Fragmenta in Psalmos · §u37-rem-close

Unit 37 rem close

Rem CLOSEOUT: Unit 37 CLOSEOUT.

Greek

ἁπάντων, ο τε καὶ μεταφυτεύσει αὐτὴν ἀπὸ τῆς προτέρας φαύλης φυτείας εἰς ἀμείνονα γῆν. αυ τη δέ ἐστιν ἡ κατὰ ἀρετὴν ε ξις. ὡδοποίησε δὲ ε μπροσθεν αὐτῆς, ταύτης τῆς ψυχῆς τροπικῶς ἀμπέλου καλουμένης, νόμον σωτήριον καὶ φωτεινὰ προστάγματα δεδωκὼς ἐπὶ τῷ ὁδεῦσαι ἐπὶ τὴν ἀγαθὴν γῆν· αυ τη δέ ἐστιν ἡ παντελὴς ἀρετή. Εἰ δέ σοι καλῶς ε χειν δοκεῖ Αι γυπτον πνευματικὴν τὸν περὶ γῆν ἐκλαβεῖν κόσμον ἐν ῳ ἡ ψυχὴ προσπαθοῦσα ταῖς αἰσθητοῖς καὶ προσκαίροις πεφύτευται, ἐκλάβοις μεταφύτευσιν τὴν ἐν ἐπουρανίοις καὶ νοητοῖς ι δρυσιν αὐτῆς, 161 τοῦ θεοῦ αἰτίου αὐτῇ τοῦ τηλικούτου ἀγαθοῦ γινομένου διὰ τὸ ὁδοπεποιηκέναι ε μπροσθεν αὐτῆς τῷ δεδωκέναι τὴν πνευματικὴν τῶν θεοπνεύστων γραφῶν διάληψιν. ̓Εκάλυψεν ο ρη ἡ σκιὰ αὐτῆς. ἐσκέποντο γὰρ ο τι ευ διῆγεν ὑπ' αὐτῆς οἱ ὑψηλόν τι καὶ διηρμένον πολιτείας ε χοντες ο ρη καλούμενοι. ἀλλὰ καὶ οἱ δι' εὐτονωτέρου βίου στερροὶ καὶ ευ τονοι γεγενημένοι ὡς χρηματίσαι θεοῦ κέρδους ἐκαλύπτοντο ὑπὸ τῶν ἀναδενδράδων αὐτῆς τρόπον τινὰ ὑποβασταζομένων ὑπ' αὐτῶν. εὐκλήματος δ' ου σα ἡ α μπελος αυ τη ἐπὶ μήκιστον ἠφίει τὰ κλήματα, ὡς θαλάσσαις αὐτὰ πλησιάζοντα μὴ ὑφίστασθαι βλάβην τῷ καὶ παρ' αὐτοῖς τοῖς πειρασμοῖς καὶ κλύδωσι τοῦ βίου ὀνομαζομέναις θαλάσσαις τροπικῶς καρποφορεῖν. ἠφίει δὲ καὶ τὰς παραφυάδας αὐτῆς ε ως καὶ αὐτῶν τῶν ποταμῶν τῶν ποτιζόντων αὐτὴν ἐπὶ τῷ τὸν κατάλληλον καρπὸν ἀποδοῦναι. κλήματα δὲ αὐτῆς ει εν οἱ συμπεφυκότες τῇ ̓Ιουδαϊκῇ λατρείᾳ, οι διὰ τὸ ἐμμένειν τῷ νόμῳ καρποφοροῦσι τυγχανουσῶν παραφυάδων αὐτῆς τῶν προσηλυτευόντων. Εἰ δὲ α μπελος ει η ἡ τοιάδε ψυχὴ ὑπὸ θεοῦ γεωργουμένη τὴν ἀρχὴν καὶ τὴν ῥίζαν ε χουσα ἐν τῷ λόγῳ, καθ' ο ν ἐστι λογικὴ τὸν εἰπόντα ̓Εγώ εἰμι ἡ α μπελος ἡ ἀληθινή, καταφυτεύσει θεὸς τὰς διαφόρους σχέσεις καὶ δυνάμεις αὐτῆς, ῥίζας τροπικῶς ου σας, ἐν ταῖς ποικίλαις ἐπινοίαις τοῦ μονογενοῦς. αυ τη τοιγαροῦν ἡ α μπελος ὑψουμένη διὰ τὸ καλῶς γεωργεῖσθαι καλύψει τὰ ὑψηλὰ τῆς ἀληθείας δόγματα ο ρη ὀνομαζόμενα σκιᾷ τῇ ἑαυτῆς. ε στι δὲ αυ τη ἡ ἐνταῦθα πολιτεία καὶ γνῶσις ὑπαρχθῆναι δυνάμεναι σκιὰν καὶ τύπον φέρουσαι τῆς ἀληθοῦς μετὰ ταῦτα καταστάσεως αὐτῆς. ἐκτείνει