Fragmenta in Psalmos · §u25-rem-early

Unit 25 rem early

Rem early: Unit 25; lemma and argument toward the thesis.

Greek

106 πυργοποιΐᾳ τῷ ε χειν φωνὴν μίαν καὶ χεῖλος ε ν πάντες ἐνεποδίσθησαν μεγίστῃ δυσσεβείᾳ συσχεθέντες ὡς μηκέτι ὁμοφωνίαν ε χειν. ο γὰρ ἐκ συμφωνίας ποιοῦντες ἀσεβεῖν ε μελλον, τοῦτο οὐκ ἐποίησαν, τῶν γλωσσῶν αὐτῶν καταδιαιρεθεισῶν. καὶ ἐνταῦθα γοῦν ὁ εὐχόμενος βούλεται καταδιαιρεθῆναι τὰς γλώσσας τῶν ὁμοφωνησάντων κατ' αὐτοῦ, καταποντιζομένων τῶν γλωσσῶν τουτέστιν ἀφανῶν γινομένων. καὶ πρὸ τούτου δὲ ει ρηται κόλασιν σημαίνειν τὸ καταποντίζεσθαι. καὶ Παῦλος γοῦν, εἰδὼς συμφέρειν ποτὲ τὴν πρὸς ἑαυτοὺς τῶν φαύλων διαφωνίαν, ἐπὶ τῶν ἀναβαθμῶν ἀπολογούμενος συνέκρουσε Φαρισαίους καὶ Σαδδουκαίους. Ps 54,10b Τοῦτο ἀναφέρεσθαι δύναται ἐπὶ τὸ ̓Ιδοὺ ἐμάκρυνα φυγαδεύων καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ, διὰ μέσου εἰρημένων τῶν δύο στίχων ἀπὸ τοῦ Προσεδεχόμην τὸν θεὸν τὸν σῴζοντά με ε ως τοῦ Καταδίελε τὰς γλώσσας αὐτῶν, ι ν' ῃ τὸ λεγόμενον τοιοῦτον· ἐπεὶ ἐν τῇ νομιζομένῃ θεοῦ πόλει τῇ ̔Ιερουσαλὴμ ει δον ἀνομίαν καὶ ἀντιλογίαν ἀνομούντων καὶ ἀντιλεγόντων τῇ ἀληθείᾳ, ἐμάκρυνα φυγαδεύων ἀπ' αὐτῆς, ω στε γενόμενον ἐν τῇ ἀπὸ ἐθνῶν ἐκκλησίᾳ ἐρήμῳ καλουμένῃ αὐλισθῆναι ἐν αὐτῇ διαναπαυόμενον καὶ διανυκτερεύοντα ἐν τοῖς πιστεύουσιν. Ps 54,11.12 ̓Επεὶ διαπαντὸς νύκτωρ καὶ μεθ' ἡμέραν ἀνομοῦσι καὶ ἀντιλέγουσιν ἐν τῇ πόλει ὡς κυκλωθῆναι τὴν πόλιν ἀπὸ τῆς ἀνομίας καὶ τῆς ἀντιλογίας καὶ τοῦ διὰ ταύτας τὰς κακίας ἐπελθόντος αὐτῇ στρατοπέδου, ε φθασεν ἡ ἀνομία καὶ ἡ ἀντιλογία καὶ ἐπὶ τὰ τείχη αὐτῆς τοὺς φρουρούντας αὐτὴν ἱεροὺς ἀποστόλους. καὶ γὰρ ου τοι ἐγκατέλιπον αὐτὴν ἀνομοῦσαν καὶ ἀντιλέγουσαν ἑωρακότες, διότι ἀνομία καὶ πόνος ἐναντίος τῇ ἐπαινετῇ ἡδονῇ ἐν μέσῳ αὐτῆς σὺν ἀδικίᾳ γεγένηται, ὡς μὴ ἐκλείπειν ἐκ τῶν πλατειῶν αὐτῆς τόκον καὶ δόλον δολιευομένων τῶν οἰκούντων αὐτὴν δι' ω ν φρονοῦσι πονηρῶς, κοπιώντων δὲ τῷ αι ρειν ἐφ' ἑαυτοῖς τὸ τῆς κακίας α χθος μολύβδῳ παραβαλλομένης. Η καὶ πλατείας αὐτῆς ἡγητέον ει ναι τὰς διὰ τὸ φιλήδονον πλατυνούσας ἑαυτὰς ψυχὰς τῷ τὴν πλατείαν καὶ εὐρύχωρον ὁδεύειν ὁδὸν τουτέστι τὸν α δοξον καὶ παθητικὸν βίον. καὶ ἐν ταύταις γὰρ ἀεὶ μένων ὁ περὶ τὰ κακὰ κόπος καὶ ὁ περὶ τὰς ἀπάτας δόλος πληροῦσθαι ποιεῖ τὸ Οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. 