Fragmenta in Psalmos · §u24-rem-close

Unit 24 rem close

Rem CLOSEOUT: Unit 24 CLOSEOUT.

Greek

βλέψεως τοῦ πάντων κρυπτοῦ γνῶσιν ε χει. 562 Ps 52,4 Καὶ ἐκ τῆς προκειμένης λέξεως μανθάνομεν κατὰ παράβασιν νόμου τὴν ἁμαρτίαν συνίστασθαι ῳ ἀκολουθεῖ μὴ ει ναί τινα φύσει πονηρόν· Πάντες γὰρ ἐξέκλιναν· αυ τη δὲ ἡ ε κκλισις ἁμαρτία ἐστίν, ἀποτυχία ου σα τῆς εὐθείας ὁδοῦ. α μα δὲ καὶ ἠχρειώθησαν οἱ ἐκκλίνοντες· ἀχρεῖον λέγων η κατὰ τὴν ἐπικράτησιν τῶν παθῶν η τὴν α γνοιαν τοῦ μὴ νοοῦντος συγχεομένου τῷ μετιέναι ἐξ ἑτέρων εἰς ε τερα πράγματα, τῷ μὴ κεκρατηκέναι ἑνὸς ου τὴν ἐπιστήμην ε χει. Πάντων ου ν ἐκκλινόντων, εἰκότως ει ρηται τὸ Οὐκ ε στι 104 ποιῶν ἀγαθόν. καθ' ἑκάτερον τῶν προειρημένων τὸ Εως ἑνὸς προσκείμενον δηλοῖ η τοι μηδὲ ε να ει ναι τὸ ἀγαθὸν ποιοῦντα η τὸν μηδὲ ε ν ἀγαθὸν ποιοῦντα. 563 Ps 52,5a ̓Επεὶ εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐ γνώσονται α δεῖ εἰδέναι κατὰ θείαν γνῶσιν. οὐ γὰρ κατὰ πεῦσιν ἀλλὰ κατὰ ἀπόφασιν ἀναγνωστέον. 564 Ps 52,6 Τὸ ̓Εκεῖ φοβηθήσονται φόβον ου οὐκ η ν φόβος δύναται ἀναφέρεσθαι εἰς τὸν μέλλοντα αἰῶνα· ε νθα ἀποδράσης ὀδύνης καὶ στεναγμοῦ καὶ λύπης ε δει θάρσος ε χειν. ἐν τούτῳ ου ν τῷ καταστήματι οὐκ ο ντος φόβου, φοβηθήσονται οἱ ἐπιφερόμενοι τὰ ἐφ' οι ς κολασθήσονται. διὰ τοῦτο δὲ φοβηθήσονται ο τι τοὺς ὑποκριτὰς γενομένους ἐνταῦθα καὶ σκοπὸν ε χοντας ἀνθρώποις ἀρέσαι ἐφανέρωσεν ἐκεῖ ὁ θεὸς σκορπίσας αὐτῶν τὰ ὀστᾶ δόγματα καὶ ἐπιτηδεύματα μοχθηρίας καὶ οἰήσεως ε κγονα καὶ φαύλης ψυχῆς ἐνθυμήσεις ο ντα. εἰ γὰρ καὶ ἐνταῦθα ε δοξαν ει ναί τι ἀνθρώποις οι ς η ρεσκον, ἀπατῶντες ἀλλά γε ἐξουδενωθέντες ὑπὸ τοῦ θεοῦ ὡς οὐκ ο ντες τι κατῃσχύνθησαν. καὶ τάχα οἱ τὴν κακίαν ἐνεργοῦντες καὶ ταῖς προαναφωνηθείσαις κολάσεσι περιτεύξονται. οἱ δ' ἀνθρωπαρέσκως ὑποκρινόμενοι τὴν ἀρετὴν κολάσεως α λλης οὐ πειραθήσονται, διελεγχθείσης αὐτῶν τῆς ὑποκρίσεως· οι ον ὁ ποιῶν ἐλεημοσύνην πρὸς τὸ δοξασθῆναι ὑπὸ τῶν ἀνθρώπων οὐ κολασθήσεται ὑπὸ πυρὸς η α λλου τινὸς τοιούτου (ἠλέησε γάρ), καταισχυνθήσεται δὲ ἀποδειχθεὶς μὴ διὰ θεὸν ἀλλὰ δι' ἀνθρώπους κοινωνήσας τῶν ὑπαρχόντων πένησιν. 