Unit 31 rem mid
Rem mid: Unit 31; lemma continues; reading with the letter.
Greek
παρὰ τοῖς κακοηθεστέροις. λεχθείη γοῦν πρὸς αὐτὸν οὐ πάντως τὸν ̓Ιησοῦν καὶ τοὺς μαθητὰς ἀεὶ ἐν τῷ ἐσθίειν καὶ πίνειν ει ναι, εἰ καὶ ἐποίουν αὐτὸ εἰς ἑστίας καλούμενοι τοῦ ὠφελῆσαι χάριν καὶ σημεῖα ποιῆσαι. πρὸς τὰς ἑστίας ου ν ἀφορῶντες φάγον καὶ οἰνοπότην ἐκάλουν. καὶ γὰρ καὶ τεσσαράκοντα ἡμέρας ἐνήστευσεν. ̓Επεὶ ου ν ἡ νηστεία κωλυτική ἐστι τῆς ἐξ ἀλόγων παθῶν ἐπάρσεως τῆς ψυχῆς, Συνεκάλυψα, ε φη, ἐν νηστείᾳ τὴν ψυχήν μου. Σύνηθες δὲ τοῖς φαῦλοις ὀνειδίζειν τοῖς ἀγαθοῖς δι' α ς ε χουσι καλοκἀγαθίας· Βδέλυγμα γὰρ ἁμαρτωλῷ θεοσέβεια. ̓Επείπερ ὁ σωτὴρ περὶ ἡμῶν ἐξομολογεῖται καὶ κακοῦται, αἰνίττεται δὲ διὰ τοῦ σάκκου τὴν σκληρὰν καὶ κακωτικὴν δίαιταν. οὐ γὰρ αἰσθητῶς που ἐλέχθη σάκκον ἐνδεδύσθαι τὸν ̓Ιησοῦν. τινὲς δέ φασι δηλοῦσθαι ἐκ τοῦ ἐνδύματος τούτου τὸ σῶμα ο περ ἀνέλαβεν ὁ Χριστός. 712a Ps 68,14 ∆ιὸ ἐπάκουσόν μου ἐν πλήθει ἐλέου τοῦ σοῦ, τὴν ἐν ἀληθεῖ σωτηρίαν παρέχων τοῖς ὑπὲρ ω ν ἀξιῶ. ὑπάρξει δὲ τοῦτο ο ταν αὐτὸν ἀποθανόντα σώσῃς δι' ἀναστάσεως. ου τω γὰρ ζωὴ καὶ σωτηρία ὑπὲρ αὐτῶν ε σται η ν ἀναδέχομαι. σωτηρία ἐν ἀληθείᾳ ἡ κατὰ θεόν ἐστιν, οὐκ ἐν ἀληθείᾳ ἀλλ' ἐν τύπῳ καὶ εἰκόνι ου σης τῆς ὑπὸ ἰατρῶν καὶ στρατηγῶν γινομένης τοῖς κάμνουσιν. εἰ καί ποτε τοίνυν ἐπιδεικνύς με αὐτοῖς ει ρηκας, πάτερ, Ου τός ἐστιν ὁ υἱός μου ἀγαπητὸς ἐν ῳ εὐδόκησα, σταυρούμενον ὑπὲρ αὐτῶν ἀνάστησον. ου τω γὰρ ὁ καιρός, τουτέστι τὸ τέλος τῆς εὐδοκίας τῆς θελήσεως τῆς σῆς τῆς ὑπὲρ σωτηρίας. ∆ιὸ καὶ ἐπάκουσόν μου, ι να ἐμοῦ ζωοποιουμένου σὺν ἐμοὶ ζωοποιηθῶσιν οἱ δι' ἁμαρτίας νεκροί. Τοῦτο μυσταγωγῶν ὁ ἀπόστολος ει πεν ̔Ο θεὸς πλούσιος ω ν ἐν ἐλέει διὰ τὴν πολλὴν αὐτοῦ ἀγάπην η ν ἠγάπησεν ἡμᾶς νεκροὺς ο ντας διὰ παραπτώματα καὶ ἁμαρτίας τῷ Χριστῷ συνεζωοποίησεν. 713a Ps 68,15 Καὶ ταύτην ὑπὲρ ἡμῶν προσάγει τὴν δέησιν, ι να μὴ ἐμπαγῶμεν τῷ σώματι διὰ παθῶν πηλῷ ὀνομαζομένῳ. εἰ δὲ καὶ αυ ται αἱ ἁμαρτίαι α ς ἀνέλαβεν εἰς τὸ ἑαυτοῦ σῶμα, ι να 134 ἀνέλῃ αὐτὰς ἀναβὰς ἐπὶ τὸν σταυρόν, ὁ πηλός ἐστιν, συνεπίσκεψαι. Τὰ υ δατα μὲν πειρασμοί εἰσιν ου ς ὑπὲρ ἡμῶν ἀνεδέξατο, ι ν' ἡ μόνη αὐτοῦ σωτηρία ἡμῖν ὑπαρχθῇ· ̓Εν