574 Ps 54,14b.15a Τὸ Γνωστέ μου ἀντὶ τοῦ γινωσκόμενε ὑπ' ἐμοῦ, Ος ἐπὶ τὸ αὐτὸ ἐγλύκυνάς μοι ἐδέσματα, α μα τοῖς λοιποῖς μαθηταῖς τρέφων με τοῖς καλοῖς ε ργοις. 575 Ps 54,16bc Ελεγε γάρ τις τῶν παλαιῶν ζῶντας εἰς ᾳ δου κατέρχεσθαι μόνους τοὺς κατήχησιν τῶν θείων παιδευμάτων ε χοντας. ὁ γὰρ α γευστος τῶν τῆς ζωῆς λόγων νεκρός· οἱ ου τω ζῶντες εἰς ᾳ δην κατέρχονται. οὐ γὰρ οι όν τε ζῶντας τὸ κοινὸν ζῆν εἰς ᾳ δην κατέρχεσθαι τῷ μὴ πεφυκέναι γίνεσθαι σῶμα ἐκεῖ μεθ' ου τις τὴν κοινὴν ζωὴν ε χει. ἐπεὶ ου ν ὁ ̓Ιούδας καὶ πᾶς ὁ τῶν ̓Ιουδαίων λαὸς κατήχησιν ει χον τοῦ νόμου καὶ τῶν προφητῶν, θανάτου ἐπ' αὐτοὺς ἐρχομένου τοῦ ἑπομένου τῇ ἁμαρτίᾳ ζῶντες εἰς ᾳ δην κατέρχονται. ̓Ακολούθως δὲ καὶ ὁ ἐπιφερόμενος λέγεται στίχος Οτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν. εἰ γὰρ καὶ πεῖραν ε σχον τῶν ζωοποιῶν γραφῶν, οὐ κατῴκησαν ἀλλὰ παρῴκησαν ἐν αὐταῖς τῷ πονηρίας ε χειν ἐν μέσῳ ἑαυτῶν τουτέστι τῷ ἡγεμονικῷ· ἐν μέσῳ γὰρ ει ναι λέγεται τοῦ ο λου ζῴου. 576 Ps 54,17 ̓Εγὼ πρὸς τὸν θεὸν ἐκέκραξα καὶ ε σχον εἰσακουμένην ὑπὸ κυρίου τὴν φωνήν μου. μόνος γὰρ εἰσακούεται ὑπὸ κυρίου ὁ πρὸς τὸν θεὸν κεκραγώς. οὐ γὰρ πᾶς κράζων πρὸς θεὸν βοᾷ· περὶ Σοδομιτῶν γέγραπται Φωνὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται, οὐ πρὸς θεὸν κεκραγότων. 577 Ps 54,18 ̓Επεὶ διήγησις εὐσεβοῦς διαπαντὸς σοφία, εὐσεβὴς ω ν καὶ διαπαντὸς διηγούμενος σοφίαν, ὁ ψάλλων φησίν· ̔Εσπέρας ο ταν δύνει μοι τὰ τῆς κακίας καὶ τὸ σβεννύμενον φῶς τῶν ἀσεβῶν, ἀνατελεῖ δέ μοι ὁ τῆς δικαιοσύνης η λιος ὡς ἐν πρωΐᾳ με ποιῆσαι, ου ἀκμάσαντος ἐν τῷ μεσημβρινῷ γενόμενος διηγήσομαι τὰ τῆς προειρημένης ἑσπέρας καὶ τοῦ προαπηγγελμένου πρωῒ 107 καὶ τῆς προειρημένης μεσημβρίας· ἀπαγγέλλοντος δέ μου, ταῦτα εἰσακούσεται ὁ θεὸς τῆς φωνῆς μου, ἀποδεχόμενος καὶ (ι ν' ου τως ει πω) τερπόμενος ἐπὶ τῇ φωνῇ μου τῇ πάντα διηγησαμένῃ. 578 Ps 54,20b ̔Υπάρχοντα δέ φησι τὸν θεὸν πρὸ τῶν αἰώνων ἀλλ' οὐχ ὑπάρξαντα. εἰ γὰρ ει ρηκεν ὑπάρξαντα, καὶ αὐτὸς ἀρχὴν ε χων μεμετρημένῳ τινὶ διαστήματι πρώην ω ν ὑπῆρχεν. διὰ τοῦτο ου ν ει πεν ̔Ο ὑπάρχων, α ναρχον καὶ ἀΐδιον αὐτοῦ τὴν υ παρξιν τιθέμενος, διὰ δὲ τοῦ Πρὸ αἰώνων ἀρχὴν

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.