Fragmenta in Psalmos · §u30-rem-close

Unit 30 rem close

Rem CLOSEOUT: Unit 30 CLOSEOUT.

Greek

καὶ α γιος ἁγιάζων, οὐχ ἁγιαζόμενος· ου τω καὶ εὐλόγητός ἐστι, πηγὴ πάσης εὐλογίας ω ν. 697a Ps 67,21.22 Εἰ μὲν περὶ τοῦ κοινοῦ θανάτου λέγεται τὰ προκείμενα, μυρίαι εἰσὶν ὁδοὶ γνώριμοι πᾶσιν εἰς τὸν κοινὸν α γουσαι θάνατον· εἰ δὲ περὶ τοῦ κατὰ θεὸν ζῆν καὶ τοῦ ἐναντιουμένου τούτῳ θανάτου καὶ ἐνταῦθα σημαίνεται, θεὸς ἡμῶν ω ν ὁ σωτὴρ θεὸς τοῦ σῴζειν ἐστίν. γίνεται γὰρ αι τιος σωτηρίας αἰωνίου. λέγει γοῦν περὶ ἑαυτοῦ Σῴζων οὐκ ε στι πάρεξ ἐμοῦ. Ωσπερ ου ν τοῦ σῴζειν ἐστὶν ὁ θεός, ου τω καὶ αἱ διέξοδοι τοῦ θανάτου τυγχάνουσιν αὐτοῦ κυρίου ο ντος, παρέχοντος ἀεὶ διεξόδους δι' ω ν τις ἐξέρχεται διὰ μετανοίας τοῦ ἑπομένου τῇ ἁμαρτίᾳ θανάτου. Καὶ ὁ διάβολος γὰρ ου τως ὠνόμασται ἐν τῷ Κατέπιεν ὁ θάνατος ἰσχύσας. παρέχει δὲ τὰς διεξόδους τοῦ θανάτου τῷ ὑψωθέντι ἐκ τῶν πυλῶν τοῦ θανάτου. κεφαλαὶ δὲ ἐχθρῶν η οἱ α ρχοντες η τὰ ἡγεμονικά, ὡς ἐν τῷ ̓Απὸ κεφαλῆς ἀρχόντων ἐθνῶν· τὸ δὲ ἡγεμονικὸν ἐν τῷ Τὰς ὁδοὺς αὐτῶν ε δωκα εἰς κεφαλὰς αὐτῶν, καὶ τῷ Αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου. ἀμφότερα δὲ ι σως δηλοῖ τὸ Εβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον, εὐεργετοῦντος θεοῦ ο πως μὴ ζῶσιν ε τι πονηρῶς περιγραφείσης τῆς καθ' ἁμαρτίαν ζωῆς. ἐχθροὶ δὲ ου τοι ο ντες ἐκ τοῦ πλημμελεῖν διαπορεύονται ἐν πλημμελείαις αὐτῶν. 698a Ps 67,25 Σημειωτέον δὲ ο τι καὶ ἡ θεία γραφὴ ἐπὶ τῆς Μωσέως τὸ τῆς θεωρίας ο νομα τάττει. οὐ γὰρ ο ψει αἱ πορεῖαι τοῦ θεοῦ καταλαμβάνονται ἀλλ' εὐσεβεῖ καὶ ὀρθῇ νοήσει. 699a Ps 67,26 Ψάλλοντας τοὺς τὸν πρακτικὸν κατορθοῦντας βίον λεκτέον, καὶ νεανίδας τυμπανιστρίας ἑπομένως ἐκληπτέον τὰς νεκρωσάσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς καὶ τὴν νέκρωσιν τοῦ ̓Ιησοῦ ἐν τῷ σώματι ἑαυτῶν περιφερούσας ψυχάς. τούτους τοὺς ψάλλοντας προέφθασαν οἱ κατὰ διδασκαλίαν α ρχοντες τῷ καὶ αὐτοὺς ἀπὸ πρακτικῆς ἀρετῆς η ρχθαι. ἀλλὰ καὶ ἐν μέσῳ νεανίδων εἰσὶν τῶν διὰ τὸ ἀρχὴν ε χειν τοῦ τυμπανίζειν, τουτέστι νεκροῦν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς νεανίδων εἰρημένων. α ρχοντες προφθάνοντες τοὺς ψάλλοντάς εἰσιν οἱ ἀπόστολοι. 