοφοὺς γινομένους ι δοι τις, θαυμάσας τὴν μεταβολὴν εἰ σκοπήσοι ο τι ἀνάπαλιν ἐνδέχεται γενέσθαι τοὺς σπουδαίους καὶ σοφοὺς μεταπεσεῖν δυναμένους, τοῦτ' ἐννοηθεὶς καὶ τοῖς πάνυ προκόψασιν κατ' ἀρετὴν τάραχον ἐμποιήσει καὶ κλόνον, ὡς τὸν ἐκ δέους τρόμον ἐπιλαβέσθαι αὐτῶν. τούτῳ συνῳδὸν τὸ ̓Εν τόποις ἀσεβῶν στένουσιν δίκαιοι· ἐκείνων πιπτόντων κατάφοβοι γίνονται. ̓Εκεῖ ὠδῖνες ὡς τικτούσης. ἐν τῇ πόλει τοῦ βασιλέως τοῦ μεγάλου εἰκὸς ει ναι ψυχὰς ἐγκύμονας ἀπὸ τοῦ νυμφίου γεγενημένας, αι καὶ μορφώσασαι τὰς παρ' αὐτοῦ καταβεβλημένας γονὰς καιρὸν ε χουσιν ἀποτέξεως, ὡς καὶ ὠδινῆσαι ἐπὶ τῷ μητέρας γεννημάτων γενέσθαι. δύναται δὲ τὸ τῶν ὠδίνων ο νομα πόνους σημαίνειν τοὺς περὶ τοὺς ταραχθέντας καὶ σαλευθέντας, ω ν ἐπελάβετο τρόμος. ̓Εν πνεύματι βιαίῳ συντρίψει πλοῖα Θαρσεῖς. πλοῖα τῶν ψυχῶν τὰ σώματα πολλαχοῦ τῆς γραφῆς λέγεται ω σπερ καὶ ἐν τῷ Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις. ταῦτ' ου ν τὰ σώματα φθαρτὰ καὶ μετάβλητα κατ' οὐσίαν ο ντα ὑπὸ τοῦ θείου πνεύματος σφοδρῶς προσβάλλοντος αὐτοῖς συντρίβεται, τουτέστιν διαλύεται, ι να κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν α φθαρτα ἰσχυρὰ ἐπίδοξα πνευματικὰ ἐκ φθαρτῶν ἀσθενῶν καὶ ἀτίμων καὶ ψυχικῶν γένηται. οὐχ ἁπλῶς δὲ ἀλλὰ Θαρσεῖς ἐστιν τὰ πλοῖα ταῦτα, μεταβαλλομένης ̔Ελλάδι 95 φωνῇ τῆς Θαρσεῖς εἰς τὸ κατασκοπὴ χαρᾶς. τότε γὰρ ἐπαινετῶς συντρίβεται τὰ σώματα ὑποπιαζόμενα καὶ νεκρούμενα, ο τ' α ν κατασκοπῶσιν οἱ περικείμενοι αὐτὰ τὴν θείαν χαράν. 498 Ps 47,9a ̓Εν τῷ βίῳ τούτῳ τυγχάνοντες, πολλὰ περὶ τῆς ἐπουρανίου πόλεως τοῦ θεοῦ καὶ τῶν ἐν αὐτῇ πνευματικῶν ἀγαθῶν ἀκούομεν ὑπὸ λόγων προφητικῶν καὶ τῆς α λλης θεοπνεύστου γραφῆς. ἐὰν ου ν μετοικισθέντες

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.