Unit 22 rem early
Rem early: Unit 22; lemma and argument toward the thesis.
Greek
καθορῶντας διὰ μὲν τοῦ ∆εῦτε συνεγγίζειν αὐτούς, διὰ δὲ τοῦ Ιδετε ἀτενίζειν τῇ ἀληθείᾳ παρασκευάζων. 481 Ps 45,9b ̓Επλήρωσαν δὲ καὶ τεράτων τὴν οἰκουμένην οἱ ἀπόστολοι, πανταχῇ διατρέχοντες καὶ τά τε δι' αὐτοῦ γεγονότα διηγούμενοι καὶ ἐν ὀνόματι αὐτοῦ θαυματουργοῦντες. δύναται καὶ καλεῖν ὁ λόγος τὰ ε θνη ἐκ τῶν ὁρωμένων περὶ τὴν κτίσιν θαυμάτων τὸν ταύτης ἐπιγνῶναι δημιουργόν. 482 Ps 45,10 ̓Ελθὼν καὶ καταλύσας διάβολον τὸν τὸ κράτος ε χοντα τοῦ θανάτου καὶ τὰς α λλας πονηρὰς δυνάμεις, ἀντανεῖλεν πολέμους ε ως τῶν περάτων τῆς γῆς, τουτέστι τῶν περασάντων ἀπὸ γηΐνων· συντρίβων τὸ τόξον ἀφ' ου ἠφίετο τὰ πεπυρωμένα τοῦ πονηροῦ βέλη ἀλλὰ καὶ πυρὶ κατακαύσει τὸν θυρεὸν τῆς ἀπιστίας ἐναντίως 93 ε χοντα τῷ θυρεῷ τῆς πίστεως. 483 Ps 45,11a Οὐδεὶς ἁμαρτάνων καὶ πλάνῃ σχολάζων γνῶναι θεὸν δύναται· Πᾶς γὰρ ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ε γνωκεν αὐτόν. ὁ βουλόμενος ου ν γνῶναι θεόν, πάσῃ ἀσχολίᾳ ἀποταξάμενος, γνώσεται τίς ὁ θεός ἐστιν, ῃ φησιν τὸ παρὸν λόγιον Σχολάσατε καὶ γνῶτε. τοῦτο τοίνυν ὁ τῆς Αἰγύπτου τύραννος νοήσας ἀσχολίαις ὑποβάλλει τοὺς ̔Εβραίους, ο πως μὴ ἐπισπῶνται θεόν, Σχολάζετε λέγων Σχολασταί ἐστε· διὰ τοῦτο λέγετε Πορευθῶμεν καὶ λατρεύσωμεν τῷ θεῷ ἡμῶν. 484 Ps 46,2a ̓Επεὶ αἱ χεῖρες ἀντὶ τῶν πράξεων πολλάκις ει ρηνται, ε πραττε δὲ τὰ ε θνη διάφορα κατὰ τὰ ποικίλα πάτρια πρὸ τῆς ἐπιδημίας, ὁ σωτὴρ εἰς ἀνθρώπους φοιτήσας προστάττει κρότον γενέσθαι, τουτέστιν συμφωνίαν τῶν πρακτικῶν δυνάμεων τῶν ἐθνῶν τροπικῶς χειρῶν ὀνομαζομένων. 485 Ps 46,2bβ Οὐ μόνον ἀπαρκεῖ πρὸς σωτηρίαν πράξεως συμφωνία, εἰ μὴ καὶ φρόνημα ὀρθὸν σὺν τούτοις ει η. διὸ καὶ ἀλάλαξειν ̓Εν φωνῇ ἀγαλλιάσεως μετὰ τοῦ κρότου προστάττει τοῖς ε θνεσιν. 486 Ps 46,3a Εστιν δὲ φοβερὸς καὶ τῷ σεβάσμιος ει ναι, ὡς εὐλάβειαν εἰς αὐτὸν ε χειν τοὺς ἐννοοῦντας αὐτόν. 