Fragmenta in Psalmos · §u23-rem-early

Unit 23 rem early

Rem early: Unit 23; lemma and argument toward the thesis.

Greek

κτήνεσιν ἀνοήτοις παραβάλλεται, ι ππος θηλυμανὴς γεγονὼς καὶ τῶν ἀλόγων ζῴων τῶν α λλων τὰς ὁρμὰς μιμησάμενος. ὡμοιώθη ου ν κτήνεσιν ἀνοήτοις, ἐλπίδα ε χων εἰ βουληθείη ὁμοιωθῆναι θεῷ. 513 Ps 48,15b Εσονται γὰρ ἐπάνω πέντε πόλεων καὶ δέκα οἱ εὐθεῖς ἐν τῷ μέλλοντι αἰῶνι. καὶ ὁ Σολομῶν δὲ ἐν ταῖς Παροιμίαις τὸ αὐτὸ τοῦτό φησιν· Σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος καὶ οὐκ οι δεν ο τι ἐλεήμων κρατήσει αὐτοῦ. 514 Ps 48,16 Εἰ καὶ τὰ προειρημένα τοῖς πλείστοις τῶν ἀνθρώπων συμβέβηκεν, ἀλλά γε τὴν ἐμὴν ψυχὴν λήψεται ὁ θεὸς ἐκ τοῦ ᾳ δου η δη κρατοῦντος αὐτὴν καὶ καταπίειν θέλοντος. καὶ ἐπεὶ ἐν ᾳ δῃ κατὰ τὴν κατάστασιν ὁ ἁμαρτάνων ἐστίν, ὁ α φεσιν τῶν κρατούντων αὐτὸν ἁμαρτημάτων ε χων εὐχαριστεῖ τῷ θεῷ λαβόντι τὴν ψυχὴν αὐτοῦ ἀπ' αὐτῆς τῆς χειρὸς τοῦ ᾳ δου. 515 Ps 48,19 ̔Ο προκείμενος πλούσιος οὐκ εἰδὼς α λλην ζωὴν ἐν τῇ ζωῇ αὐτοῦ, ταύτῃ εὐλογεῖσθαι τὴν ψυχὴν αὐτοῦ νομίζει· καὶ τότε μόνον ἐξομολογεῖται, ο ταν ἀγαθύνῃς αὐτῷ διὰ δόσεως τῶν ἐπιθυμιῶν τῶν ὑλικῶν. 516 Ps 48,20 Πατέρας ει χεν ε ργοις φαύλοις καὶ χειρίστῳ φρονήματι γεννήσαντας αὐτόν. ὡσαύτως δὲ αὐτοῖς δρῶν ἐμιμήσατο τοὺς γεννήτορας καὶ ε ως τῆς γενεᾶς τῶν πατέρων ἐξομοιούμενος αὐτοῖς εἰς τὸν αὐτὸν ἐκείνοις τῆς ἀγνοίας τοῦ καλοῦ βυθὸν εἰσελεύσεται. ου τος γὰρ τὴν παροῦσαν μόνην ζωὴν ἀποδεξάμενος οὐκ ε σπευσε τὸ φῶς θεωρῆσαι· διὸ καὶ ε ως αἰῶνος ει ρηται μὴ προσπελάζειν αὐτῷ· τάχα γὰρ ἐν ἐξωτέρῳ σκότῳ καταδικασθεὶς οὐκ ἐπιτραπήσεται τὸ αἰώνιον φῶς ε τι θεάσασθαι. 517 Ps 49,1b Θεούς φησιν οὐ τὰ ἀγάλματα καὶ τοὺς δαίμονας ἀλλὰ τοὺς μετέχοντας ἀνθρώπους τῶν τοῦ θεοῦ λόγων· ἐκείνους γὰρ θεοὺς ει πε πρὸς ου ς ὁ λόγος τοῦ θεοῦ ἐγένετο. τούτων τῶν θεῶν θεὸς ὁ κύριός ἐστιν ὡς καὶ βασιλευόντων βασιλεύς. 518 Ps 49,1c Καὶ πάλιν τοῖς ἀπὸ ἀνατολῶν ἡλίου, φησίν, καὶ μέχρι δυσμῶν ἐπέλαμψεν γνῶναι ο τι ̓Εκ τῆς Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ γεγένηται. ἐδείχθη γὰρ ἐκ σπέρματος ∆αυὶδ ε χων τὸ κατὰ σάρκα. 