700a Ps 67,27 Πηγαὶ τοῦ ̓Ισραὴλ αἱ νομικαὶ καὶ προφητικαὶ γραφαί. ἐκ τούτων γὰρ τῶν πηγῶν ὁ κύριος εὐλογεῖται πρὸς τῶν δυναμένων ἀντλεῖν ἐξ αὐτῶν σωτηρίου πηγῶν οὐσῶν μετ' εὐφροσύνης υ δωρ. τοῦτο δ' ἐστὶ περὶ ου ὁ ̓Ιησοῦς ει πεν Ος δ' α ν πίῃ ἐκ τοῦ υ δατος ου ἐγὼ δώσω αὐτῷ, ε ξει ἐν ἑαυτῷ πηγὴν υ δατος ἀλλομένου εἰς ζωὴν αἰώνιον. ̓Ελεγκτέον δὲ διὰ τούτου τοὺς διακόπτοντας τὴν παλαιὰν γραφὴν ἀπὸ τῆς καινῆς, ὡς οὐ δύνανται ἐν ἐκκλησίαις εὐλογεῖν τὸν θεόν, οὐκ ε χοντες τὰς τοῦ ̓Ισραὴλ πηγὰς οὐδὲ τὸν κύριον αὐτῶν α τε καὶ τὴν θεότητα αὐτὴν διαιρεῖν τολμῶντες. 701a Ps 67,29.30 Εντειλαι τῇ δυνάμει σου ἐπὶ πάντων, δημιουργέ, ι ν' ἐπιδημήσασα λύσῃ τὴν ἀσθένειαν τῶν ἀνθρώπων. λύσει δὲ αὐτὴν πρὸς ἡμᾶς ἐλθοῦσα ἀπὸ τοῦ ναοῦ σου, ἐνδυναμωθέντος τοῦ ἡμῶν ε νεκα κατεργασθέντος. τοῦτο δ' ἐστὶ τὸ τεχθῆναι τὸν ̓Εμμανουὴλ τῷ γενέσθαι σάρκα τὸν λόγον σου. ταύτῃ τῇ δυνάμει θεῷ λόγῳ ου σῃ 131 ει πεν ὁ θεός, ι να γενηθῇ τὰ πάντα, καὶ ἐνετείλατο, ι να κτισθῶσι διάφορα. Λυθείσης τῆς ἀσθενείας παρουσίᾳ τῆς θεοῦ δυνάμεως, οἱ βασιλεῖς κομίζουσι δῶρα τῷ θεῷ ἐπὶ τὴν πνευματικὴν ̔Ιερουσαλὴμ η τοι τὴν ἐκκλησίαν. καὶ εἰ μὲν ἐκεῖνοι οἱ βασιλεῖς ου ς διέστειλεν ὁ ἐπουράνιος ἐν τῇ κληρονομίᾳ ἑαυτοῦ ει εν οἱ τὰ δῶρα φέροντες ἐπὶ τὴν ̔Ιερουσαλήμ, οἱ ὠφεληθέντες ὑπ' αὐτῶν εἰσιν οἱ προαγόμενοι. ου τως προσήνεγκεν ὁ ἀπόστολος Πέτρος δῶρον τὸν ἀδελφὸν αὐτοῦ ̓Ανδρέα καὶ Φίλιππος τὸν Ναθαναὴλ καὶ ἑτέρους πλείονας οἱ α λλοι ἀπόστολοι, α λλοι δὲ προσήνεγκαν δῶρα νοήματα σπουδαῖα καὶ λόγους καὶ ε ργα ἐπαινετά. 12/4 ...Ναθαναὴλ καὶ πάντες τοὺς ἑαυτῶν μαθητάς· η γουν οἱ πιστοὶ κατὰ τὸ Καὶ ο φελόν γε ἐβασιλεύσατε, ι να καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν, ω ν τὰ δῶρα νοήματα καὶ λόγοι καὶ ε ργα ἐπαινετά. 702a Ps 67,31a Νοήσεις θηρία καλάμου τοὺς τὴν ψευδώνυμον πρεσβεύοντας γνῶσιν. δύναται περὶ τούτων εἰρῆσθαι ἡ προφητεία ἡ ου τως ε χουσα Οὐαὶ τοῖς γράφουσιν πονηρίαν· γράφοντες γὰρ πονηρίαν γράφουσι. 703 Ps 67,32 ∆ιὰ μὲν τῆς Αἰγυπτίας τὴν σύμπασαν γῆν η ς ἐξῆρχεν ὁ νοητὸς Φαραώ, διὰ δὲ τῆς Αἰθιοπίας τὸ σκοτεινὸν καὶ δυσειδὲς τῶν ψυχῶν τῶν ἐν ἁμαρτίαις ἐδήλωσεν· ὡς καὶ ἐν ἑνί φησι τῶν ψαλμῶν Καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς τῶν Αἰθιοπῶν· ου τοι ἐγενήθησαν ἐκεῖ (δῆλον ὡς ἐν τῇ πνευματικῇ Σιών). καὶ Σοφονίας δὲ λέγει Τότε μεταστρέψει ἐπὶ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.