δὲ καὶ τὰς παραφυάδας αὐτῆς τὰς παραφυείσας ταῖς δυνάμεσιν αὐτῆς ἀρετὰς ε ως τῶν ποτίμων τοῦ θεοῦ λόγων καλουμένων ποταμῶν. δύνανται δὲ καὶ α λλως παραφυάδες αὐτῆς καλεῖσθαι, ο σα παραφύεται αὐτῇ ἐπ' ὠφελείᾳ ἐκ τῆς α λλης παιδεύσεως. ο ν γὰρ τρόπον αἱ παραφυάδες πιαίνονται καὶ πιότητος μεταποιοῦνται ἐκ τοῦ φυτοῦ ῳ παρέφυσαν, ου τω τὰ ἐξ α λλης μαθήσεως παραφυόμενα αὐτῇ πιαίνεται ἐκ τῆς προηγουμένης διδασκαλίας αὐτῆς, αἰχμαλωτιζομένου παντὸς ὀνόματος εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Ινα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς; ο ταν ὁ ἀμπελὼν καρποφορεῖ, ἐν τῇ σκηνῇ τυγχάνει ὁ φύλαξ τῆς σταφυλῆς. ἀκαρπίας δὲ ὑπαρχούσης, ἐγκαταλείπει τὴν σκηνήν. Καὶ τρυγῶσιν αὐτὴν οἱ παραπορευόμενοι τὴν ὁδόν, οὐχ οἱ πορευόμενοι. εἰσὶ δὲ ου τοι ψευδοδιδάσκαλοι καὶ τὰ τῆς πλάνης πνεύματα. τρυγῶσι δὲ αὐτὴν ε χουσαν σταφυλὴν χολῆς καὶ βότρυν πικρίας· γέγονε γὰρ τοιούτων οἰκιστική. καὶ ο τε μὲν ἀντὶ τῶν ἠθικῶν ἀρετῶν πάθη καρποφορεῖ, ἀκάνθας ἀντὶ σταφυλῶν η γαγεν· ο τε δὲ περὶ τὰ τῆς γνώσεως ἁμαρτάνει, σταφυλὴν χολῆς καὶ βότρυν πικρίας φέρει. ̓Ελυμήνατο αὐτὴν υ ς ἐκ δρυμοῦ. τὰ λυμαινόμενα αὐτὴν η τοι τὰ α λογα καὶ α γρια πάθη αὐτῆς ἐστιν, η αἱ ἐκτεθηριωμέναι καὶ πονηρόταται δυνάμεις. καὶ τάχα υ ς ει ναι δύναται αἱ αἰσχραὶ ἐπιθυμίαι καὶ ἀκόλαστοι ἡδοναὶ αι καὶ διὰ τὸ ἀκάθαρτον ἐν δρυμῷ τουτέστιν ἀκάρποις φυτοῖς λοχῶνται· περὶ γὰρ τὰς ἀλόγους ὁρμὰς καὶ φαντασίας τὰ πάθη ταῦτα ἐγκρύπτεται, θυμοὺς δὲ καὶ ὀργάς, εἰ καὶ ὡς γενομένας ἀποσημαίνειν δύναται ἡ τοῦ ἀγριωτέρου μονιοῦ προσηγορία. μονιὸς δὲ ὁ α γριος ο νος, ὡς α ν τις ει ποι Τὸ θυμικὸν αὐτῆς ἐπιβήσεται. 829 Ps 79,18.19 ̓Ανὴρ πολλάκις, ο δι' ἡμᾶς καθ' ἡμᾶς γενόμενος καὶ μὴ ἀποβαλὼν τὸ ει ναι ο η ν, προσηγόρευται παρὰ τῇ θείᾳ γραφῇ· ̓Ιδοὺ γὰρ ̓Ανατολὴ ο νομα αὐτῷ, καὶ ὀπίσω μου ε ρχεται ἀνήρ. εἰ ου ν ἐπὶ τοῦτον τὸν α νδρα καθὸ γέγονεν α νθρωπος ἡ ποιητικὴ σημείων καὶ τεράτων θεοῦ χεὶρ γενηθείη δεξιὰ τυγχάνουσα (αυ τη δέ ἐστιν ὁ θεὸς λόγος), ἀντὶ τοῦ εἰ ἑνωθείη σαρκὶ καθ' ὑπόστασιν ψυχὴν λογικὴν ἐχούσῃ καὶ δι' αὐτῆς εὐεργήσειε τὰς θεοσημείας, τοσαύτη βελτίωσις περὶ ἡμᾶς ε σται ὡς μὴ

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.