Unit 38 rem mid
Rem mid: Unit 38; lemma continues; reading with the letter.
Greek
λήψῃ πρόσωπον ἐν κρίσει· κατὰ τὸν μέγαν καὶ τὸν μικρὸν κρινεῖς· οὐ μὴ ὑποστείλῃ πρόσωπον, ο τι ἡ κρίσις τοῦ θεοῦ ἐστιν. δεῖ γὰρ τὸν κριτὴν εἰδέναι, ο τι κρίσει θεοῦ ὑπηρετεῖ. διὸ καὶ καλῶς ει ρηται ι στασθαι ὁ θεὸς ἐν τῇ τῶν θεῶν τούτων συναγωγῇ καὶ ἐν μέσῳ αὐτοὺς διακρίνειν, ο πως εἰδότες αὐτὸν ἐν αὐτοῖς καὶ μέσον αὐτῶν ο ντα ε πωνται τῷ αὐτοῦ βουλήματι. Εἰ δὲ θεοὶ ει εν οἱ θεότητος μεταποιούμενοι, ἐπεὶ τρεπτοὶ τυγχάνουσι, κα ν τραπεῖεν ἀπροσεκτήσαντες πρὸς ου ς καὶ σχετλιάζων ὁ λόγος Εως πότε, ε φη, κρίνετε ἀδικίαν; νόμον γὰρ ἐνδιάθετον ε χοντες καθ' ο ν ε στιν εἰδέναι τὸ ἀγαθὸν αἱρετὸν ει ναι καὶ φευκτὸν τὸ κακὸν, ἐν ἀλλάξει τοῖς πράγμασι προσερχόμενοι ὡς ἀποστρέφεσθαι τὸ ἀγαθόν, ἀσπάζεσθαι δὲ τὸ κακόν, ἀδικίαν κρίνετε· διὸ καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε, ἐπικρύπτοντες τὰ ι δια ἑαυτῶν πρόσωπα καθὸ κατ' εἰκόνα τοῦ θεοῦ ἐστε· κρίνατε ὀρφανῷ οἱ τὸ κρίνειν ἐπιτραπέντες τῷ κηδεμονίᾳ πατρὸς ἐρημωθέντι ἀλλὰ καὶ πτωχῷ τῷ μὴ θέλοντι ἐπαγωνίζεσθαι τοῖς ἑαυτοῦ δικαίοις· ἀλλὰ καὶ πένητα καὶ πτωχὸν ἐξέλεσθε καταπονουμένους, ῥυόμενοι αὐτοὺς ἐκ τῶν πλεονεκτούντων ἁμαρτωλῶν. ̓Αλλὰ καὶ τοῖς κατ' ἀρετὴν θεοποιηθεῖσι λέγεται, ο πως τὸν ἀποβαλόντα τὸν φαῦλον πατέρα καὶ τὸν τῆς πονηρίας πλοῦτον κρίνωσιν ἀξίως τῆς πρὸς αὐτῶν διὰ παιδεύσεως προστασίας. δικαιούτωσαν δὲ καὶ τὸν δι' ἀτυφίαν ταπεινὸν καὶ πένητα διὰ τὸ πονεῖν ὑπὲρ εὐσεβείας γεγενημένον, ἐξαιρούμενοι τοὺς ου τω πτωχοὺς καὶ πένητας ἐπὶ τῷ ἐκτὸς αὐτοὺς χειρὸς τουτέστι πράξεως ἁμαρτωλοῦ ποιῆσαι. 837 Ps 81,5 ̔Η θεία γνῶσις σοφία θεοῦ τυγχάνουσα ἐλλάμπει καὶ φωτίζει τὸν ε χοντα· Σοφία γὰρ ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ, καὶ οἱ εἰς ἐπιστήμην θείαν καλούμενοι ἐντολὴν ε χουσι φωτίσαι ἑαυτοῖς φῶς γνώσεως. εἰ τοίνυν πεφωτισμένοι τυγχάνουσιν οἱ κατὰ θεὸν σοφοί, οἱ ἐναντίως διακείμενοι τῷ α γνοιαν καὶ τὸ ἀσύνετον περιέπειν ἐν σκότει διαπορεύονται προκόπτοντες ἀεὶ ἐν κακοῖς. ̓Αλλ' ἐπεὶ τοῖς κακοῖς ἐντριβέντες τὰ πρῶτα ἐνεγκάμενοι τῆς κακίας, οὐκ αὐτὸ μόνον γῆ διὰ τὴν ὑλικὴν ε ξιν γεγένηνται, ἀλλὰ καὶ θεμέλια γῆς ει ναι ἠθέλησαν, ἑδραίως καὶ ἀμετακινήτως τῇ φαύλῃ γνώμῃ ἐμμένοντες. ἀλλ' εἰ καὶ αὐτοὶ τοιοῦτοι ει ναι ἠγάπησαν, ἀλλ' ο γε