565 Ps 52,7 ̔Η γὰρ ἁμαρτία ἐστὶν ἡ αἰχμαλωτίζουσα τοὺς ποιοῦντας αὐτήν. ἀφέσεως δὲ ἁμαρτημάτων δωρουμένης εὐφραίνεται ὁ ̓Ισραὴλ καὶ ἀγαλλιᾶται ὁ ̓Ιακὼβ τοῖς χαίρουσιν ἐν οὐρανοῖς παραπλησίως ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. 566 Ps 53,3b ∆ύναμις τοῦ πατρὸς ὁ Χριστός. ου τος δὲ κρινεῖ τὰ κρυπτὰ τῶν ἀνθρώπων, παρακαλεῖ δὲ μὴ α λλοις κριταῖς ἀλλὰ τῇ δυνάμει τοῦ ἀγαθοῦ θεοῦ εἰς ἐξέτασιν παραδοθῆναι· οι δε γάρ, συγγνώμης τευξόμενος ἐφ' οι ς παρεῖδεν, ἐκδικίαν δὲ γενησομένην κατὰ τῶν αὐτὸν πορθούντων ματαίως. 567 Ps 53,4 ∆έεται ο πως εὐπρόσδεκτος ἡ προσευχὴ αὐτοῦ γενήσηται καὶ ι να λάβῃ τὰ περὶ ω ν ηυ ξατο. ἀλλὰ καὶ ὡς ἐγγὺς θεοῦ διὰ καλῶν ε ργων γεγενημένος ̓Ενώτισαι ε φη τὰ ῥήματα τοῦ στόματός μου. οὐδεὶς γὰρ ἀργὸν προφερόμενος ῥῆμα η αἰσχρὸν η ε τερόν τι κακὸν φθεγγόμενος θέλει τὸν θεὸν ἐνωτίσασθαι αὐτοῦ τὰ ῥήματα ἀλλὰ μόνος καὶ πᾶς ὁ ἀληθῆ καὶ εὐσεβῆ λαλῶν. 568 Ps 53,5 ̓Αλλοτρίους φησὶ τοὺς ἐναντίαν προαίρεσιν τοῖς σπουδαίοις ε χοντας, κραταιοὺς δὲ τοῦς πονηροὺς δαίμονας. καὶ φησίν· ἐπεὶ οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν ἀποστραφέντες αὐτὸν καὶ νῶτα αὐτῷ δεδωκότες, ἐπανέστησαν τῷ δικαίῳ καὶ ἐζήτησαν τὴν ψυχὴν αὐτοῦ. 569 Ps 53,6.7 Θεὸν βοηθὸν ε χειν ὁμολογεῖ, τάχα τὸν πατέρα καὶ κύριον ἀντιλαμβανόμενον τῆς ψυχῆς αὐτοῦ ι να ει πῃ τὸν υἱὸν ο ς ̓Αποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου· α γὰρ ἐπαγαγεῖν μοι βεβούληνται κακωτικά, ταῦτα πρὸς αὐτοὺς ἀποστρέφει, τοῦτο τοῦ κυρίου κρίναντος ου τω. συνᾴδει τούτῳ τὸ Ποιήσατε αὐτῷ ο ν τρόπον ἐπονηρεύσατο ποιῆσαι τῷ πλησίῳ. καὶ τοὺς δὲ ψεύστας ο ντας διελέγχουσα ἡ τοῦ θεοῦ ἀλήθεια ὀλοθρεύει εἰ τοιοῦτοί εἰσιν· οὐ γὰρ ἀναιρεθῆναι καθάπαξ αὐτοὺς ἀλλ' ῃ τοιοῦτοί εἰσιν ὁ α γιος ευ χεται. 570 Ps 53,8a Τούτων δὲ συμβεβηκότων αὐθαιρέτῳ γνώμῃ ἐπ' εὐχαριστίαν ἐρχόμενος ̔Εκουσίως θύσω σοι, οὐκ ἀνάγκης η βίας εἰς τοῦτο καλούσης ἀλλ' αὐτοκελεύστου προθυμίας. 571 Ps 54,2.3a Προσευχὴν ἀναφέρων θεῷ παρακαλεῖ αὐτὸν ἐγγίσαι αὐτῷ ο πως εἰς τὰ ι δια ω τα δέξηται η ν προσαγήοχεν προσευχήν. ἐνωτίζεται γὰρ ὁ ἐγγὺς ω ν τοῦ λέγοντος, εἰς τὰ ω τα δεχόμενος τὸν λόγον. καὶ ἐπεὶ δέομαι ω ν οὐκ α λλοθεν θαρρῶ τὰ λείποντά μοι ἀναπληρωθῆναι η ἐκ σοῦ, μὴ ὑπερίδῃς τὴν ὑπὲρ 105 ω ν δέομαι παράκλησιν. πρόσχες δέ μοι ἐπαίροντι ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.