Fragmenta in Psalmos · §u23-rem-mid

Unit 23 rem mid

Rem mid: Unit 23; lemma continues; reading with the letter.

Greek

γεγένηνται τὸ πρότερον ἀκαρπίᾳ συνόντες· ταύτης γὰρ σύμβολον ὁ δρυμός. ἀλλὰ καὶ τὰ κτήνη οἱονεὶ πρόβατα Χριστοῦ καὶ οἱ βόες οἱ ὑπεραναβάντες σου τὸν οι κον, τουτέστιν τὴν τοῦ νόμου σκιὰν ἐν τοῖς δόγμασι τοῦ εὐαγγελίου (διὰ τὸ υ ψος ο ρεσιν ου σι) διατρίβοντες κτῆμα ἡμέτερόν εἰσιν. Παῦλος ου ν βοῦς ω ν τῶν ἐπὶ τὰ ο ρη τὸν περὶ βοὸς ἐκθέμενος νόμον ἐπήγαγεν τὸ Μὴ τῶν βοῶν μέλει τῷ θεῷ; η πάντως περὶ ἡμῶν λέγει; ἀλλὰ καὶ αἱ ὑψιπέτεις γενόμεναι ψυχαί, ἑπτερωμέναι νοήσεσι καὶ ἐνεργείαις ὀρθαῖς, πετεινὰ οὐρανοῦ χρηματίζουσιν α ε γνωκα ἐγώ· γινώσκων γάρ εἰμι τοὺς ο ντας ἐμούς. 525 Ps 49,11b ̔Η δεξαμένη ἀγαθὴ γῆ, τουτέστι καρδία ὀρθή, τὸν ὑπὸ ̓Ιησοῦ βαλλόμενον σπόρον καὶ καρποφορήσασα ἑκατὸν ἑξήκοντα τριάκοντα τὸν πλήρη καὶ ω ριμον καρπὸν ε χουσα ὡραιότης ἐστὶν ἀγροῦ, οὐ μακρὰν ου σα τοῦ σπορέως· αὐτὸς γάρ φησιν ̔Ωραιότης ἀγροῦ μετ' ἐμοῦ ἐστιν. 526 Ps 49,12 Πεινᾷ ὁ σωτὴρ τήν τινων σωτηρίαν, ω σπερ ἀμέλει περὶ τῆς σωτηρίας τῆς Σαμαρείτιδος πρὸς τοὺς μαθητάς φησιν ̓Εγὼ βρῶσιν ε χω φαγεῖν η ν ὑμεῖς οὐκ οι δατε, καὶ ̓Εμὸν βρῶμά ἐστιν ι να ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με. ἐπεὶ ου ν οἱ ἐκ περιτομῆς ἐρχόμενοι τῆς σκιᾶς ὡς πεινῶντι αὐτῷ προσάγουσι τὰς αἰσθητὰς λατρείας, φησὶν ̓Εὰν πεινάσω, οὐ μή σοι ει πω· ε χω γὰρ κτῆμά μου γεγενημένην τὴν ε νδοξον ἐκκλησίαν οἰκουμένην χρηματίζουσαν καὶ τὸ πλήρωμα αὐτῆς. πλήρωμα δ' αὐτῆς τὸ εὐαγγέλιον ου τύπος ἡ σκιά. τρεφόμενος ου ν τὸ πλήρωμα τῶν ἐθνῶν, οὐκ ἀπαιτήσω σε κατὰ σκιὰν τροφήν· εἰ δὲ θέλεις με τῷ ο ντι θεραπεύειν θεόν σου τυγχάνοντα, θῦσόν μοι θυσίαν αἰνέσεως αἰνῶν καὶ θεολογῶν· ταύτας γὰρ δέχομαι τὰς προσφοράς· Ελεον γὰρ θέλω η θυσίαν καὶ ἐπίγνωσιν θεοῦ η ὁλοκαυτώματα. 527 Ps 49,14 ̔Ο αὐτός ἐστι θεός τε καὶ υ ψιστος καὶ ῥυόμενος ἀπὸ θλίψεως. αἰνέσεως δὲ λέγει θυσίαν τοὺς δικαίους πρέποντας υ μνους, εὐχὰς δὲ τὰς ὑποσχέσεις· ου τω γὰρ καὶ ἐν τῷ πρώτῳ καὶ εἰκοστῷ λέγει ψαλμῷ Τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν. 528 Ps 49,16 ̓Επεὶ οὐχ ὡραῖος αι νος ἐν στόματι ἁμαρτωλοῦ, τῷ ἁμαρτάνοντι ἐπιπλήττει ὁ θεὸς φάσκων Ινα τί διηγῇ τὰ δικαιώματά μου α