Unit 30 rem mid
Rem mid: Unit 30; lemma continues; reading with the letter.
Greek
ο ρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος τῇ Σιών. ἡ δὲ ἀνάβασις διὰ προκοπῆς. ὁ τοίνυν θεὸς λόγος σοφία τε καὶ ζωὴ καὶ ἁγιασμὸς ὑπάρχων πίων ἐστίν, οὐκ ε ξωθεν δεχόμενος πιότητα ἀλλὰ παρέχων αὐτὴν τοῖς μετέχουσιν αὐτοῦ. τοῦτο τὸ ο ρος πρὸς τῷ πῖον ει ναι καὶ τετυρωμένον ἐστίν, τοὺς μὲν γάλα ποτίζων, τοὺς δὲ στερεᾶς τροφῆς μεταδιδούς, οὐχ ἑτέρας ου σης ταύτης παρὰ τὸ γάλα· αὐτὸ γὰρ παγὲν τελείων γέγονε τροφή. Λελέξεται δ' εἰς τὸ τετυρωμένον καὶ ου τως· τὸ πῖον ο ρος θεὸς ω ν ἐνηνθρώπησεν, ἐκ παρθένου ἀναλαβὼν σάρκα δι' η ν τετυρωμένον κέκληται, δηλουμένης τῆς ἀνθρωπίνης γενέσεως τῇ λέξει ταύτῃ, ὡς ἐκ τοῦ ̓Ιὼβ φανερὸν λέγοντος πρὸς θεὸν Μνήσθητι ο τι πηλόν με ε πλασας, καὶ ἑξῆς· πότερον οὐχ ω σπερ γάλα με η μελξας, ἐτύρωσας δέ με ι σα τυρῷ; σάρκα καὶ δέρμα με ἐνέδυσας, καὶ τὰ ἑξῆς. ει τ' ἐπεὶ τετυρωμένος γεγονὼς ἀβλαβῆ φυλάττει τὴν θεότητα, καὶ μετὰ τὸ τετυρῶσθαι πίων ἐστίν, ὡς αὐτὴ ἡ λέξις παρίστησι λέγουσα Ορος τετυρωμένον, ο ρος πῖον. πρὸ γὰρ τοῦ τετυρῶσθαι καὶ μετὰ τοῦτο πῖόν ἐστιν. Ει τ' ἐπάγει ̔Ινατί ὑπολαμβάνετε ο ρη τετυρωμένα, τὸ ο ρος ο εὐδόκησεν ὁ θεός; 693a Ps 67,17 ̔Αρμόσει δὲ πρὸς τοὺς ἀπὸ Οὐαλεντίνου μᾶλλον ὁ λόγος. τοῦ γὰρ σωτῆρος πολλαῖς προσηγορίαις ἐν τῇ γραφῇ λεγομένου, καθ' ἑκάστην ἐνόμισαν οὐσίαν δηλοῦσθαι διάφορον, ὡς ε τερον λέγειν τὸν κύριον παρὰ τὸν ̓Ιησοῦν καὶ τὴν σοφίαν ἑτέραν καὶ τὰ λοιπά. ε ν ου ν τὸ ο ρος ἐν ῳ κατοικεῖ ὁ κύριος, κατὰ τὸ ̔Ως ο τι ὁ θεὸς η ν ἐν Χριστῷ, καὶ τὸ ̔Ο πατὴρ ὁ μένων ἐν ἐμοί. ̓Απαιτεῖ τοίνυν τὴν αἰτίαν καθ' η ν ὑπέλαβον πολλὰ ο ρη ει ναι τετυρωμένα, ἀλλὰ καὶ ε ν ο ρος τετυρωμένον ὁ σαρκωθεὶς ἐκ τῆς θεοτόκου παρθένου ἐν ῳ κατοικῶν ὁ κύριος εἰς τέλος κατασκηνοῖ, μὴ μεταβαίνων ἐξ ἑτέρου εἰς ε τερον ὡς ἐπὶ τῶν ἁγίων ἀνδρῶν· ἀλλὰ καὶ διδάσκαλοι γεγόνασιν ἐξ ἀνθρώπων, Μωσῆς τε καὶ οἱ προφῆται καὶ οἱ ἀπόστολοι ἀλλὰ καὶ α γγελοι. Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, ε καστος δὲ πίων η ν ὡς ἐκ θεοῦ πιαινόμενος παρ' ου καὶ τετύρωτο. πολυθεΐας ου ν τὸ τοιαῦτα φύσει νομίσαι πολλά. 