Unit 25 rem mid
Rem mid: Unit 25; lemma continues; reading with the letter.
Greek
ὑπάρξεως τῶν αἰώνων καταβαλλόμενος. δεῖ δὲ Τῶν αἰώνων ἀκούειν ὡς παρεκτάσεων οὐσῶν τῶν κτισμάτων. Καὶ ὁ σωτὴρ δὲ ἀΐδιος ἐξ ἀϊδίου τυγχάνων πρὸ τῶν αἰώνων ἐστὶν τῷ καὶ αὐτοὺς τοὺς αἰῶνας δι' αὐτοῦ γεγονέναι. καὶ Παῦλος δὲ Καὶ αὐτός ἐστιν, φησί, πρὸ πάντων· ι σον δὲ τὸ ̔Υπάρχων τὸ αὐτό ἐστι Πρὸ πάντων· οὐ γὰρ ει πεν Καὶ αὐτὸς γέγονε πρὸ πάντων. καὶ ὁ σωτὴρ περὶ ἑαυτοῦ Πρὶν ̓Αβραὰμ γενέσθαι οὐκ ει πεν ἐγὼ η μην ἀλλ' ἐγώ εἰμι. 579 Ps 54,20δ Τῶν ἁμαρτημάτων τὰ μὲν δυσίατα η καὶ ἀνίατα, τὰ δὲ ἰάσιμα. καὶ περὶ μὲν τῶν ἰασίμων ε στιν ἀντάλλαγμα εὑρεῖν τὴν ὑπὲρ ἁμαρτιῶν προσαγομένην θυσίαν ἀλλὰ καὶ ἐλεημοσύνην καὶ νηστείαν μετὰ προσευχῆς (ταῦτα γὰρ ῥύεται ἐκ θανάτου), τῶν δὲ ἀνίατα ἡμαρτηκότων οὐκ ε στιν ἀντάλλαγμα λύτρον καὶ σῶστρον καταθέσθαι. ἐὰν γὰρ ἁμαρτῶν ἁμάρτῃ ἀνὴρ εἰς α νδρα καὶ προσεύξωνται περὶ αὐτοῦ, ε στι τούτων ἀντάλλαγμα· ἐὰν δὲ εἰς κύριον τὸν θεόν, τίς προσεύξεται περὶ αὐτοῦ; οὐκ ε στι γὰρ τῶν τοιούτων ἀντάλλαγμα. 580 Ps 54,21.22a ̓Εξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι τὰ ἀντάξια ω ν εἰργάσαντο. ἐπεὶ γὰρ προδόται καὶ φονεῖς Χριστοῦ γεγένηνται ἀκατάλλακτα ἠνομηκότες, α ξιοι ὑποπεσεῖν τιμωρίᾳ ω φθησαν. ἑάλωσαν ου ν ὑπὸ ̔Ρωμαίων ὡς ἐξανδραποδισθῆναι καὶ τῆς θρεψαμένης χώρας ἐξωσθῆναι ο οὐπώποτε α λλῳ ε θνει γεγένηται. ου τοι δ' α ν ἐπάνακτοι τῆς πατρίδος ἀπερρίφησαν. ̓Εβεβήλωσαν γὰρ τὴν διαθήκην τοῦ θεοῦ, οὐ προσηκάμενοι ἀλλὰ καὶ ἀναιρήσαντες τὸν ὑπ' αὐτῆς προφητευόμενον. τάχα δὲ καὶ ἐπεὶ μέχρι καιροῦ ω ριστο τηρεῖσθαι κατὰ τὸ αἰσθητὸν ἡ διαθήκη, πληρωθέντος τοῦ χρόνου καθ' ο ν ε δει ἐκ τοῦ κατὰ σάρκα ἐπὶ τὸ κατὰ πνεῦμα αὐτὴν μεταβαλεῖν, ἐμμείναντες τῇ τυπικῇ λατρείᾳ ̓Εβεβήλωσαν τὴν διαθήκην αὐτοῦ. διὸ καὶ ἐκτείνας τὴν χεῖρα τὴν κολαστικὴν ἀπέδωκεν αὐτοὺς ὡς φθάσαι ἐπ' αὐτοὺς τὴν ὀργὴν αὐτοῦ εἰς τέλος ὑφ' η ς καὶ διεμερίσθησαν οὐκέτι ἐν τῇ αὐτοῦ χώρᾳ συστρεφόμενοι ἀλλ' ἐν παντὶ ε θνει ἐσκορπισμένοι. ταῦτα δ' αὐτοῖς προυξένησεν ἡ ὀργὴ τοῦ προσώπου τοῦ θεοῦ, ἐπεὶ ἐπιλάμψαντος καὶ ἐπιφανέντος τοῦ προσώπου αὐτοῦ οὐκ ἐδέξαντο. 