Fragmenta in Psalmos · §u37-rem-mid

Unit 37 rem mid

Rem mid: Unit 37; lemma continues; reading with the letter.

Greek

παρόντι ἀλλὰ καὶ ἐν τῇ μελλούσῃ ζωῇ εὐχαριστέον τῷ θεῷ. Τὸ δὲ Εἰς γενεὰν καὶ γενεὰν δύναται ἁπλούστερον λέγεσθαι ἀντὶ τοῦ Καὶ εἰς ε τη καὶ διαδοχὰς ἀνθρώπων πλείονας. μυστικώτερον δὲ ἐρεῖς ἐν τῷ παρόντι καὶ ἐν τῷ μέλλοντι βίῳ, η ἐν ἀμφοτέραις ταῖς γενεαῖς τῇ τε ἐκ περιτομῆς καὶ τῇ κλήσει τῶν ἐθνῶν, ο πως καὶ αυ ται μάθωσι θεὸν ὑμνεῖν. 825 Ps 79,2–4 ̔Ο τοῦ ̓Ισραὴλ ποιμὴν οὐκ α λλος ἐστὶ τοῦ εἰπόντος ̓Εγώ εἰμι ὁ ποιμὴν ὁ καλός, νέμων τοὺς ε χοντας νοῦν ὁρῶντα θεόν. ὁδηγεῖ δὲ καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν προστιθεμένους ὡσεὶ πρόβατα, τουτέστιν ὡς τὰ ἑαυτοῦ πρόβατα, τοὺς ̓Ισραηλίτας· ̓Ιωσὴφ γὰρ ἑρμηνευόμενος κυρίου πρόσθεσις σημαίνει τοὺς ἀπὸ τῶν ἐθνῶν τοῖς ἐκ περιτομῆς προστιθεμένους. ε θος δὲ τοῖς παλαιοῖς μόνοις τοῖς ἡμέροις τάττειν ἀντὶ τῆς βασιλέων προσηγορίας τὴν ποιμὴν φωνήν. ἀμέλει γοῦν καὶ ἐκ ποιμένων ὡς ἐπὶ τὸ πλεῖστον ἐπὶ τὸ βασιλεύειν ι ενται ἀρχὴν προεθιζόμενοι καὶ ἡγεμονεύειν ἐν ταῖς ἀγέλαις τῶν εὐτελεστέρων ζώων, ι να προκόψαντες διαβῶσιν ἐπὶ τὸ καὶ λαῶν ἡγήσασθαι. Καθήμενος δ' ἐπὶ τῶν χερουβὶμ ὁ κύριός ἐστιν, ὡς ἐν τῷ 160 ̔Ιεζεκιὴλ παρίσταται. ἐφέζεται δὲ τοῖς η τοι ζῴοις ου σι τετευχόσι ταύτης τῆς προσηγορίας ἀπὸ τῆς προσούσης αὐτοῖς σοφίας (πλῆθος γὰρ γνώσεως ἑρμηνεύεται τὰ χερουβίμ), η αὐτῇ τῇ ἀρετῇ ἐφίδρυται ἐν οι ς α ν εὑρίσκηται τυγχάνουσα· ἐνυπάρχει δὲ πᾶσι τοῖς φωτίσασιν ἑαυτοῖς φῶς γνώσεως οι ς ε λαμψεν ὁ θεὸς ἐν ταῖς καρδίαις πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Χριστοῦ. τοῦτον ου ν τὸν βασιλικῶς ἱδρυμένον ἐπὶ τῶν χερουβὶμ παρακαλεῖ ὁ τῶν ἁγίων χορὸς ἐμφανῆναι καὶ ἐπιλάμψαι ἐναντίον τῶν καρποφορούντων τὴν ἀρετὴν καὶ τῶν υἱῶν τῆς δεξιᾶς τοῦ θεοῦ διὰ δεξιῶν ε ργων καὶ νοημάτων καὶ λόγων γεγενημένων καὶ τῶν ἀπομαθόντων τὴν τῶν κακῶν ει δησιν α μα ταῖς ἐνεργείαις αὐτῶν. ου τοι γὰρ ἀληθῶς λήθην τῶν κακῶν λαβόντες ἐν ὑπομνήσει τῶν ἀγαθῶν ἐληλύθασιν. ̓Εφραῒμ γὰρ καρποφορία, Βενιαμὶν δὲ δεξιᾶς υἱός, Μανασσὴς δὲ ἀπὸ λήθης ἑρμηνεύεται. φασὶ τοίνυν· ̓Επεὶ βασιλεὺς ὑπάρχεις δυναστείαν ε χων μεγίστην διεγείρας καὶ ἐξεγείρας αὐτήν, η κε, ω δέσποτα, εἰς τὸ σῶσαι ἡμᾶς· οὐκ α λλως γάρ ἐστι σωτηρίας τυχεῖν η σοῦ πρὸς ἡμᾶς ἐληλυθότος ἐπιστρέψαι ἡμᾶς ἀπὸ ἁμαρτημάτων καὶ τῆς αἰχμαλωσίας, κύριος τῶν δυνάμεων τυγχάνων κατὰ τὸ ἑξῆς ἐπιφερόμενον. 