φιλάνθρωπος λόγος ευ χεται κλονηθῆναι καὶ σεισθῆναι αὐτοὺς ἀφ' η ς ε χουσι κακίστης στάσεως καὶ καταπεσεῖν ἀφ' η ς ᾠκοδόμησαν χειρίστης ε ξεως. 838 Ps 81,6.7 ̔Ο ἀγαθὸς θεὸς ου πᾶς φθόνος μακράν ἐστι τῶν ἰδίων μεταδιδοὺς ἀνθρώποις ει πεν, ο πως καὶ θεοὶ ω σι καταδεξάμενοι τὸν θεὸν λόγον αὐτοῦ. ου τος δὲ ὁ θεὸς λόγος ποιῶν αὐτοὺς θεοὺς θεός ἐστι καὶ υἱοὺς ὑψίστου αὐτοὺς ποιήσει, μετεχόμενος ὑπ' αὐτῶν ῃ μονογενὴς υἱὸς ὑψίστου τυγχάνει. ἀλλὰ τοῦ μὲν θεοῦ χαρισαμένου αὐτοῖς τὸ ει ναι θεοῖς καὶ ὑψίστου υἱοῖς, αὐτοὶ τὴν ἐναντίαν ε δραμον, ὡς α νθρωποι γενέσθαι καὶ ἀποθανεῖν τὸν ἑπόμενον τοῖς ἀνθρώποις θάνατον. α νθρωποι δὲ ου τοι γεγένηνται ἐκπεσόντες τῆς θεότητος οὐ καθὸ θνητὰ καὶ λογικὰ ζῷά εἰσιν (τοῦτο γὰρ ει χον καὶ ο τε θεοὶ καὶ υἱοὶ ὑψίστου ἐτύγχανον), ἀλλὰ καθὸ θνητὰ καὶ ἀνθρώπινα ἠγάπησαν. ἀποθνῄσκουσι δὲ ῃ ου τως α νθρωποί εἰσιν οὐ τὸν κοινὸν θάνατον ἀλλὰ τὸν ἑπόμενον τῇ ἁμαρτίᾳ θάνατον, πίπτοντες παραπλησίως τῷ πεσόντι ἑνὶ τῶν ἀρχόντων. ου τος δ' ἐστὶν ὁ διάβολος· α ρχων γὰρ ω ν καὶ αὐτὸς ἐν τοῖς ἐπουρανίοις ε πεσεν. ει ρηται γοῦν περὶ αὐτοῦ Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων; ταύτῃ καὶ ὁ ̓Αδὰμ ἁμαρτὼν οὐχ ὡς θεὸς ἀλλ' ὡς ει ς τῶν τοῦ θεοῦ 165 ἐκπεσὼν δηλονότι γέγονεν· οὐ γὰρ ει πε περὶ αὐτοῦ ὁ θεὸς ̓Ιδοὺ γέγονεν ̓Αδὰμ ὡς ἡμεῖς, ἀλλ' ̔Ως ει ς ἡμῶν, η ̔Ως ει ς ἐξ ἡμῶνὡς πολλὰ περιέχει τῶν ἀντιγράφων. 839 Ps 81,8 ̔Ετέραν ε φησε γραφὴν ε χουσαν ̓Ανάστα, ὁ θεός, κρῖνον τὴν γῆν, ο τι σὺ ἐξολοθρεύσεις ἐν πᾶσι τοῖς ε θνεσι. κρινεῖ ὁ θεὸς η τοι πάντας τοὺς ἐπὶ τῆς γῆς η ο σοι γῆ διὰ τὸ φρονεῖν τὰ ἐπίγεια γεγένηνται. κρινεῖ δὲ τὴν γῆν ὁ θεὸς ἐξολοθρεύων ἐν πᾶσι τοῖς ε θνεσιν ἀλλ' οὐ πάντα τὰ ε θνη. ο σα γὰρ ε θνη δεισιδαίμονα χρηστήριά τε καὶ ἡ α λλη περιεργία σὺν τοῖς ἐνεργήσασιν αὐτὰ πνεύμασι πλάνης ἐξωλοθρεύθη ὑπὸ θεοῦ, ι να καθαρὰ τούτων τὰ ε θνη γένηται ἐπὶ τῷ καταδέξασθαι τὸν τῆς σωτηρίας λόγον. καὶ αὐτὴν δὲ τὴν ἐν τοῖς ε θνεσι διάθεσιν, καθ' η ν ε θνη διάφορα ἐτύγχανεν, ἐξολοθρεύσας θεὸς ἀνθρώπους αὐτοὺς ἀποδείξει κατ' εἰκόνα ἑαυτοῦ ἀποβαλόντα τὰ συμβεβηκότα καθὰ καὶ ε θνη γεγένηνται.
About this text
Didymus the Blind, Fragmenta in Psalmos (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Fragmenta in Psalmos — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.