581 Ps 54,22b–δ ̓Απαλοὶ γὰρ νομιζόμενοι ει ναι καὶ λεῖοι διὰ τὸ μεθ' ὑποκρίσεως αὐτοὺς προφέρεσθαι βολίδες η σαν ἀναιρετικαὶ καὶ ἰοῦ πλήρεις. Εἰσὶ δὲ οἱ καὶ περὶ θεοῦ ἑρμηνεύοντες ου τως· τὴν καρδίαν ἑαυτοῦ θεὸς η γγισεν συγκαταβαίνων τοῖς ἀνθρώποις λόγους τε προφέρων ἐλαίου δίκην ἰωμένους καὶ λύοντας τὰς ἀλγηδόνας τῶν καμνόντων. ου τοι δὲ οἱ ὑπὲρ ε λαιον ἀπαλοὶ λόγοι τοῖς καταφρονοῦσιν αὐτῶν εὑρίσκονται βολίδες, κολάζοντες τοὺς καταφρονοῦντας. πολλαχοῦ δὲ ἐπὶ τῶν κολάσεων κεῖται ἡ βέλους προσηγορία, βέλος δὲ καὶ βολὶς ταὐτὸν καθ' ὑποκείμενον. 582a Ps 54,24a Τῷ δικαίῳ οὐ διδοὺς σάλον ὁ θεὸς τοὺς βεβηλώσαντες τὴν διαθήκην αὐτοῦ κατάξει εἰς φρέαρ διαφθορᾶς, ἐναντίως ε χον τοῖς φρέασιν ἀφ' ω ν πίνειν ζωὴν καὶ ἀφθαρσίαν προστάττει ὁ λόγος. η τάχα Φρέαρ διαφθορᾶς τὸν ᾳ δην λέγει εἰς ο ν οἱ διαφθαρέντες τὴν γνώμην κατάγονται ὑπὸ τοῦ θεοῦ ψήφῳ αὐτοῦ καὶ κρίσει παραδιδόμενοι. 583 Ps 54,24b–d Ου ς ευ χεται ταπεινωθῆναι ὑπὸ τοῦ θεοῦ τοῦ ὑπάρχοντος πρὸ τῶν αἰώνων τοὺς ̓Ιουδαίους ει ναι νοήσομεν. ἐκεῖνοι γὰρ τῷ θελήματι ἀντέπιπτον τοῦ μονογενοῦς, οὐ φοβηθέντες τὸν θεὸν ἀλλὰ καὶ βεβηλώσαντες τὴν διαθήκην αὐτοῦ. α νδρας δὲ αἱμάτων λέγει τοὺς εἰπόντας Τὸ αι μα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν, ο ντας καὶ ἐνόχους παντὸς αι ματος 108 ἐκκεχυμένου ἐπὶ τῆς γῆς τῶν δικαίων. οἱ δ' αὐτοὶ καὶ δολιότητός εἰσιν α νδρες, δολερῶς ἀεὶ τῷ σωτῆρι καὶ τοῖς ἁγίοις προσερχόμενοι. Τούτους ου ν ευ χεται μηδ' ἐπὶ τὸ η μισυ τῶν ἡμερῶν αὐτῶν φθάσαι. ἐπεὶ γὰρ ἀποστραφέντες τὴν ἡμέραν τὴν ἐκ τῆς λάμψεως τοῦ ἀληθινοῦ φωτὸς συνισταμένην ἑαυτοῖς ἡμέραν δῆθεν φωτισμοῦ διὰ μυθικῶν παραδόσεων ἐπενόησαν, πονηρὸν δὲ τὸ ἐν τούτοις ἀναπληρωθῆναι αὐτῶν τὰς ἡμέρας παρακαλεῖ, μεσολαβηθεισῶν τῶν ἡμερῶν αὐτῶν μήποτε ἐπὶ τὸ η μισυ αὐτῶν τῶν ἡμερῶν φθάσασιν ἀνατεῖλαι αὐτοῖς τὸν η λιον τῆς δικαιοσύνης ι να ἐν ἡμέρᾳ κυρίου γένωνται. Καὶ πρὸς τὸ ῥητὸν δὲ βιάσοιτό τις τοιαῦτα· ἐπεὶ ἐν τῷ βίῳ οἱ ἀσεβεῖς διαμένοντες ἀμετανοήτῳ προαιρέσει πολλὰ κακὰ δρῶσιν, φειδόμενος αὐτῶν ἀξιοῖ ο πως μεσούσης τῆς ἀνθρωπίνης ζωῆς ἁρπαγῶσι τοῦ βίου ι να ὑπὲρ ὀλίγων ἁμαρτημάτων καὶ μὴ πολλῶν τιμωρηθῶσιν. Τούτων, φησίν, ου τω διακειμένων, ἐγὼ τὴν προσδοκίαν καὶ ἐλπίδα ἐπὶ σὲ ε χω, κύριε.
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.