Fragmenta in Psalmos · §u38-rem-close

Unit 38 rem close

Rem CLOSEOUT: Unit 38 CLOSEOUT.

Greek

840 Ps 82,2a ̔Η ὁμοίωσις διττῶς νοεῖται. ε στιν γὰρ κατ' οὐσίαν ὁμοιότης η καὶ κυρίως ταυτότης λέγεται, ε στι δὲ καὶ κατὰ ποιότητα η καὶ ἁπλῶς ὁμοιότης καλεῖται. κατὰ τὸ δεύτερον σημαινόμενον ὁμοιωθεῖεν α ν θεῷ οἱ γινόμενοι τέλειοι, ̔Ως τέλειός ἐστιν ὁ οὐράνιος πατήρ· ο θεν ει ρηται Οταν φανερωθῇ, ο μοιοι αὐτῷ ἐσόμεθα, τῷ θεῷ δηλαδή. Καὶ τὸν α νθρωπον ου ν κατ' εἰκόνα καὶ τὴν ἑαυτοῦ ὁμοιότητα κατεσκεύασεν ὁ πάντων αι τιος κατὰ τὸ πρῶτον σημαινόμενον, τὸ κατ' οὐσίαν λέγω, οὐδενὸς ὁμοιουμένου θεῷ. τὸ γὰρ Τίς ὁμοιωθήσεται οὐ πεῦσιν οὐ τὸ σπάνιον ἀλλὰ τὸ ἀδύνατον δηλοῖ, οὐδενὸς δυναμένου κατ' οὐσίαν θεῷ ὁμοιοῦσθαι. ἀλλὰ μὴ λάθῃς σαυτὸν νομίσας καὶ τὸν υἱὸν ὑποκεῖσθαι τοῖς λεγομένοις. οὐ γὰρ ει πε Τίς ο μοιός σοι, ἀλλὰ Τίς ὁμοιωθήσεταί σοι; οὐ γὰρ ἐπὶ μέλλουσιν ε χει ὁ υἱὸς τὸ ὁμοιωθήσεσθαι τῷ θεῷ, ἐκ τῆς οὐσίας αὐτοῦ τυγχάνων καὶ διὰ τοῦτο ὁ αὐτὸς αὐτῷ ω ν οὐκ ἀριθμῷ ἀλλ' ἐν τῷ ταυτῷ τῆς οὐσίας. 841 Ps 82,14–16 Βούλεται αὐτοὺς τεθῆναι ὑπὸ τοῦ θεοῦ ὡς τροχὸν ἀβέβαιον καὶ ἀνίδρυτον. πρὸς καλοῦ γὰρ αὐτοῖς ε σται τὸ μὴ βεβαιωθῆναι καὶ ἀκινήτως ε χειν η ς ει λαντο κακίας. διὸ καὶ βούλεται τεθῆναι αὐτοὺς ὡς καλάμην σκορπιζομένην καὶ διαρριπτουμένην κατὰ πρόσωπον σφοδρὸν πνέοντος ἀνέμου ὑπὸ τοῦ διώκοντος αὐτοὺς τιμωροῦ πνεύματος ο ἀλληγορικῶς α νεμον ει πεν. Καταφάγεται δὲ αὐτοὺς καὶ δρυμὸν α καρπον γεγενημένους τὸ τῶν κολάσεων πῦρ ἐκκοπέντας ἀξίνῃ. χρώμενος δὲ κατ' αὐτῶν καὶ ἑτέρᾳ τιμωρίᾳ καταδιώξει αὐτοὺς τῇ ἰδίᾳ αὐτοῦ καταιγίδι η ν οὐκ ε στι διαδράναι· ο θεν καὶ ταραχθήσονται ἐν τῇ φερομένῃ ἐπ' αὐτοὺς θεοῦ ὀργῇ. ἐπεὶ γὰρ ποικίλα τὰ ἁμαρτήματα αὐτῶν ἐτύγχανεν, ἀναγκαίως πολύτροπος αὐτοῖς ὑπῆρκται κόλασις. Σημειωτέον δὲ ο τι καλὴ φυτεία τυγχάνοντες ἀκαρπίαν ἠγάπησεν. ἡ γὰρ καλάμη ἐκ τοῦ καλοῦ σπέρματος τὴν ἀρχὴν ε χει, οὐ προηγουμένως ἀλλὰ κατὰ συμβεβηκὸς παραφυομένη. ε δει μὲν γὰρ αὐτούς, ει περ προηγουμένως ἐκαρποφόρουν, σῖτον γενέσθαι, ι ν' εἰσαχθῶσιν εἰς τὰς τοῦ λόγου ἀποθήκας. τοῦτο δὲ μὴ θελήσαντες καλάμη καὶ α χυρα γεγένηνται, οι ς χρήσεται μὲν καὶ ὁ τῆς πνευματικῆς Αἰγύπτου τύραννος πρὸς οἰκοδομὴν ω ν κατασκευάζει ὀλεθρίων πόλεων, κατακαήσονται δὲ καὶ ὑπὸ τοῦ ἀσβέστου πυρός. τὸ γὰρ α χυρον κατακαύσει πυρὶ ἀσβέστῳ. 