Unit 24 rem early
Rem early: Unit 24; lemma and argument toward the thesis.
Greek
ἁμαρτίαν τοῦ κόσμου προσηκάμενος, πλυνόμενος τῷ αι ματι τῷ ἐκ τῆς σφαγῆς αὐτοῦ, ὑπὲρ χίονα λευκαίνεται. ἑκάτερα δὲ περὶ τὸν ∆αυὶδ γέγονεν· ἐρραντίσθη γὰρ ὑσσώπῳ (τὸ αι μα τοῦ τυπικοῦ προβάτου) καὶ ἐπλύθη ὑπὸ ̓Ιησοῦ ὡς ὑπὲρ χίονα λευκανθῆναι· χίονα δὲ νοητὴν ἐνταῦθα σημαίνει. 542 Ps 50,10 Πολλάκις η δη δόγματα καὶ ψυχῆς δυνάμεις ει ναι ει ρηται τὰ ὀστᾶ· ταῦτα ταπεινοῦται ὑπὸ ἁμαρτίας καὶ σοφιστικῆς γοητείας. θεοῦ δὲ ἀκουτίσαντος ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσεται τὰ τεταπεινωμένα ὀστᾶ. 543 Ps 50,11b ̓Εξαλείφονται δὲ ἁμαρτίαι ἀπὸ τῆς μετουσίας τῶν ἀρετῶν· ὡς γὰρ ἡ ἐπιστήμη εἰς ψυχὴν ἐλθοῦσα ἐξαλείφει καὶ ἀφανίζει τὴν α γνοιαν, ου τω παρουσίᾳ ἀρετῆς τελείας ἐξαλείφεται πᾶσα ἁμαρτία. 544 Ps 50,12 ̓Εὰν πάσας τὰς ἁμαρτίας μου ἐξαλείψῃς τὰς ἐγγεγραμμένας διὰ τῶν τυπώσεων τῇ καρδίᾳ μου, καρδίαν κτίζεις καθαρὰν ἐν ἐμοὶ πάσης κακίας στερομένην, ἀλλὰ Καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Εγκατα δὲ ψυχῆς αἱ ὀρθαὶ ε ννοιαι καὶ σπουδαῖαι διαλήψεις περὶ ω ν φησιν· Καὶ πάντα τὰ ἐντός μου εὐλογεῖτε τὸ ο νομα αὐτοῦ. εὐθὲς δ' ἐστὶν πνεῦμα η τοι τὸ α γιον η ἡ συνείδησις ἡ ὀρθὴ η ο λέγει πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. σημειωτέον ο τι ἡ ε κτισεν φωνὴ οὐκ οὐσίωσιν σημαίνει ἀλλὰ σχέσιν τινὰ ἐπιτεινομένην οι ς α ν παραγένηται. 545 Ps 50,13.14 Τῶν σπουδαίων ἀδιαστάτως παρισταμένων τῷ τοῦ θεοῦ προσώπῳ μόνος ὁ ἁμαρτάνων ἐκβάλλεται καὶ ἀπορρίπτεται αὐτοῦ. ἐμὲ δὲ περιεχόμενον τῆς θείας κατανοήσεώς σου μὴ κρίνῃς ει ναι τοιοῦτον, ω στ' ἀπορριφῆναι ἀπὸ προσώπου σου· ἀλλὰ καὶ τὸ πνεῦμα ο ἐνῴκισάς μοι α γιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ, ω στε με γυμνωθῆναι ἀπ' αὐτοῦ. Προσδοκῶν τὴν δεῦρο κάθοδον τοῦ σωτῆρος, ἐφ' ῃ ἀγαλλίασιν τελείαν ε χειν συμβαίνει, παρακαλεῖ τὸν 102 πατέρα φάσκων ̓Απόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, ο πως καὶ πνεύματι ἡγεμονικῷ καὶ τελείῳ στηρίσῃς με. ἑκατέρως δὲ καὶ ἐν τούτοις πνεῦμα λέγει η τοι τὸ α γιον α ρχον καὶ ἡγεμονεῦον η τὸ τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ ε τερον ο ν τῆς τοῦ ἀνθρώπου ψυχῆς. τοῦτο δὲ τὸ ἡγεμονικὸν πνεῦμα τὸ κατὰ τὴν προτέραν ἐκδοχὴν στηριγμὸν καὶ βεβαίωσιν οι ς α ν παραγένηται ὀρέγει. 