487 Ps 46,3b Οὐκ ἀμφίβολον εἰ τῶν ὑπερκειμένων βασιλεύει. περὶ τῆς γῆς δὲ ἀμφιβαλλόντων τινῶν, εἰ καὶ αὐτῆς κρατεῖ, λέγεται ὁ προκείμενος στίχος καὶ μάλιστα διὰ τοὺς περιγράφοντας τὴν πρόνοιαν μέχρι τῆς σεληνιακῆς σφαίρας οὐ βουλομένους τὰ ὑπὸ γῆν ὑπὸ πρόνοιαν ει ναι. 488 Ps 46,4.5 Νοήσεις δὲ καὶ ου τως· ὑπέταξεν τοῖς ἁγίοις ἀποστόλοις τοὺς ἐκ περιτομῆς λαοὺς καὶ τὰ ε θνη ὑπὸ τοὺς πόδας αὐτῶν, πάντων ἀνθρώπων α ρχοντας καὶ διδασκάλους χειροτονήσας αὐτούς, ἐκλεξάμενος τὴν κληρονομίαν ἑαυτοῦ οὐχ ἑτέραν ου σαν τοῦ ̓Ισραὴλ καὶ τοῦ ̓Ιακὼβ τὴν ἐκλογὴν η ν αὐτὸς ἐκλεξάμενος ἠγάπησεν. ̓Ιακὼβ δὲ τὸν πάντα λαὸν τῶν ̔Εβραίων φησίν. ἐκ τούτου γνωρίζεται τὸ ἀπροσωπόληπτον τοῦ θεοῦ τὴν καλλονὴν οὐκ α λλο τι τοῦ ̓Ιακὼβ ἀγαπήσαντος· ̓Εν παντὶ γὰρ ε θνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν. 489 Ps 46,6 Φωνὴ δὲ α σημος καταπεσόντων πολεμίων ὁ ἀλαλαγμὸς ἐν ῳ α νεισιν αὐτός· ἀναβαίνει δὲ ὑπεράνω τῆς νοήσεως ἡμῶν εὑρισκόμενος. ε οικεν τὴν μεγαλοφωνίαν καὶ τὸ διάτορον τῶν δογμάτων φωνὴ σάλπιγγος ὀνομάζεσθαι· ἐπὶ γὰρ τοῦ φανεροῦ καὶ ἐν τῷ Εὐαγγελίῳ σάλπιγξ λαμβάνεται ὡς ἐν τῷ λέγειν Σὺ δὲ ποιῶν ἐλεημοσύνην μὴ σαλπίσῃς ε μπροσθέν σου, ο ἐστιν μὴ φανερώσῃς. 490 Ps 46,7 Μὴ μόνον αἰσθητῶς κατὰ τὴν σκιὰν τοῦ νόμου ἀλλὰ καὶ πνευματικῶς κατὰ τὸ εὐαγγέλιον ψάλατε. η τάχα διὰ τοῦ διπλασιασμοῦ τὸ ἀδιαστάτως καὶ διηνεκῶς τοῦτο ποιεῖν προστάττει. τὸν δ' αὐτὸν διπλασιασμὸν τοῦ ψάλλειν ἐπὶ τὸν βασιλέα Χριστὸν ἀνάγειν δεῖ· ῃ μὲν γὰρ δημιουργός, θεός, ῃ δὲ προνοητικός, βασιλεύς ἐστιν. τῷ γοῦν αὐτῷ ο ντι θεῷ καὶ βασιλεῖ ψάλλειν ἀδιαστάτως δεῖ. 491 Ps 46,8b Τὸν ψάλλοντα δεῖ καὶ νόησιν τῶν προφερομένων ἐν τῇ ᾠδῇ ε χειν. οὐ γὰρ περὶ τὴν κλάσιν καὶ τὸ μέλος τῆς φωνῆς καταγίνεσθαι προηγουμένως δεῖ ἀλλὰ συνεῖναι τὰ ψαλλόμενα. τοὺς γὰρ μὴ ου τω ψάλλοντας ἀλλὰ μόνον η χον ἀποτελοῦντας παραιτεῖται θεὸς λέγων Μετάστησον ἀπ' ἐμοῦ η χον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι. ψάλλει δὲ συνετῶς ὁ πράττων κατὰ τὰ θεῖα παιδεύματα καὶ νοῶν αὐτά. 492 Ps 46,10a Οἱ τῶν λαῶν α ρχοντες οἱ ἀπόστολοι η οἱ ἡγούμενοι τῶν ἐκκλησιῶν εἰσιν, συναγόμενοι μετὰ τοῦ θεοῦ ̓Αβραάμ, ι να προσαγάγωσι τοὺς πρὸς αὐτὸν ὠφελουμένους λαούς· καὶ γὰρ αὐτῶν θεός ἐστι τεκνῶν γενομένων τοῦ ̓Αβραάμ. ἐπίστησον δὲ εἰ α ρχοντες τῶν λαῶν ει ναι δύνανται α γγελοι περὶ ω ν ει ρηται Εστησεν ο ρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ, οι τινες καὶ συνάγονται μετὰ τοῦ θεοῦ ̓Αβραάμ, ἐπεὶ διὰ πίστεως υἱοποιήθησαν
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.