694a Ps 67,18.19aα Τὸ α ρμα τοῦ θεοῦ οὐ μονοειδὲς ἀλλὰ μυριοπλάσιόν ἐστιν, ὑπεζευγμένων αὐτῷ πατριαρχῶν Μωυσέως καὶ τῶν προφητῶν ἀποστόλων εὐαγγελιστῶν ἀγγέλων ἀρχαγγέλων ἀρχῶν θρόνων κυριοτήτων καὶ α παξ ἁπλῶς θεοληπτουμένων καὶ ἐχόντων α γιον πνεῦμα περὶ ω ν ἐν ᾠδῇ φησιν ̓Επίβηθι ἐπὶ τοὺς ι ππους σου, καὶ ἡ ἱππασία σου σωτηρία. δι' αὐτῶν γὰρ ἐξέτεινεν εἰς τὴν οἰκουμένην τὸ σωτήριον εὐαγγέλιον. ἐμφαίνεται γὰρ πλείονα τάγματα λογικῶν ὑπεζευγμένα τῷ Χριστοῦ ζυγῷ. διὰ τοῦτο γὰρ ἐπενήνεκται ὡσεὶ ε ν α ρμα εὐθηνούντων χιλιάδες· οὐδεὶς γὰρ ἐν αὐτοῖς α καρπος. Ωσπερ ου ν α ρμα καὶ ο χημα ε ν ἀποτελοῦσιν ἐν οι ς ἐποχεῖται ὁ θεός, ου τως καὶ ο ρος ε ν τὸ Σινᾶ γεγενημένοι κύριον ε χουσιν ἐν ἑαυτοῖς νομοθετοῦντα. ὑψηλὸν δὲ τοῦτο ἐν ῳ ὁ θεὸς καταβὰς προστάττει Μωυσῇ ἀναβῆναι. ἀδύνατον γὰρ εἰς υ ψος θεῖον ἀναβῆναι γενητόν, μὴ πρότερον θεοῦ συγκαταβάντος ἐν αὐτῷ. ̔Ερμηνεύεται δὲ τὸ Σινᾶ πειρασμός, οὐ συνωνυμῶν περιστάσει ἀλλὰ πείρᾳ καθ' η ν πειραζόμενός τις διὰ πολυπειρίας ὑψηλὸς ε σται ὡς τὸν ἀναβαίνοντα ἐπ' αὐτὸ νομοθέτην καὶ θεοῦ χρησμῷ ἱεροφάντην ἀναδειχθῆναι. 695a Ps 67,19a–ξ Αἱ προκείμεναι φωναὶ παρὰ τοῦ χοροῦ τῶν ἁγίων ει ρηνται τῷ ἀναβάντι διὰ τοῦ σταυροῦ εἰς υ ψος κἀκεῖθεν 130 αἰχμαλωτεύσαντι τοὺς καταδυναστευομένους ὑπὸ τοῦ Σατανᾶ καὶ ἐλευθεροῦντι αὐτοὺς ἀπὸ τῆς ὠμότητος αὐτοῦ τῆς τυραννικῆς, λυτρὸν δεδωκότι τὴν ψυχὴν αὐτοῦ ἀντὶ πολλῶν. τούτῳ τῷ τρόπῳ ἐλυτρώσατο πάντας. ἐπεὶ γὰρ μὴ πάντες ἑκουσίως καὶ αὐθαιρέτως ε ρχονται πρὸς αὐτόν, καὶ τοὺς ἀπειθοῦντας ε τι λαμβάνει ἐπὶ τῷ κατασκηνῶσαι παρ' αὐτῷ. πολλοὶ γὰρ ἀπειθοῦντες τῇ κλήσει τοῦ εὐαγγελίου, ἑλκυσθέντες ὑπὸ νόσου καὶ α λλου περιστάσεως. ε στι δ' ο τε καὶ δι' ὁραμάτων η λθον εἰς τὸ κατασκηνῶσαι παρὰ τῷ ̓Ιησοῦ. 696a Ps 67,19δ.20 Τοσούτων εὐεργεσιῶν γενομένων ὑπὸ τοῦ κυρίου, πῶς οὐκ ε μελλον τὸν τῶν τηλικούτων εὐλογεῖν καὶ τοσούτων ἀγαθῶν αι τιον, καὶ εὐλογεῖν μήποτε μὲν ου , ποτὲ δὲ ου ; ἀλλὰ κατὰ πᾶσαν ἡμέραν τῇ εὐλογίᾳ καταμίξαντες εὐχήν, αἰτοῦνται κατευοδωθήσεσθαι ὑπὸ τοῦ θεοῦ τοῦ τὰς σωτηρίας ὀρέγοντος. εὐλόγητος δέ ἐστιν οὐ τῷ δέχεσθαι εὐλογίας ἀλλὰ τῷ διδόναι ταύτας. ὡς γὰρ ἀγαθός ἐστιν, οὐ γινόμενος ἀλλὰ ποιῶν ἀγαθούς,
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.