842 Ps 82,19b Εἰ καὶ α λλοι ὑψηλοὶ καὶ υ ψιστοι ἐκ θεοῦ γεγένηνται ἀρετῇ μετεωριζόμενοι καὶ ὑψούμενοι, ἀλλ' οὐδεὶς ἐκείνων ἐξ ἑαυτοῦ καὶ κατ' οὐσίαν ἐστὶ τοιοῦτος. μόνος γὰρ θεὸς υ ψιστος ὑψίστους ποιῶν ἀλλ' οὐ γινόμενος· ὡς μόνος σοφός ἐστι καὶ μόνος ἀληθινὸς παρέχων σοφίαν καὶ ἀλήθειαν ἀλλ' οὐ μετέχων, ου τω μόνος υ ψιστος, κατὰ τοῦτο τοῦ ὑψίστου τὸ ει δος καὶ τοῦ μονογενοῦς ὑψίστου τυγχάνοντος. ὑψίστου γὰρ ω ν δύναμις ἐπεσκίασε τὴν Μαρίαν· καὶ τὸ πνεῦμα δὲ τὸ α γιον ἀπὸ ὑψίστου πεμπόμενον υ ψιστόν ἐστιν. ὁ μόνος ου ν υ ψιστος α μα τῇ τριάδι ἁρμόζει. ὁ γὰρ τὸν πατέρα υ ψιστον εἰπὼν καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ α γιον δηλοῖ· ὡσαύτως 166 ὁ τὸν υἱὸν ου τω καλέσας δηλοῖ καὶ τὸν πατέρα καὶ τὸ α γιον πνεῦμα. ὡς γὰρ μία θεότης, ου τω καὶ τὸ υ ψιστος ε ν, ι να μηδὲν τούτῳ διαφορὰ ῃ περὶ τὴν τριάδα, ω σπερ ἐν τοῖς α λλοις ὀρθῶς θεολογοῦμεν. 843 Ps 83,2.3a ̔Η ̔Ως λέξις οὐχ ὁμοίωσιν καὶ παραβολὴν ἐνταῦθα σημαίνει ἀλλ' αὐτὸ τὸ ἀγαπητόν, ω σπερ καὶ ἐν τῷ Μωυσεῖ ̓Εν ο λῳ τῷ οι κῳ αὐτοῦ ὡς θεράπων, καὶ ε τι Χριστὸς δὲ ὡς υἱός. τὸ γὰρ ̔Ως υἱὸς ἀληθείᾳ υἱὸν ἀλλ' οὐχ ὁμοίωμα τοῦτο σημαίνει, καὶ Μωυσῆς δὲ οὐχ ὁμοίωμα θεράποντος τοῦ θεοῦ η ν ἀλλὰ θεράπων η ν αὐτοῦ. ο θεν ἐπὶ τῆς προκειμένης λέξεως οὐ κατὰ παραβολὴν ἀλλὰ κατὰ ἀλήθειαν ἀγαπητὰ τὰ σκηνώματα τοῦ θεοῦ. καὶ εἰ νοήσαμεν αὐτὰ τίνα ποτέ ἐστιν, ε τι μᾶλλον συνήσομεν ὡς ἀγαπητὰ ἀλλ' οὐχ ο μοια ἀγαπητοῖς τυγχάνει. ε στι τοίνυν αἰώνια καὶ ἐπουράνια ταῦτα, περὶ ω ν ὁ σωτὴρ τοῖς παροῦσιν ε φη Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ι ν' ο ταν ἐκλίπῃ δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. ̓Επιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου, τῷ ἀποβαλεῖν τὴν ψυχικὴν κατάστασιν καὶ γενέσθαι πνευματικὴν ὡς καταλλήλως ε χειν πρὸς τὴν διατριβὴν τὴν ἐν ταῖς ἐπουρανίαις αὐλαῖς ἐκ παραλλήλου εἰρημέναις. 844 Ps 83,4c Θυσιαστήρια οὐκ αἰσθητά. οὐ γὰρ πλῆθος ἀλλ' ε ν η ν τὸ θυσιαστήριον κατὰ τὴν ἱστορίαν. εἰ μὴ α ρα καὶ τὸ θυσιαστήριον ου τω τις καλέσοι, κυρίου δὲ τῶν δυνάμεων τῶν οὐρανίων

About this text

Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.