826 Ps 79,5.6 Ω δέσποτα παμβασιλεῦ, κυριεύων τῶν οὐρανίων στρατευμάτων, ε ως πότε οὐκ ἐπιλάμπεις μοι ο ποθῶ σου πρόσωπον ἰδεῖν; ὀργιζομένῳ γὰρ ε οικας ἐμοὶ τῷ δούλῳ σου· διὸ δέομαί σου· καταλλαγείς μοι τῷ σῷ θεραπόντι, ο ρεξον τὸ περὶ ου ἐδεήθην. πάνυ γὰρ αὐτοῦ διψῶ ε ρωτι ἀκατασχέτω. ̓Οργιζομένου δὲ σοῦ ἐπὶ τῇ προσευχῇ, ῃ ἀνεπέμψαμεν εἰς κλαυθμὸν καὶ θρῆνον τραπέντες, τοσοῦτον πλῆθος δακρύων φέρομεν παρὰ τὸν τῆς τροφῆς καιρόν, ὡς α ρτον δακρύων ἐσθίειν καὶ πίνειν μετὰ δακρύων ὀλίγον καὶ μεμετρημένον πότον. 827 Ps 79,6–8 ̓Επεὶ ὁ ὑπὲρ ἀρετῆς πόνος καὶ κλαυθμὸς τρόφιμός ἐστιν, αὐτοῦ τούτου τοῦ κλαυθμοῦ τὰ δάκρυα α ρτου δίκην ἐσθίομεν. ἀλλὰ καὶ πίνομεν αὐτὰ ἐν μέτρῳ. τὸ δὲ ̓Εν μέτρῳ παρίστησι τὸ μὴ ἀεὶ καὶ ἐπ' α πειρον δακρύειν. τοὺς γὰρ ὑπὲρ τῶν καλῶν πόνους διά τι γινομένους ἀνάπαυσις καὶ ἱλαρὰ κατάστασις διαδέξεται. εἰς τοῦτο λήψῃ τὸ Μακάριοι οἱ κλαίοντες νῦν, ο τι γελάσονται· καὶ τὸ Οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν. οἱ γὰρ σπείροντες μεθ' ἱδρώτων καὶ δακρύων τὴν ἀρετὴν μεμετρημένον ε ξουσι τὸν κλαυθμόν, ἐν ἀγαλλιάσει θερίζοντες· μετ' αὐτὸν γὰρ γελάσονται. Εθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν. ει ρηται ̓Αντιλογίας ἐγείρει πᾶς κακός· καὶ ὁ σωτὴρ δὲ πρὸς τὸν ἁμαρτάνοντα λαὸν ἐκπεπετακέναι τὰς χεῖρας ἀπειθοῦντας καὶ ἀντιλέγοντας ει πεν. ου τοι δὲ οἱ γείτονες ἐχθροὶ τυγχάνουσιν οι ς ἀντιλέγουσιν. ἐκμυκτηρίζουσιν αὐτοὺς χλευάζοντες καὶ διασύροντες τοὺς συνετοὺς αὐτῶν λόγους. ἐντολὴν γοῦν ὁ σοφὸς ει ληφεν εἰς ω τα α φρονος μηδὲν λέγειν, ο πως μὴ μυκτηρίσῃ ὁ α φρων τοὺς συνετοὺς τοῦ σοφοῦ λόγους. ἀλλὰ καὶ μυκτηρίσουσι τοὺς θεὸν ἐπιβοωμένους. ̓Αλλά γε αὐτοὶ ε τι μᾶλλον παρακαλοῦντές φασι Κύριε ὁ θεὸς τῶν δυνάμεων ἐπίστρεψον δή, λυτρούμενος τὴν αἰχμαλωσίαν ἡμῶν ἀπὸ τῶν καταδυναστευόντων· τευξόμεθα δὲ τοῦ ἀγαθοῦ τούτου, εἰ ἐπιφάνας σου τὸ πρόσωπον αἰώνιον ἡμῖν σωτηρίαν ὀρέξεις. 828 Ps 79,6–14 Πρὸς ἀλληγορίαν· ἡ ψυχὴ τότε τὴν Αι γυπτον οἰκεῖν λέγεται, ο ταν τοῖς αἰσθητοῖς καὶ τοῖς τῆς σαρκὸς ε ργοις ἐπιδιατρίβῃ. μεταίρει δὲ αὐτὴν ἀπὸ τῆς Αἰγύπτου θεὸς ἀποσπῶν αὐτὴν τῶν ὑλικῶν

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.