Unit 24 rem mid
Rem mid: Unit 24; lemma continues; reading with the letter.
Greek
μόσχων δίκην. ἐν γὰρ τῇ ̓Αποκαλύψει ̓Ιωάννου αἱ τῶν πεπελεκισμένων ψυχαὶ διὰ τὸ ο νομα ̓Ιησοῦ καὶτὴν μαρτυρίαν αὐτοῦ ὑπὸ τὸ θυσιαστήριον τὸ ἐπουράνιον τεθεώρηνται. 552 Ps 51 αργ Τίνα δὲ δεῖ τῆς τοσαύτης τραγῳδίας πρόφασιν παρασχεῖν η τὸν νομέα τῶν ἀλόγων ζῴων; ἀγελάρχης γὰρ η ν ἡμιόνων. ὁ γοῦν ∆αυὶδ συνεὶς τὴν πολλὴν αὐτοῦ κακίαν η τὸν κινήσαντα τὸν ἐν αὐτῷ φθόνον διάβολον ὡς πρὸς παρόντα τὰς λέξεις ἐφθέγξατο τοῦ ψαλμοῦ. 553 Ps 51,3 β Τὸ ο νομα τὸ ̔Ημέρα ἐνταῦθα φανέρωσιν δηλοῖ η ο λον τὸν χρόνον καθ' ο ν ἀνομεῖ. 554 Ps 51,6 Καταποντισμοῦ ῥήματά ἐστι τὰ τιμωρίαν φέροντα, τοῦ καταποντισμοῦ σημαίνοντος κόλασιν ὡς καὶ Τοῦ α φρονος δὲ χείλη καταποντιζοῦσιν αὐτόν. καὶ ∆ωὴκ ου ν ὁ ̓Ιδουμαῖος ἀληθῶς γήινος ἑρμηνευόμενος, ἀεὶ κλονούμενος τῷ ἀβέβαιος ει ναι· εἰς σάλον γὰρ ∆ωὴκ ἑρμηνεύεται ο ς διαβολὴν ἐργασάμενος κατὰ θεραπευτῶν θεοῦ ἠγάπησε γλῶσσαν δολίαν καὶ σὺν αὐτῇ ῥήματα καταποντίζοντα αὐτόν. δηλοῖ δὲ τὸ Εὐαγγέλιον καταποντισμὸν ει ναι τὴν κόλασιν λέγον τῷ σκανδαλίζοντι ε να τῶν μικρῶν ἐν τῇ ἐκκλησίᾳ· Συμφέρει καταποντισθῆναι ἐν τῷ πελάγει τῆς θαλάσσης 103 περικεισόμενον αὐτῷ μύλον ὀνικὸν περὶ τὸν τράχηλον αὐτοῦ. 555 Ps 51,7 ∆ιὰ τὸ ἠγαπηκέναι τὰ βλαβερὰ εἰς τέλος τουτέστι παντελῶς καθελεῖ σε ὡς οὐ καλῶς οἰκοδομηθέντα ἀλλὰ καὶ ὡς κακῶς φυτευθέντα ἐκτῖλαι ὁ φάσκων Πᾶσα φυτεία η ν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται· ἀλλὰ καὶ τοῦ ἱεροῦ σκηνώματος μεταναστεῦσαι ποιήσει, ἐκβάλλων καὶ φυγαδεύων σε ἐκ τῆς σκηνῆς ἐκείνης η ς τοὺς ἱερεῖς διαβέβληκας καὶ εἰς θάνατον η γαγες, ε τι μὴν Καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων. εἰ γὰρ καὶ ̓Ιδουμαῖος η ν ἀλλὰ προσηλύτευσας τῷ ̓Ισραὴλ διὰ τῆς τοῦ νόμου κατηχήσεως, ἐν τῷ σκηνώματι καὶ τῇ τῶν ζώντων γῇ πεφύτευτο· εἰ γὰρ μὴ ει χε σέβας πρὸς τὸν τοῦ ̓Ισραὴλ θεόν, οὐδ' α ν ἐν τῷ ἱερῷ ἐνοχλούμενος η ρχετο. τὰ δὲ πρὸς τοῦτον λεγόμενα ἁρμόσει πρὸς πάντας τοὺς ἀπὸ τῆς εὐσεβείας μεταπίπτοντας. 556 Ps 51,8.9a Οἱ πάνυ εὐλαβεῖς, ο ταν μεταπίπτοντας ἐξ ἀρετῆς εἰς κακίαν ι δωσί τινας, φόβον λαμβάνουσι μὴ τὰ αὐτὰ πάθοιεν. ου τοι δὲ καὶ ἐπικερτομήσαιεν κατὰ τοῦ ἁλόντος ὡς ἐπ' αὐτῷ γελᾶν ἐροῦντες Ου τος ὁ α νθρωπος οὐκ ε θετο τὸν θεὸν βοηθὸν αὐτοῦ· η γὰρ α ν οὐ διέβαλε τοὺς δούλους καὶ θεραπόντας αὐτοῦ. συμβαλεῖς τούτοις τὸ ̔Ο ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ. 