Fragmenta in Psalmos · §u31-rem-early

Unit 31 rem early

Rem early: Unit 31; lemma and argument toward the thesis.

Greek

α ε πραξεν, βασιλέως δεόμενοι, εἰς ι διον πρόσωπον τὰ ἁμαρτήματα τῶν ὑπὲρ ω ν δέονται ἀναφέροντες εὐεργεσίαν καὶ συγχώρησιν τῶν κακῶς πραχθέντων αὐτοῖς αἰτοῦνται. ε θος γοῦν ε χουσιν οἱ α γιοι ἐν ταῖς ἐξομολογήσεσι ταῖς περὶ α λλων λέγειν ̔Ημαρτήκαμεν ἠνομήσαμεν ἠσεβήσαμεν. Εἰ δὴ τοῦτο δορύφοροι βασιλέως καὶ φίλοι θεοῦ ὑπὲρ α λλων παρακαλοῦσιν ὡς ι διον πρόσωπον χάριν αἰτούμενοι, παράδοξον οὐδὲν δι' ὑπερβάλλουσαν κηδεμονίαν ὑπὲρ ἡμῶν ἐξομολογεῖσθαι χάριν καὶ συγχώρησιν ἀπαιτοῦντα ὑπὲρ α λλων τὸν ο ντα πρὸς πατέρα παρακλητὸν ὑπὲρ ἁμαρτημάτων τοῦ ο λου κόσμου. Περὶ γοῦν τῶν ἡμετέρων ἁμαρτημάτων ἐξηγεῖται ω ν οὐδ' ο λως τι πεποίηκεν. ἀνοίκειον γὰρ αἰτεῖσθαί τι τὸν σωτῆρα ο ντα χορηγὸν πάντων τῶν ἀγαθῶν. αι ρει γοῦν τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ α φεσιν ἁμαρτιῶν ὀρέγει τοῖς προσερχομένοις. ἐπεὶ τοίνυν οὐ δι' ἁμαρτίας ὁ κύριος εἰς τὸν χῶρον ἐκεῖνον ε φθασεν ἀλλὰ διὰ θάνατον ο ν ὑπὲρ ἡμῶν ἀνεδέξατο, φησὶ Καταιγίς με εἰς τὰ βάθη τῆς θαλάσσης κατεπόντισεν. Καταιγίδα δὲ τοὺς πειρασμοὺς δηλοῖ καθάπερ τὸ Καταιγὶς δι' ἐρήμου διέλθοι, καὶ τὸ Προσεδεχόμην τὸν θεὸν τὸν σῴζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος. ** νομίσῃς τὸ προκείμενον τῷ Οὐδεὶς αι ρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ, αὐθαιρέτως ἀναδεξαμένου τὸν θάνατον. ἐπειδὴ οὐ νόσῳ οὐδ' ἁπαξαπλῶς τῷ εἰθισμένῳ τέλει ἰδίῳ λέγεται τὴν ψυχὴν δεδωκέναι ἀλλ' ὑπομείνας σταυρόν, ταύτῃ λέγεται ὑπὸ καταιγίδος καταποντίζεσθαι, εἰ καὶ μὴ ἀκουσίως ὑπέμεινε τοῦτο ὑπήκοος τῷ πατρὶ μέχρι θανάτου γενόμενος. 708a Ps 68,4.5 Τοῦτο δὲ παραστατικόν ἐστι τῆς τῶν ̓Ιουδαίων κωφώσεως. εἰ γοῦν καὶ πρὸς μὴ δεῖν ἐκκακεῖν προσευχόμενον ἀλλὰ βοᾶν ἡμέρας τε καὶ νυκτὸς πρὸς τὸν θεὸν ει πε κεκοπιακέναι ἐν τῷ κράζειν συμφώνως τῷ Μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων, συνεπίσκεψαι. καὶ ὁ πᾶσαν δὲ τὴν προσδοκίαν τείνας εἰς τὸν θεὸν ἐρεῖ τὸ ̓Εξέλιπον οἱ ὀφθαλμοί μου, δῆλον ὡς οἱ τῆς καρδίας. Μάτην δὲ διώκεται καὶ μισεῖται ὁ τῶν ταῦτα ποιούντων εὐεργετικός, ὡς ὁ σωτὴρ πᾶν ει δος ἀσθενείας ἐν ̓Ιουδαίοις ἰώμενος καὶ νεκροὺς ἐγείρων δι' α περίβλεπτος ἡ τούτων ἐγίνετο πόλις. Τὸ ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς τοῦ μισουμένου