ἐπιτελεῖν οὐ θέλεις, ἀλλὰ καὶ Ινα τί ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματος; ε δει γὰρ ἐν καρδίᾳ σου αὐτὴν δεξάμενον καὶ τυπώσαντά σου κατ' αὐτὴν τὰς νοήσεις ου τω προφέρειν τοὺς λόγους τῆς διαθήκης μου. τούτῳ συνᾴδει τὸ ̔Ο κηρύττων μὴ κλέπτειν κλέπτεις; καὶ τὰ ἑξῆς. 529 Ps 49,18–21 Πρὸς δὲ διάνοιαν νοήσεις καὶ ου τως· ει ποτε ἐθεώρεις ἑτεροδόξῳ γνώμῃ κλέπτοντα τὸ βούλημα τῆς ἀληθείας, συναινῶν συνέτρεχες αὐτῷ, ἀλλὰ καὶ τοὺς μοιχεύειν πειρωμένους τὴν Χριστοῦ νύμφην τῷ περισπᾶν εἰς αὐτοὺς 99 τὰς ἐκκλησιαστικὰς ψυχὰς ὁμογνωμονῶν αὐτοῖς η μὴ ἐκτρεπόμενος αὐτοὺς μετὰ τῶν μοιχῶν ο ντων τὴν μερίδα σου ἐτίθεις, ἁρμόζειν ἐρεῖς τὴν λέξιν ταύτην τοῖς ἐπαγγελλομένοις μὲν ἐκκλησιαστικοῖς ει ναι, εἰς κοινωνίαν δὲ ἐρχομένοις μὴ ἐκκλησιαστικοῖς ἀνδράσιν. Τὸ στόμα σου ἐπλεόνασεν κακίαν. ὁ ἀγνοῶν τὸ ἀγαθόν, πράττων δὲ τὸ κακὸν η ττον ἁμαρτάνει· ὁ δὲ μετὰ τὸ γνῶναι τὸ ἀγαθὸν ἁμαρτάνων ἐπιτεινομένην ε χει κακίαν· διὸ καὶ ὁ ἐγνωκὼς δοῦλος τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ποιῶν δαρήσεται πολλάς. δύναται δὲ καὶ ου τως· ἐπεὶ διὰ στόματος ἀναλαβὼν τὴν τοῦ θεοῦ διαθήκην τὴν καρδίαν πλήρης ει χεν ἁμαρτίας, ἐκ τοῦ περισσεύματος τῆς καρδίας φαύλου ο ντος ἐν τῷ στόματι πλεοναζομένην ει χεν κακίαν, ὡς καὶ τὴν γλῶσσαν αὐτοῦ δι' ω ν σοφίζεται περιπλέκειν δολιότητας τοὺς αἱρετικοὺς λόγους ο ντας σοφίσματα. Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον. ὡς πρὸς τὸ ῥητὸν ἀδελφὸς ει ναι δύναται ὁμογνήσιος καὶ ὁμοπάτριος, υἱὸς δὲ μητρὸς ὁ ὁμογάστριος κα ν ἐξ α λλου ει η πατρός. ὁ ου ν ου τω πρὸς ἀδελφοὺς διακείμενος τίνα α λλον ἀγαπῆσαι δυνήσεται; πρὸς δὲ διάνοιαν· ἐπεὶ πρὸς ̓Ιουδαῖον ὁ λόγος ἐστὶν αἰσθητῶς ὁλοκαυτώματα τῷ θεῷ προσάγοντα καὶ θυσίας, πρὸς τοῦτον ῥητέον ἐκ προσώπου τοῦ θεοῦ λέγεσθαι Καθήμενος, ω ου τε, περὶ τὸ γράμμα τοῦ νόμου καταλαλεῖς τοῦ ἀδελφοῦ σου τοῦ κατὰ τὸ πνεῦμα τοῦ νόμου φρονοῦντος καὶ πολιτευομένου· ι σθι δὲ ο τι καὶ υἱὸς μητρός σού ἐστιν ου τος· ἀπὸ γὰρ τῆς αὐτῆς προθέσεως ἐκυήθη τὸ πνεῦμα καὶ τὸ γράμμα τοῦ νόμου. σκανδαλίζεις δὲ τὸν τῆς μητρὸς υἱὸν πρόσκομμα καὶ σκάνδαλον τιθεὶς τὴν κατὰ σκιὰν καὶ σαρκίνην περιτομὴν πολιτείαν. Ταῦτα ἐποίησας, καὶ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.