519 Ps 49,2.3a Αὐτὸς ὁ τῶν θεῶν θεὸς ὁ πᾶσαν τὴν γῆν ἐπὶ τὸ μετασχεῖν αὐτοῦ καλέσας οὐ κρύβδην οὐδὲ λεληθότως ἀλλ' ̓Εμφανῶς η ξει κατὰ τὴν δευτέραν ἐν δόξῃ μετ' ἀγγέλων αὐτοῦ παρουσίαν· καὶ Οὐ παρασιωπήσεται, ἑκάστῳ κατὰ τὰ ε ργα καὶ τὴν πρᾶξιν τὴν κρίσιν ποιῶν. σημειωτέον δὲ ο τι καὶ ἐν τῷ παρόντι ῥητῷ ἀμφοτέρας τὰς Χριστοῦ παρουσίας δηλοῖ, τὴν μὲν πρώτην διὰ τοῦ ̓Εκ Σιὼν ἡ εὐπρέπεια, τὴν δὲ δευτέραν διὰ τοῦ ̔Ο θεὸς ἐμφανῶς η ξει. 520 Ps 49,4 ̓Επεὶ ἡ δόσις τοῦ νόμου ἐπὶ μάρτυσιν οὐρανῷ καὶ γῇ δέδοται, ὡς ἐν ∆ευτερονομίῳ γέγραπται, ἀνάγκη τὸν λαὸν διακρινόμενον ἐπὶ μάρτυσιν ἐφ' ω ν τὸν νόμον ε λαβεν ἐξετασθῆναι παραβεβηκότα τοὺς θείους νόμους. προσκαλεῖται ου ν τὸν οὐρανὸν α νω, τουτέστι τὰς θείας δυνάμεις, καὶ τὴν γῆν, λέγω δὴ τοὺς ἐνοικοῦντας ἐπ' αὐτῇ, ἐπὶ τῷ διελεγχθῆναι τοὺς ἐπ' αὐτῶν υἱοποιηθέντας· Ακουε γάρ, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ἐκκηρυττομένων τῶν τεκνῶν τοῦ θεοῦ· ἐφ' ὑμῖν γὰρ τὸν νόμον λαβόντες οὐκ ἐφύλαξαν. 521 Ps 49,5 ̓Αγγέλοις τάχα προστάττει η ἀνδράσιν ἱεροῖς, ο πως τοὺς ὁσίους αὐτοῦ συναγάγωσιν ἐπὶ τὸ 98 διαθέσθαι καὶ συνθέσθαι τὴν διαθήκην αὐτοῦ τοῦ θεοῦ ἐπὶ θυσίαις πνευματικαῖς· θυσίας δὲ τὴν τῆς αἰνέσεως καὶ ει τις α λλη παραπλήσια. τὰς ου ν θυσίας ἐφ' α ς ἡ πνευματικὴ διαθήκη ἀποδεχόμενος συναχθῆναι αὐτῷ τοὺς ὁσίους αὐτοῦ προστάττει, ι να τὰ προειρημένα ἐπιτελέσωσιν. 522 Ps 49,6a ∆ικαιοσύνην προσονομαζόμενον ἀναγγελοῦσιν οἱ οὐρανοί, α νδρες ο ντες ἱεροὶ φοροῦντες τὴν εἰκόνα τοῦ ἐπουρανίου. 523 Ps 49,8 ̓Ελέγχει θεὸς οὐκ ἐπ' αὐτὰ τοῖς προσαγομένοις ἀλλ' ἐπὶ τῇ διαθέσει καθ' η ν προσάγεται ταῦτα· καὶ τὸν Κάϊν γοῦν ἐπὶ τῷ μὴ ὀρθῶς διῃρηκέναι α ε δει προσάγειν η λεγξεν. κα ν πνευματικὴν ου ν θυσίαν προσφέρῃ τις ὡς ὁλοκαυτώματα διὰ παντελοῦς τὸ σῶμα ἑαυτοῦ, ὀρθῇ γνώμῃ τοῦτο ποιείτω· οὐ γὰρ ἐπὶ τοῖς πραττομένοις ἐπαινετοῖς ου σιν ἀλλ' ἐπὶ τῇ γνώμῃ οὐκ ὀρθῶς ἐπιτελούσῃ ἐλέγχεταί τις. 524 Ps 49,9–11a ̓Επεὶ οἱ ἐν τῷ οι κῳ σου, τροπικῶς λεγόμενοι μόσχοι, πολέμιοι τῷ σωτῆρι ω φθησαν περὶ ω ν καὶ λέγεται ̓Εκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με, τούτου χάριν οὐ δέξομαι αὐτοὺς οὐδὲ τοὺς συγκαταλεγομένους αὐτοῖς χιμάρους. καὶ ου τοι γὰρ ὑπὲρ ἁμαρτίας προσάγοντες ἑαυτοὺς οὐδὲν η ττον ἁμαρτάνουσιν. γίνωσκε γὰρ ο τι οἱ ποτὲ θῆρες τοῦ δρυμοῦ, οἱ ἀπὸ τῶν ἐθνῶν ἐξηγριωμένοι α νθρωποι, τῇ θείᾳ διδασκαλίᾳ τιθασσευόμενοι ἐμοὶ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.