πεπληθῦνθαι τοὺς μισοῦντας αὐτὸν ὑπερβολικῶς ει ρηται. φυλάττεται γὰρ καὶ τῆς ὑπερβολῆς τρόπος συνεχῶς καὶ ἐν ταῖς γραφαῖς Α οὐχ η ρπασα, τότε ἀπετίννυον. εἰ καὶ ἀπέδωκεν α μὴ η ρπασεν, ἀλλ' ου ν ἡμᾶς ἐλυτρώσατο τουτέστιν ἀποτιννύναι ἐξαλείφων τὸ καθ' ἡμῶν χειρόγραφον ο ἠναγκάσμεθα ἀποτιννύναι ἐπιφερόμενον καθ' ἡμῶν. 133 ἐξήλειπται δὲ τοῦτο καὶ η ρται ἐκ τοῦ μέσου, ἀφέσεως ἁμαρτημάτων δοθείσης. 709a Ps 68,6 Οὐδείς γε μὴν ἁμαρτωλὸς ε χει γινωσκομένην ἀπὸ θεοῦ ἀφροσύνην η πλημμελείας ἐπίπροσθεν αὐτοῦ μενούσας, οὐ διαμενόντων παρανόμων ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. Τί ταράττεταί τις ἀκούων ἀφροσύνην; οὐ γὰρ μακρὰν αυ τη ἡ λέξις τὴν α γνοιαν ε χειν αὐτὸν ὁμολογεῖν ἐν τῷ πρός τινας λέγειν Οὐδέποτε ε γνων ὑμᾶς· καὶ φάσκει ὡς οὐκ ε γνω τι περὶ τῆς ἡμέρας καὶ ω ρας τῆς κρίσεως. ὡς ου ν ταῦτα εὐσεβῶς ἐκλαμβάνεται, καὶ τὰ περὶ ἀφροσύνης αὐτοῦ σαφηνείας τεύξεται εὐσεβῶς νοούμενα. καὶ γὰρ διδάσκαλος τελείαν ε χων ἐπιστήμην διὰ συγκαταβάσεως τοῖς εἰσαγομένοις ταῦτα φαίνεται γινώσκων ω ν εἰσιν ἐκεῖνοι χωρητικοί, τρόπον τινὰ συνομοιούμενος αὐτοῖς· τὴν τοιαύτην συγκατάβασιν ἀπεδέξατο πᾶς α γνοιάν πως καὶ ἀφροσύνην ὑπάρχουσαν. ἐπειδὴ γὰρ πλούσιος ω ν ἐν σοφίᾳ ἐπτώχευσε δι' ἡμᾶς ὡς ὑποληφθῆναί τισι μὴ ει ναι σοφία, ε σχεν ἀφροσύνην δι' η ς πλούσιοι γενησόμεθα ̓Εν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. καταλλήλως τῇ ου τω ληφθείσῃ ἀφροσύνῃ καὶ τὰς πλημμελείας τὰς ἀπὸ θεοῦ μὴ κρυπτομένας ἐκδέξασθαι προσήκει. Τί δὲ καὶ ε χουσιν εἰπεῖν οἱ περὶ τὰς λέξεις ταύτας δεισιδαιμονοῦντες, λεγομένων περὶ θεοῦ τοιούτων ἐν οι ς μᾶλλον ἀπέμφασίς ἐστι; πῶς γὰρ οὐ χεῖρον ἀφροσύνης καὶ πλημμελειῶν λήθη μεταμέλεια θυμὸς ὀργή, α περ πάντα καὶ ε τι τούτων πλεῖστα περὶ θεοῦ λέγεται; η ου ν καὶ ταύτας τὰς λέξεις φασκέτωσαν μὴ περὶ θεοῦ εἰρῆσθαι, η καὶ ταῖς προκειμέναις συγκαταθέσθωσαν. 710a Ps 68,10b Ταύτην ὑπὸ τοῦ σωτῆρος εἰρημένην ἐξείληφεν ὁ ἐν Χριστῷ λαλῶν ἀπόστολος, γράφων ω δε· Εκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθόν· καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ η ρεσεν, καθάπερ γέγραπται Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ' ἐμέ. 711a Ps 68,11.12a ̓Ενστήσεταί τις φάσκων τοσοῦτον· ὁ ̓Ιησοῦς ἀπείχετο νηστείας, ὡς φάγου καὶ οἰνοπότου ἀπενέγκασθαι δόξαν

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.