546 Ps 50,15 Καὶ ἐν τῇ προγραφῇ τοῦ ψαλμοῦ ἐφάσκομεν παρορᾶν ποτὲ τὸν θεὸν τοὺς σπουδαίους ω στε ἁμαρτίαν ποιεῖν, ι να μετανοοῦντες ε ργῳ καὶ τὴν περὶ μετανοίας διδασκαλίαν ἐπιδείξωνται. ἰδοὺ γοῦν καὶ ἐνταῦθα βεβαιοῦται τὸ εἰρημένον· διὰ γὰρ τῆς ἐξομολογήσεως τῆς πρὸς θεὸν διδάσκειν ὑπισχνεῖται ἀνόμους αὐτοῦ τοῦ θεοῦ τὰς ὁδούς, ι να τούτων ἐπιβάντες, εἰ καί ποτε ἠσέβησαν, ἐξ ὀλιγωρίας ἐπιστρέψωσιν πρὸς αὐτόν. 547 Ps 50,15 ̔Ως γὰρ ἀρίστου βίου μίμημα καὶ ὑπογραμμὸν ε χουσιν τοὺς κατορθώσαντας, ου τω καὶ οἱ περὶ γνῶσιν ἐσφαλμένοι ε χουσι μιμήσασθαι τὸν εἰς μετάνοιαν ἐρχόμενον, ἀσεβεῖς ο ντες πρὸς θεὸν ἐπιστρέφοντες. 548 Ps 50,16a ̓Επεὶ δι' ω ν ἐποίησα πρὸς θάνατον ἁμαρτιῶν πλήρης εἰμὶ αἱμάτων, ἐκ τούτων ῥῦσαί με ὁ καθάπαξ θεὸς ω ν καὶ ἡμέτερος. τάχα δὲ καὶ ὁ ∆αυὶδ ἐκ τῶν τοῦ Οὐρίου καὶ ει τινες α λλοι συναπέθανον αὐτῷ ῥυσθῆναι ἀξιοῖ ὑπὸ τοῦ θεοῦ ο ντος τοῦ θεοῦ τῆς σωτηρίας αὐτοῦ. 549 Ps 50,16b.17 ̔Ο λόγος ὁ ἡμέτερος Γλῶσσά μου καλούμενος ἐν τῷ ἀεὶ περὶ τῆς δικαιοσύνης σου φθέγγεσθαι ἀγαλλιάσεται τὴν δικαιοσύνην σου. ἐκείνου δ' ἀνοίγει τὰ χείλη ὁ θεὸς τοῦ λαβόντος λόγον ἐν ἀνοίξει τοῦ στόματος αὐτοῦ, δι' ο καὶ τὸ στόμα αὐτοῦ ἐξαγγελεῖ τὴν αι νεσιν τοῦ θεοῦ ἀεὶ αἰνοῦν καὶ εὐχαριστοῦν αὐτῷ. 550 Ps 50,20 ̔Ο περὶ ἁμαρτίας ἰδίας ἐξομολογούμενος τί βούλεται περὶ τῆς Σιὼν καὶ ̔Ιερουσαλὴμ διαλέγεσθαι; ἀλλ' ἐπεὶ ει πομεν μὴ πάντως αὐτὸν βεβλάφθαι ἐκ τοῦ ἐπταικέναι ἐν τῷ συντόνῳ δρόμῳ, τούτου χάριν προφητικὴν ε τι ε ξιν ε χων καὶ τὴν τοῦ ἁγίου πνεύματος κοινωνίαν ευ χεται καὶ προφητεύει ̓Αγαθύνον λέγων τὴν Σιὼν ἐν τῇ σῇ εὐδοκίᾳ τῷ υἱῷ σου γεγενημένην καὶ τῷ πνεύματι συνεγγίζουσαν· ἀλλὰ καὶ οἰκοδομεῖται τὰ τείχη τῆς ̔Ιερουσαλήμ. ἀγγέλων δὲ φρουραὶ ταῦτα η δογμάτων ἀκαταλύτων ι δρυσις. 551 Ps 50,21 ∆ικαιοσύνην φησὶν τὴν διὰ πίστεως ̓Ιησοῦ Χριστοῦ εἰς πάντας τοὺς πιστεύοντας συνισταμένην. αυ τη δὲ ἡ δικαιοσύνη ἀναφορὰ καὶ ὁλοκαυτώματα πνευματικὰ τυγχάνει καὶ τὸ Θύσατε θυσίαν δικαιοσύνης· ἀλλὰ καὶ ἐπὶ τὸ πνευματικὸν θυσιαστήριον ἀνοίσουσι μόσχους γεωπόνους ε λκοντας α ροτρα ψυχὰς οὐκ α λλας τυγχανούσας τῶν ψυχῶν τῶν μαρτύρων ὀφθείσας παρὰ τὸ ἐπουράνιον θυσιαστήριον ἀναφερομένας ἐπ' αὐτῷ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.