557 Ps 51,11 Εὐχαριστίαν διὰ τοῦ ἐξομολογεῖσθαι τῷ θεῷ δηλοῖ ἐπὶ τῷ πεποιηκέναι αὐτόν, ι σως α ᾐτήσατο η α προτέθειτο. προθέμενος γὰρ η ν φυγεῖν τὸν Σαούλ. ̓Αλλὰ καὶ ε τι ὑπομενῶ, φησίν, τὸ ο νομά σου ε στ' α ν αὐτοῦ τύχω ο τι χρηστὸν καὶ ἀγαθότητός ἐστι πλῆρες ἐναντίον τῶν ὁσίων σου· οἱ γὰρ ὁσιότητα κατορθώσαντες τῆς χρηστότητος τοῦ ὀνόματός σου αἰσθάνονται. 558 Ps 52,2a Αφρονα ἡγητέον λέγεσθαι τὸν φρονήσεως θείας στερούμενον. φαίνεται γὰρ ου τος περὶ ου ὁ λόγος μὴ σῴζων κοινὴν φρένα. εἰδὼς γὰρ πάσῃ ψυχῇ ε ννοιαν θεοῦ καταβεβλημένην, ἀθεότητα ἀσπαζόμενος, οὐδενὶ α λλῳ εἰ μὴ τῇ ἑαυτοῦ καρδίᾳ ει πεν μὴ ει ναι θεόν. καὶ ου τως ὁ α φρων διάβολος οὐ τῇ ἀλλοτρίᾳ ἑαυτοῦ καρδίᾳ (αυ τη δ' ε στιν ἡ ἀνακειμένη θεῷ) ἀλλὰ τῇ ἐξ αὐτοῦ διὰ τὸ ἁμαρτάνειν γεγενημένῃ ει πεν μὴ ει ναι θεόν. 559 Ps 52,2b ̔Ο γὰρ κακῶς περὶ θεοῦ φρονήσας καὶ εἰς τὴν α λλην ε ρχεται κακίαν· τὴν γὰρ εὐσέβειαν τῆς ἑαυτοῦ ψυχῆς ἐκβάλλων συνεκβέβληκεν αὐτῇ πᾶσαν ἀρετὴν ἀκολουθοῦσαν ὡς βασιλίδι τῇ εὐσεβείᾳ. οἱ γοῦν δι' ἀφροσύνην λέγοντες μὴ ει ναι θεὸν διέφθειραν τὴν ἑαυτῶν γνώμην ἐν ἀνομίαις αι ς ε πραξαν, ἐξ ω ν ἐβδελύχθησαν τουτέστι βδελυκτοὶ γεγόνασιν. Ει θ' ἑξῆς ἐπιλέγεται. 560 Ps 52,2c Η πάντων ἁμαρτανόντων η καὶ αὐτῶν τῶν δοκούντων τὸ ἀγαθὸν ποιεῖν, οὐ κυρίως καὶ ἀληθῶς ποιούντων ἀλλ' ι να κα ν τύπον αὐτοῦ λάβωσι δι' ἐσόπτρου καὶ αἰνίγματος αὐτὸ ποιούντων. 561 Ps 52,3 ̔Ο παρὼν στίχος προνοητὴν εἰσάγει τὸν θεόν, οὐ τῶν κατ' οὐρανὸν μόνον ἀλλὰ καὶ τῶν ἐπὶ γῆς· ἐξ οὐρανοῦ γὰρ ἐφορᾶν προνοητικῶς τοὺς υἱοὺς τῶν ἀνθρώπων ει ρηται, οὐκ ε ξωθεν κατὰ τὸ σῶμα μόνον ἐπιβλέπων αὐτοὺς ἀλλὰ καὶ κατὰ τὸ κρυπτὸν τῆς καρδίας. ἐπιβλέπει γοῦν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ο πως ι δῃ εἰ ε στιν ὁ διὰ τοῦ καλὸν ποιεῖν συνιὼν καὶ διὰ τοῦ ἐξετάζειν τὴν ἀλήθειαν ἐκζητῶν τὸν θεόν. ἀνθρωπίνως δὲ καὶ ἀφ' ω ν ι σμεν ει ρηται τὸ διακύπτειν αὐτὸν ἐξ οὐρανοῦ καὶ τοῦ ἰδεῖν εἰ ε στιν συνιών· μεγάλῃ γάρ, ι ν' ου τως ει πω, προσβολῇ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.