ῳ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι. βάθος δὲ τῶν ἑρμηνευθέντων ὑδάτων ἐστίν, εἰς ο γίνονται οἱ μὴ γενναίως τὰ πειρατήρια φέροντες, ἀφ' ου θεοῦ μόνου ῥύεσθαι αὐτοὺς μὴ δυναμένους εἰπεῖν ̓Εκ βαθέων ἐκέκραξά σε, κύριε† καὶ τὰ ἑξῆς δὲ ὑπαρχθῆναι αὐτῷ ἡμῶν ε νεκα αἰτεῖ. οὐδὲν γὰρ αὐτὸν θαμβεῖ η φοβεῖ τῶν α λλους βλαπτόντων. κα ν τοίνυν παρ' αὐτῷ τῷ θανάτῳ φθάσας α ρξηται θαμβεῖσθαι καὶ ἀδημονεῖν, προηγουμένως μὲν ἡμῶν ε νεκα, οὐχ η κιστα δὲ ι να καὶ α νθρωπος ἀληθῶς γεγονὼς δειχθῇ, ἀναδέχεται τὰ πάθη ταῦτα. 714a Ps 68,15b Μισοῦντας καὶ τοὺς δαίμονας ὑποληπτέον, καὶ τοὺς αὐτὸν μισοῦντας ἀνθρώπους, οι οι η σαν οἱ λέγοντες Αρον α ρον, σταύρωσον αὐτόν. 715a Ps 68,16 Μὴ ὡς φρέαρ αἱ συμφοραὶ σχῶσιν, ω στε μοι παντελῶς ἀδιεξοδεύτους ταύτας γενέσθαι. τροπικῶς γὰρ ταῦτα τίθησιν, ἐπιμένων τῇ ἐξ ἀρχῆς ὑποθέσει. κἀκεῖ γὰρ Οτι εἰσῆλθεν υ δατα, ε λεγεν, ε ως ψυχῆς μου, πῶς δὲ εἰπὼν Καὶ καταιγὶς κατεπόντισέ με· νῦν λέγει Μὴ ο τι. ἐπεὶ ε στι βυθισθέντα πάλιν ἀνανήξασθαι, ευ χεται ω ν ἐπειράθη, μὴ πεῖραν πάλιν λαβεῖν δευτέραν. 716a Ps 68,17–19 ̓Επεὶ ἐκ πολλῆς ἀγαθότητος χρηστὸν ε σται τὸ ε λεός σου ο παρακαλῶ γενέσθαι ἐπὶ τοὺς ὑπὲρ ω ν ἀξιῶ (λύσεις γὰρ αὐτῶν τὰς ἁμαρτίας), εἰσάκουσόν μου· ὡσεὶ ἐπιβλέψεις ἐπ' ἐμὲ πρεσβευόμενον ὑπὲρ πάντων, οὐ καθ' ε να η δεύτερον ἀλλὰ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου σωθήσονται καὶ πολλὴν ὠφέλειαν σχήσουσιν. ταῦτα γὰρ οἰκονομῆσαί με βουλόμενος ἀπέστειλας· οὐ γὰρ ἐπὶ τῷ κρῖναι ἀλλὰ σῶσαι τὸν κόσμον ἐπέμφθην ὑπὸ τῶν σῶν οἰκτιρμῶν τῶν εἰς τοὺς εὐεργετουμένους καὶ τῷ χρηστῷ ἐλέῳ σου. ̔Η δὲ προσθήκη ἡ τῷ χρηστῷ παρίστησιν, ὡς μὴ πάντα ε λεον ει ναι τοιοῦτον· λέγει γὰρ ὁ θεὸς περὶ τῶν κόλπων τοῖς δικάζουσιν Οὐ φείσεται ὀφθαλμός σου ἐπ' αὐτῷ, οὐδὲ μὴ ἐλεήσεις αὐτόν. οὐ πιθανὸν δὲ ἐκ προσώπου τοῦ μονογενοῦς ταῦτα λέγεσθαι γυμνοῦ ο ντος τῆς ἐνανθρωπήσεως, κα ν ποτε ἡ παῖς προσηγορία σημαίνει τόν τινος υἱόν· ἀλλὰ ταῦτα δηλονότι κενώσας ἑαυτὸν καὶ μορφὴν δούλου λαβὼν καὶ ὁμοιωθεὶς ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας καὶ τὰ ἡμέτερα οἰκειωσάμενος πάθη (τὰ φυσικά φημι καὶ ἀδιάβλητα) ε λεγεν. Πρόσχες τῇ
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.